Declamatio 16

Libanius

Libanius, Declamatio 16, Libanii Opera, Vol 6, Declamationes XIII-XXX, Teubner, Foerster, 1911

XVI.
[*](H. IX 29)

πολλῶν ἀγώνων μοι παρ’ ὑμῖν, ὦ ἄνδρες Ἀθηναῖοι, γεγενημένων ἐν ἅπασι μετὰ τοῦ δικαίου νενικηκὼς πολλὰς ἐλπίδας ἔχω καὶ τήμερον διὰ τοὺς θεοὺς ὁμοίου πειράσεσθαι τοῦ δικαστηρίου καὶ περι- έσεσθαι τοῦ πάντας μὲν ἐνοχλοῦντος τοὺς εὐδοκιμοῦν- τας φθόνου, μάλιστα δέ, ὅτι καὶ μέγιστα δοκῶ κατορ- θοῦν, ἐμέ. ὑφ’ οὗ καὶ Κέφαλος οὗτος προαχθείς, οὐ γὰρ οὕτως ἐστὶν εὐήθης ὥστε παρ’ οἷς οὐδ’ ὁποίας ἐστὶν ἔγνωσται γῆς ὡς ἄριστος οἴεσθαι τεύξεσθαι δωρεᾶς, βασκαίνων δὲ τῆς τιμῆς ἐφέστηκέ μοι τελευ- ταῖος, ἐπεὶ μηδεμίαν αἰτίαν ἔχει λοιπήν, τῆς δωρεᾶς συκοφάντης.

[*](9 Schol. ad Aesch. Ctes. § 194. cf. p. 110. Herm. XII 222)[*](1 Εἰς τὸ ἐναντίον Ἀριστοφῶν scripsi λιβανίου: (rubr.) (om Ma) Καλοῦ βίου γέρας εἷναι, καὶ (om Ma) ἀμφισβητοῦσι πρὸς ἀλλήλους κέφαλος καὶ ἀριστοφῶν MaP cf. p. 115, 1 2 Πολλῶν — 13 συκοφάντης citat Io. Doxap ad Hermog. de inv. Ι 1 p. 68,5 W (Cramer Anecd. Ox. t. IV p. 161 cf. supra p. 112) 4 ἔχων Doxap)[*](5 πειράσασθαι Doxap 6 τοῦ πάντας μὲν] μὲν τοῦ πάν- τας μὲν Doxap | ἐνοχλοῦντας Ρ 7 φθόνου om Ma | δέ om Doxap | ὅτι scripsi ὅσω Ρ Doxap om Ma 8 φθόνου post οὖ Doxap | οὑτοσὶ Hertlein | ὁρμηθεὶς Doxap 9 ἐστὶν] ἂν Ρ sed νυν suprascr m 2 10 ἄριστος Ma sed ἴ’ in ras m 2 | τεύ- ξεται Doxap 11 τὲ Doxap | τελευταῖον olim conieci 12 ἐπειδὴ Doxap | μηδεμίαν αἰτίαν ἔχει λοιπήν scripsi auctore Hertlino μηδεμιᾶς δὲ μιᾶς Doxap) αἰτίας ἔχει λοιπῆς MaP Doxap)
147

2. Ἐν μὲν οὖν τοῖς προτέροις ἀγῶσιν, ὦ ἄνδρες Ἀθηναῖοι, μέρος ἕκαστον ἐξητάσθη τῶν ἐμοὶ βεβιωμέ- νων καὶ πανταχοῦ δόξας ἀγαθὸς σὺν ἐπαίνῳ παρε- πεμπόμην ἐκ τῶν δικαστηρίων· τήμερον δὲ τοῦ παντὸς ἐξέτασιν διδοὺς ἀξιῶ φυλάξαι μὲν ὑμᾶς τὴν ὑμετέραν ψῆφον, ἢν ὧς περὶ καλοῦ κἀγαθοῦ πολλάκις ἠνέγκατε, μὴ περιβαλεῖν δέ με οἵᾳ μηδ’ ἂν ἁλόντα τιμωρίᾳ νενικηκότα, εἰ κριθήσομαι χείρων τοῦ μηδὲ κριθέντος ὅπως ζῇ καὶ πεπολίτευται.

