Declamatio 19
Libanius
Libanius, Declamatio 19, Libanii Opera, Vol 6, Declamationes XIII-XXX, Teubner, Foerster, 1911
ταῦτ’ εὐχό- μὴν, τούτων ἐπεθύμουν κληρονόμους τε ὑμᾶς ὁρᾶν τοῦ προγονικοῦ φρονήματος. ἡ μὲν οὖν προαίρεσις καλὴ καὶ τῇ τῶν εἰς Μαραθῶνα δραμόντων ἴση, ἐδρά- μετε καὶ ὑμεῖς πρὸς τὰ τέρματα τῆς Βοιωτίας ὑπὲρ τῆς κοινῆς τῶν Ἑλλήνων ἐλευθερίας, ἔπεσόν τινες ὑμῶν ὡς ὁ Κυναίγειρος ἐκεῖνος, ὡς ὁ Καλλίμαχος, ὡς οἶ τὸν ἐκεῖ πεπληρωκότες τάφον· τὰ δὲ ἐπὶ τῆς ἐκ- κλησίας ταύτης σμικρὰ καὶ ταπεινὰ καὶ ἀνάξια τῆς ἐξόδου.
δεδυστυχήκαμεν γάρ, ὁμολογῶ. τί οὖν θαυμαστὸν εἰ οὓς ἐβουλόμην εὐτυχεῖν ἀτυχοῦντας ὁρῶν οὐ φέρω; ἐπὶ τῆς Ἀττικῆς ἐκκλησίας, ὦ Ζεῦ, Μακεδόνων ἐδεήθησαν οἱ Ἀθηναῖοι μὴ ταχείας δοῦναι τὰς ἀποκρίσεις. ἐν τούτοις, ὦ ἄνδρες δικασταί, τοῖς ὀλίγοις ῥήμασιν ἐν οἷς ἐκείνας ἀνεβάλεσθε Δημοσθένει [*](15 cf. p. 95, 8; 236, 7; t. V 512, 1. Her. VI 114) [*](1 ἐξέταζε scripsi cum Grasda et Sinteni ἔταζε libri edd 3 διαγέγονα scripsi ex Ath διαγέγονε Ρ edd 6 μάχαις in- serui ex Ath om Ρ edd 7 ἔστηκεν libri edd | παρ’ inserui ex Ath om Ρ edd 8 τάδε Ρ 9 εὐχόμην scripsi ex Ath cum Gasda εὐχόμενος Ρ edd 10 ἡμᾶς Ath 15 Κυνέγειρος Cobet Coll 286 at cf. 11. 11. 18 ἐξόδου om Ath sed in marg lectio parum certa 28 ἐκείνας scripsi ἐκείνους libri edd | ἐνεβάλεσθε Ath)
πολλοὶ πολλάκις αὑτοὺς ἐπαπέκτειναν <τοῖς> ἐρωμένοις. ὁρῶ κἀγὼ τὸν ἐρώμενον τὸν ἐμαυτοῦ τὸν δῆμον τῶν Ἀθηναίων οὐκέθ’ ὁμοίως ἀνθοῦντα. ἔν οὖν ἀπαλλαγῶ τοῦ τοιαύτας ὁρᾶν ἐκκλησίας, ἄπειμι τήμερον καλὸν τέλος ἐπιθεὶς τοῖς πεπολιτευμένοις.
οὐκ ἐκκέκομμαι τὼ ὀφθαλμώ, λέγεις. εἴθε τοῦτο ἐπεπόνθειν ὑμῶν ὄντων μεγάλων. οὐκ ἀποκέ- κομμαι <τὸ> σκέλος. εἴθε ἀμφότερα τοῦ ὑμῖν φυλαττομένου. οὐ καταρρεῖ μοι τὸ σῶμα. μικρὸν τὸ κακὸν τῆς ὑμετέρας ἐρρωμένης τάξεως. ὁρᾶτε καὶ τὸν Φίλιππον οὐ φεύγοντα τὴν τοιαύτην εἰσφοράν, ἀλλὰ τοῖς μέρεσι τοῦ σώματος τὴν δόξαν ὠνούμενον.
