Declamatio 16
Libanius
Libanius, Declamatio 16, Libanii Opera, Vol 6, Declamationes XIII-XXX, Teubner, Foerster, 1911
οὐ τοίνυν μόνον αἶ τοῦ σώματος εὐεξίαι τῶν ἀνεξετάστων αἶ κεκριμέναι κρείττους, ὁ αὐτὸς δ’ ἐπὶ πάντων λόγος· οὐδὲν τιμιώτερον ὅ μὴ συνεξητάσθη τοῦ οὐκ εἰκῆ δοκιμαστοῦ. οὐδὲ χρυσὸς ἀβασάνιστος ἐντιμότερος τοῦ πυρὶ κριθέντος οὐδὲ παρὰ τοῖς βαρ- βάροις, ἀλλὰ χρυσὸς μὲν ἐν πυρί, ἀνθρώπου δὲ τρόπος ἐν δικαστηρίῳ βασανίζεται. τοῦτο δοκίμιον ἐφ’ ἑκά- στου, ἄλλως τε καὶ ῥήτορος. ἐξ οὗπερ ἐγὼ μὲν ἀκήρα- τος ἐξέβην ἀεί, σὺ δὲ οὐδὲ δόκιμος εἷ· οὐδὲ νόμισμα νόμιμον, ὁ μὴ πολλάκις ἔστρεψαν <οἱ> ὥσπερ οὑμὸς | βίος ἄνω καὶ κάτω στρεφόμενος [*](H. XII 218) [*](1 cf. p. 138, 14 9 Plat. leg. IX p. 853 D 14 Plat. rep. III p. 414 A; VI p. 503 A 19 [Plat.] de virt. p. 378 E) [*](20 Dem. p. 543,29. Plat. Lach. p. 196 B) [*](1 φής Ma φῆς Ρ 2 ἐνεῖδόν scripsi ἀνεῖδον MaP 4 τοιοῦτον scripsi τοιούτου MaP | οἷον Ma 6 ἀπέδυσας scripsi auctore Cobeto ἀπέδυσαι MaP sed in hoc in ἀποδέ- δῦσαι corr m 2 9 νοσοῦντες scripsi auctore Gasda om MaP 12 συνεξητάσθη scripsi συνεξετάσει Ρ σὺν ἐξετάσει Ma 13 οὐκ εἰκῆ δοκιμαστοῦ scripsi εἰκῆ καὶ ἀδοκιμάστου Ma εἰκῆ καὶ ἀδοκίμου Ρ 13 et 18 οὐδὲ scripsi οὔτε ΜαΡ 19 οἱ inserui om MaP 20 voce οὑμὸς desinit Ρ fol 313 v cuius in margine inferiore custodum loco verba καὶ κάτω scripta sunt quae sequuntur usque ad p. 184, 8 τὸ ἀνάδημα desunt uno folio amisso | καὶ bis Ma)
προέλθω δέ, εἰ βούλει, καὶ ἐπὶ τὰ μείζω παραδείγματα. αὕτη καὶ τείχους ἰσχύς, οὐχ ᾧ μηδεὶς προσήγαγε πολέμιος, ἀλλ’ ὃ πολλὰς καὶ στρατιωτῶν καὶ μηχανημάτων προσβολὰς ἀπεκρού- σατο, ὥσπερ οὑμὸς βίος πανταχόθεν προσαγόντων τῶν ὑπορυττόντων διαβολαῖς καὶ κακοηθείαις ἐστὶν ὀρθός. καὶ πλόιμος οὐκ ἐν γαλήνῃ δείκνυται. σὺ μὲν οὖν ἀπείρατος κινδύνου πολιτικοῦ καταστὰς ἄπλους, ἐγὼ δὲ πολλοὺς συκοφαντῶν ὑπέμεινα πολέμους καὶ κινδύ- νους καὶ ῥήτορας κατ’ ἐμοῦ πνέοντας ἤνεγκα.
τὰ δὲ ζῷα πῶς δοκιμάζεται; τίς ἵππον ὠνεῖται μὴ πολλοὺς ἐλάσας δρόμους οὐκ ἐν ἱππασίμοις καὶ λείοις μόνον ἀλλὰ καὶ ἐν τοῖς ἀποκρότοις καὶ πρὸς τὰ σιμὰ καὶ κατὰ πρανοῦς; αὕτη γὰρ ἵππων κρίσις. τοὺς δὲ κομιδῆ πώλους ἄγοντες εἰς τὴν ἀγορὰν πλήθουσαν καὶ τοὺς θορύβους μέσους εἰ φοβεροὶ δοκιμάζετε. οὐκ ἤχθη Κέφαλος εἰς τὴν ἀγορὰν ἐπὶ πείρᾳ βίου οὐδ’ ἤκουσε θόρυβον δικαστηρίου, ἐγὼ δὲ πολλοὺς περὶ ἐμαυτοῦ δραμὼν δρόμους ἐνίκων ἅπαντας.
εἰ δὲ τὸ μὴ [*](2 Const. Man. chron. 5333 16 cf. t. IV 815, 18 R; I 504,17) [*](1 ἀριθμουμένων olim conieci | καθαρὸν scripsi auctore Hertlino καθαρὸς Ma 2 τι coni Gasda 3 εἰ delendum censet Hertlinus, in ἔτι mutandum Buecheler signum interro- gationis post παραδείγματα ponentes 5 ᾧ scripsi auctore Hertlino ὃ Ma 7 τῶν inserui cum Buechelero om Ma) [*](9 post δείκνυται enuntiationem affirmativam excidisse coni- cio cum Gasda 13 ἵππον scripsi cum Hertlino ἵππος Ma ἵππους Buecheler 15 ἀλλὰ καὶ ἐν scripsi cum Buechelero et Hertlino ἀλλ’ εἰ καὶ μὴ Ma)