3. Ὅτι μὲν οὖν <οὐκ> ἄκριτος οὐδ’ ἀνεξέταστος οὐδεὶς ἂν εὕροιτο τιμὴν οὐδεμίαν, ἔργῳ μαρτυρεῖ Κέφαλος αὐτός, ἥκει γοῦν εἰς τὴν περὶ αὑτοῦ κρίσιν, θαυμαστὸν δὲ ὅπως τοὺς ἐν τοῖς δικαστηρίοις ἀγῶνας ἐν δικαστηρίῳ λοιδορεῖ καὶ δεῖται μὲν τῆς ὑμετέρας ψήφου νῦν, ὧς μόνην οὖσαν ἀρετῆς βεβαίωσιν, τῷ δὲ πολλὰς ἔχοντι μηδεμιᾶς τυχὼν ἀνταγωνίζεται. οὐκ αἰτιῶμαι δὲ Κέφαλον τῆς ἀντιλογίας, μικροῦ δὲ καὶ χάριν ἔχω, διότι μοι παρέσχηκε μηδὲ τὴν δωρεὰν ἀκρίτως μηδὲ ὡς ἐξ αὐτομάτου τύχης, ἀλλὰ καὶ τοῦτο δι’ ἀγῶνος λαβεῖν.

τούτου μὲν <οὖν> ἠκούσατε φορτικῶς αὑτὸν ἐγκωμιάζοντος, ὃ κἂν ἑτέρου λέγοντος ἠρυθρίασέ τις | ὅτῳ γέ τι χρηστὸν ὄντως πρόσεστιν· [*](H. IX 30) [*](3 Luc. somn. 15 14 cf. p. 116,3 sq. 20 cf. p. 118, 1 sq; 143, 7 sq.) [*](1 ἐν in ras Ma 2 | προτέροις scripsi auctore Hertlino πρώ- τοις MaP 3 ἀπεπεμπόμην olim scripsi 5 ὑστέραν Ρ 7 μὴ δ’ MaP 8 μὴ δὲ MaP 9 πεπολίτευται Ma sed τᾶι in ras m 2 10 οὐκ inserui auctore Gasda om MaP 11 μη- δεμίαν Ma 12 αὐτοῦ scripsi coll p. 153, 12 τούτου MaP 15 καὶ ante βεβαίωσιν Ma 17 καὶ om Ma 18 et 19 μὴ δὲ MaP 19 ἀκρίτῳ olim conieci cum Hertlino coll Dem. or. XVII § 3 p. 212,22 | ταύτην olim scripsi at cf. p. 121,6 20 οὖν inserui auctore Gasda om MaP)

148
ἐγὼ δὲ οὐκ ἐμαυτῷ μάρτυρι χρήσομαι τῆς ἐμῆς ἀρετῆς, οὐδὲ γὰρ οἱ νόμοι αὑτῷ μαρτυρεῖν δεδώκασιν, ἀλλ’ ὑμῖν ἅπασι καὶ τοῖς ἄλλοις Ἀθηναίοις, ὧν οὐκ ἔστιν ὅστις οὐκ ἐψηφίσατο χρηστὸν εἶναι πολίτην ἐμέ. καὶ τούτῳ μὲν οὐδεὶς πάρεστιν οὐδ’ ἀνώμοτος μάρτυς, ἐμοὶ δὲ πολλοὶ πολλάκις ἔνορκοι δικασταί.