ἐβουλόμην χρῆσαι τὸν θεὸν ἀπολεῖσθαι Φίλιππον, εἰ | Δημοσθένης ὑπὲρ τῆς πόλεως [*](R IV 246) ἐπιδοίη τὴν παῖδα. οὐ γὰρ ἂν εἴδετέ με ζητοῦντα τότε φάρμακον, ἀλλὰ τὸν Ἐρεχθέα μιμούμενον. νῦν δέ, ὅ [*](3 cf. t. III 311, 1; 465, 15; 478,5; IV 144,4 6 Plat. Gorg. p. 481 D 9 Plat. conv. p. 186 A 10 sq. Dem. cor. p. 247, 9 sq. 16 Dem. 1. 1. 19 cf. ad p. 288, 3 20 cf. p. 94, 10; t. III 442, 6; t. IV 468, 14 sq. R. [Dem.] epit. § 27 p. 1397, 16 sq. [Apollod.] bibl. III 15, 4) [*](3 punctuni post εὐχόμην posui, comma libri edd | comma post Ἥλιε posui, colon libri edd 5 αὑτοὺς reposui e libris cum Iacobsio Rev 3 αὐτοὺς edd | τοῖς inserui cum Gasda om libri edd 8 τοῦ scripsi cum Gasda τε Ath om Ρ edd) [*](10 οὐκ ἐκκέκομμαι scripsi cum Gasda et Cobeto Coll 286 coll Dem. 1. 1. οὐ κέκομμαι libri edd 12 τὸ inserui auctore Gasda coll Dem. 1. 1. om libri edd 17 ἀπολεῖσθαι scripsi ἀπολέσθαι libri edd ἂν ἀπολέσθαι coni Gasda 18 μὴ post εἰ Ath 19 εἴδετέ scripsi ἴδητέ libri edd ἴδοιτε Gasda)
18. Νῦν δεδέησθε πέντε ἡμερῶν εἰς βουλήν. οὐκοῦν ἐν ταύταις ἢ δώσετε ἢ οὔ. ἐὰν μὲν τοίνυν ἐκδῶτε καὶ παρὰ τῆς ὑμετέρας με γνώμης λαβόντες ἀπάγωσι, πολ- λοὺς μέν, ὦ ἄνδρες Ἀθηναῖοι, παραβήσεσθε νόμους, ἀλλότριοι δὲ τῶν πατέρων φανεῖσθε, διδάξετε δὲ τὸν Φίλιππον ἄλλον μετ’ ἐμὲ ζητεῖν καὶ μετ’ ἐκεῖνον ἕτε- ρον καὶ πάντας ἑξῆς τοὺς τῆς ἐμῆς τάξεως, ἴως ἂν μόνον γένηται τὸ βῆμα τῶν ὑπὲρ ἐκείνου λεγόντων, οἱ δὲ γράψουσι ῥᾳδίως πλεῖν τε Φιλίππῳ τὰς τριήρεις καὶ στρατιώτας ἀκολουθεῖν καὶ στρατηγὸν ὑμέτερον ἕπεσθαι.
ταυτὶ μὲν εἰς βλάβην τηλικαῦτα, ἕτερον δέ, διαβεβλήσεσθε πρὸς ἅπαντας ἀνθρώπους ὡς οὐ καλῶς τοῖς εὔνοις ἀποδιδόντες τὰς χάριτας. ἀτύχημα δὲ ὡς ἐν τοῖς παροῦσιν οὐ μικρὸν τὸ πάνυ γνώριμον εἶναι τὸν δῆμον. διὰ γὰρ τὰς πολλάς, ὦ ἄνδρες Ἀθη- ναίοι, πρεσβείας οὐ μόνον ἐν τοῖς Ἕλλησιν, ἀλλὰ καὶ τῶν βαρβάρων οὐκ ὀλίγοις ἔγνωσθε.