Declamatio 18

Libanius

Libanius, Declamatio 18, Libanii Opera, Vol 6, Declamationes XIII-XXX, Teubner, Foerster, 1911

ἀλλὰ σὺ μὲν οὐ πέμψεις Ἀθηναίοις Ἀντί- πατρον οὐδὲ Παρμενίωνα οὐδ’ ἄλλον, ἂν παρέχωσι χρήματα, σὺ δ’ ἄξεις οἰκέτην ἐμόν, ὃν αὐτὸς ἐκτησάμην ἐκ καταδίκης; οὐδείς ἐστιν οἰκέτης πονηρός, ἵνα κριθῇ τῆς Μακεδόνων δουλείας ἄξιος. μέγα τοῦτο ἐπιτίμιον, ὑπὲρ τὴν πρᾶσιν, μᾶλλον δὲ καὶ θανάτου χαλεπώτερον. λύεις τὸν νόμον τῆς αὐτομολίας, λύεις τὸν νόμον τῆς προδοσίας.

[*](2 Dem. cor. p. 260, 9 sq. Aeschin. Ctes. § 222. cf. Schaefer Demosth. I 452 2 sq. | Thuc. I 81,2 8 Lyc. Leocr. § 26 p. 151,18)[*](15 cf. p. 283, 10 20 Thuc. VII 13, 3. Dem. p. 238, 11)[*](4 συμπιπράσκεις Va sed συμ inser m 2 5 τοῦ ante δημο- σθένους Va 6 τῆς inserui e D om reliqui libri edd 7 χρημάτων — 8 λαβεῖν in marg Ma | δίκην Ma 8 τι D | βούλεται Va sed ε in η corr m 2, D | λαμβάνειν Va sed ν(2) eras | σὺν δημοσθίνει λαμβάνει Va 10 ἀφαιρεῖ MaD 12 τι D 13 ὑμῶν Mor 16 ἄξεις scripsi ἄγεις libri edd 17 οὐδὲν Ma οὐδέν’ D | οὕτω ante οἰκέτης inserendum coni Mor „ὃς κριθῇ aut ὥστε κριθῆναι melius conveniat" Re sed hoc loco idem valet atque ὥστε, de quo usu a Libanio alieno cf. Wyttenb. Plut. mor. VI p. 517 18 (??) Va)
251

14. Ταῦτα πάντα ἐν τούτῳ τῷ ψηφίσματι γέγραπται. ἀλλ’ ὅτε μὲν ἐλεύθερος Δημοσθένης ἐδόκει, οὐδὲ πρεσβεύειν εἰς Μακεδονίαν ὑπέμεινε τὴν ἀδοξίαν τῆς πρεσβείας οὐ φέρων, ἀλλὰ καὶ καταναγκα- ζόντων ὑμῶν πολλάκις ἐξώμνυτο, νυνὶ δὲ ἐπειδὴ 5 κατέγνωσται, πεμφθήσεται; ἔστω τις ἐξωμοσία καὶ τοῖς οἰκέταις δικαία μηδὲ τούτου | τύχῃ Δημοσθένης, RIV 328 εὐμενοῦς δὲ κυρίου καὶ φιλανθρώπου καὶ τὰς τῶν δυστυχούντων συμφορὰς ἐλεεῖν δεδιδαγμένου.

15. Τοῦτ’ οὖν λογίζεσθε, ποῖ πιπράσκεται, τίς ὁ ὠνούμενος, τὸν ἔμπορον τοῦ σώματος, τὴν διάνοιαν ἀφ’ ἧς ὠνήσασθαι βούλεται. οὐ γὰρ ἀπορῶν οἰκετῶν ὁ Φίλιππος ὠνήσασθαι τοῦτον ἐσπούδακεν. εἰ γὰρ μηδὲν ἄλλο, ὁ πόλεμος αὐτῷ δίδωσιν οἰκέτας πολλοὺς καὶ χορηγὸς οὗτος τῶν ἀνδραπόδων γίγνεται. καὶ πολλοὶ δουλεύουσι Φιλίππῳ Φιλίππου κρείττονες, ἐν- δοξότεροι τοῦ δεσπότου. ἀλλὰ τέχνη τοῦτο καὶ σό- φισμα καὶ πολέμου καινὸς τρόπος καὶ μηχάνημα.