εἰ μὲν οὖν τὸ μὴ κεκρίσθαι ποτὲ δωρεᾶς ἄξιόν ἐστι, πολλοὶ καὶ τῶν ἰδιωτῶν ἀντιποιήσονται τοῦ γέρως, οὓς οὐδ’ ἴσασιν οἱ συκοφάνται· εἰ δὲ τοῖς μὲν τὸ καθ’ ἑαυτοὺς ἀσφαλὲς ᾑρημένοις ἱκανὸν τὸ τῆς ἀπραγμοσύνης ἀκίν- δυνόν ἐστι γέρας, ἀξιοῖ δὲ καὶ] Κέφαλος ὡς ῥήτωρ καὶ τὰ κοινὰ πράττων διὰ βίου, ταῦτα γὰρ ἠκούετε αὐτοῦ σεμνολογουμένου, ι τὴν δωρεὰν ἐνέγκασθαι, μὲν ἀπράγμονα οὐδὲ αὐτός, ὧς ἔοικεν, ι ἐπαινεῖ οὐδ’ εἴλετο, λανθάνει δ’ ὅσῳ τῶν ἰδιωτῶν αὑτὸν ἀποφαίνει δοκιμώτερον, εἰ καὶ κατὰ μικρὸν τῶν ἐν τῇ πολιτείᾳ κινδύνων ἥψατο, τοσοῦτον αὑτοῦ <προτιμῶν> τὸν> πολιτευόμενον οὐδὲ παυσάμενον, ἀλλ’ μενον ἐν τοῖς μεγίστοις ἀγῶσιν.

6. Ἒστι μὲν οὖν καὶ κατὰ τοῦτον οὐκ ἀπραγμο- σύνης, ἀλλὰ πολιτείας ἡ κρίσις, οἶμαι δὲ θαυμάζειν ἐνίους, τί δή ποτε τῆς αὐτῆς πόλεως προεστηκότες, ὁ [*](2 Dem. p. 1131, 20 10 Dem. p. 295, 16 | Simon. fr. 66 Β4) [*](12 cf. p. 118,15; 125, 19 sq.; 143, 13 sq.) [*](2 αὐτῷ Ma 5 (??)νώμοτος Ρ ἀν(??)μα(??)τος sed ὁ supra ἃκ m 2 9 εἰ in ras Ma 2 ἑ ex ὁ corr) | τὸ om Ma 10 εἰρημέ- νοις Ρ 11 ἐστὶ scripsi cum Gasda εἷναι MaP quod delen- dum censet Hertlinus | καὶ cancellavi 16 καὶ] δὲ Ma | κατα- μικρὸν Ρ 17 τοσοῦτον Ρ sed in τοσούτω corr m 2 | ἀυ Ma αὐτοῦ Ρ sed in τὸν αὐτοῦ corr m 2 | προτιμῶν τὸν inserui om MaP | πολιτευόμενον scripsi coll p. 118,16; 136,6 παλίντονον MaP olim διατεινάμενον scripsi 22 ὁ ex εἰ corr Ma2)

149
μὲν οὐδέπω καὶ τήμερον εἰς κίνδυνον ἐλήλυθεν οὐ- δένα, ἐμοὶ δὲ ἄλλοτε ἅλιος ἐφέστηκε κατήγορος. ὅσον δὲ τὸ μέσον τῆς τύχης, τούτου δὴ καὶ πρώτου τὴν αἰτίαν ὑμῖν συστήσω ἥτις ἐστὶ σαφῶς, ἔνα μὴ ὅτι βελτίω, ἀλλὰ μῆρε εὐτυχέστερον ἐμοῦ τοῦτον ἡγήσησθε.

7. Ἐγὼ γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, σφόδρα ἂν καὶ αὐτὸς ἠγάμην ἂν αὐτὸν ἀρετῆς μὲν οὐδεμιᾶς, εὐτυχίας δὲ θαυμαστῆς, εἰ τὰ αὐτὰ πράττων ἐμοὶ καὶ συντόνως ὁμοίως ἐχόμενος τῆς πολιτείας ἐμοῦ κεκριμένου πολ- λάκις οὐδενὸς τετυχήκει κατηγόρου· νῦν δὲ οὔθ’ οὗτος, ὧσπερ ἀλαζονεύεται, τῷ καθαρῶς καὶ ἀναιτίως πράττειν τὰ πολιτικὰ ταύτῃ διαπέφευγε τοὺς συκοφάντας, οϊ καὶ πάντων ἥδιστα τοὺς ἀθῴους καὶ οἷς οὐδ’ ὁτιοῦν ὕπεστιν ἔγκλμα, τούτους διώκουσιν, οὔτ’ αὐτὸς ὑπο- νοίας | ἀδίκου γινόμενος ἐγγύς, ὧς οὗτος διέβαλλέ [*](H. IX 31) με, πολλοὺς ἀντιδίκους ἐπισπῶμαι. πόθεν; οὐ γὰρ ἂν ἐν πᾶσιν ἀπεδεικνύμην τοῖς ἀγῶσι καθαρεύων παντὸς αἰσχροῦ.