ἐγὼ ταύτην τὴν ὠνὴν ὑπολαμβάνω πολιορκίαν καὶ προσβολήν. τοῦτο τὸ ἀργύριον ἔθνη καὶ πόλεις ἀπο- [*](5 Dem. fals. leg. p. 378,18; 381,7. cf. ad p. 119,12) [*](3 ἐδόκει δημοσθένης VaBMaD 4 καὶ inser L 2 5 ἡμῶν Ma 6 μετέγνωσται Ma sed κατ’ suprascr m 2 | πεμφθήσεται Va sed θ’ inser m 2 | ἔσται MaD | καὶ τοῖς οἰκέταις ἐξωμοσία Β) [*](7 μὴ δὲ VaMaDLLa | τύχη L sed ἡ in ras m 2 τύχοις Va Β 8 εὐμενοῦς δὲ scripsi ἐκ μέρους libri edd ἀλλ’ εὐμενοῦς coni Re ἡμέρου Sintenis 9 ἐλεεῖν in marg L 10 τοῦτο VaMaD | ποῖ Re ποῦ libri Mor 11 τὸν ὠνητὴν ante τὸν ἔμπορον libri deest apud Mor 13 ἐσπουδάκει Ma 15 γί- νεται VaMaD 17 ἀλλὰ scripsi auctore Sinteni ἄλλη libri sed η in ras L 2, edd ἀλλ’ ἄλλη coni Re ἄλλως Gasda | καὶ post ἄλλη Va, ras 3 litt Β | καινὸν σόφισμα, καινὸς πολέμου τρόπος, καινὸν μηχάνημα coni Re 20 τούτων Va sed τοῦτο suprascr m 2, MaD)

252
λώλεκεν. ὡς Θετταλῷ μοι προσφέρεται Φίλιππος. ἐν τῇ τάξει με τῶν Δολόπων ἔχει καὶ ἀργύριον ἀριθμεῖ. καὶ νόμον μὲν ὑμεῖς τεθείκατε, ἄν τις ὧς Φίλιππον ὅπλα ἄγων ἁλῷ ἢ σκεύη τριηραρχικά, θάνατον εἶναι τὴν ζημίαν, ὑπὲρ ἀψύχων χαλεπαίνετε, ἀγώγιμον δὲ ἄνθρωπον πέμποντες ἐκεῖ τριήραρχον γενόμενον ὑπὲρ τῶν ὅλων οὐκ αἰδούμεθα;

ἑάλω Μιλτιάδης, ἑάλω, ἀλλ’ ἐν Ἀθήναις ἔδωκε δίκην. ἐζημιοῦτο Περικλῆς, ἀλλ’ οὐ Λακεδαιμονίοις ἐξέτισε τὰ χρήματα. σὺ δὲ τοῖς ἐχθροῖς παραδίδως. ξένος Δημοσθένης, οἶ δὲ ὑπὸ τῇ Καδμείᾳ πεσόντες οὐκ ἦσαν ξένοι; ἀλλ’ ἐθάπτοντο ὑφ’ ἡμῶν. εἶτα ἀποθανόντας μὲν τοὺς ξένους οἰκτεί- ρομεν, ζῶντας δὲ οὐκ ἐλεήσομεν; ἧκόν ποτε φυγάδες πρὸς ἡμᾶς Ἡρακλέους ἔγγονοι καὶ τῆς πατρῴας εὐερ- γεσίας ἐκομίσαντο τὸν μισθόν, ἀνέλαβον τὴν ἀρχὴν τὴν πατρῴαν εὔνοιαν διηγούμενοι. οὗτος δ’ οὐκ ἀλλο- τρίοις, ἀλλ’ οἰκείοις θαρρῶν κατορθώμασιν ἐκπεσεῖται [*](R IV 329) τῶν᾿ Αθηνῶν ἐπ’ ἐξαγωγῇ | πωλούμενος;