τίς οὖν ἡ τοσαύτη διαφορά; τὴν μὲν ἄχρι τοῦ βήματος ὁδὸν κοινὴν ἄμφω πεπορεύμεθα, τὴν δὲ διὰ τῶν πραγμάτων ἄλλην ἄλλος τέτραπται. Κέφαλος μὲν ἀφοσιούμενος τὴν πολιτείαν ἄχρι τοῦ ῥήτωρ εἶναι δοκεῖν, εἰ μέν τι μέγα καὶ ἀτέκμαρτον ἔχον τοῦ τέλους [*](11 cf. p. 125, 21 sq. 15 cf. p. 120,11; 130, 4 sq.; 141,10) [*](19 cf. p. 118, 18) [*](3 πρῶτον olim conieci at cf. p. 151,17 5 μὴ δὲ Ma Ρ 7 ἠγάμην scripsi auctore Cobeto ἡγοίμην MaP 10 τετυχήκει scripsi τετχηκε MaP 11 τῷ — 12 πολι- τικὰ delenda censet Gasda 13 ἀθῴους MaP 14 ἔνεστιν Ma 15 γενόμενος olim scripsi 16 et 18 signa interro- gationis posui colon MaP 17 καθαρεύων scripsi cum Hertlino coll p. 169, 9 καθαρεύειν MaP 22 ἔχων p ἔχει Hertlein | τὴν κρίσιν τοῦ τέλους Ma)

150
τὴν κρίσιν καὶ περὶ οὗ δεῖ τὸν ῥήτορα ἐγγυητὴν γε- νέσθαι τῆς τύχης, καὶ τὸ τοῦ μέλλοντος ἄδηλον, <πρὸς> ταῦτα μέν, ὧς οὐδ’ ἂν εἶς τῶν ἰδιωτῶν, οὗτος ὑμῖν ἄφωνος κάθηται· ὅταν δὲ ἱερῶν πέρι χρηματίζηται καὶ περὶ τοῦ τὰς ὁδοὺς ἐπισκευάσαι· καὶ κονιᾶν τὰς ἐπάλξεις, τὰ πάρεργα καὶ μικρά, ῥήτωρ πρῶτος ὑπα- κούει τῷ κήρυκι. ζητεῖ γὰρ λόγους, οὐχ οἱ δημοσίᾳ τι λαμπρὸν καὶ μέγα παρασκευάσουσιν, ἀλλὰ τοὺς ἀκιν- δύνους ἑαυτῷ.

περὶ πολέμου σκέψις ἐστίν· ὅτι μὲν χρὴ πολεμεῖν οὐδεὶς ἤκουσεν αὐτοῦ ῥᾳδίως, ἐπαινέσας δὲ τοὺς προγόνους καὶ τὰ τρόπαια ἀριθμήσας κατέβη πάλιν. πολλὰ δὲ καὶ πρὸς χάριν λέγει, θεωρικῶν δια- νομὰς καὶ τοιαῦτα. πολιτεύεται ἐνέχυρον τῆς ἀσφα- λείας ἔχων τὴν ἡδονὴν τῶν ἀκροωμένων. ἀφ’ ὧν αὐτὸς μὲν ἀθάνατος ἕνεκα τῆς παρ’ ὑμῖν ἀσφαλείας, ὁ δῆμος δὲ οὐ δύναμιν, οὐ τιμήν, οὐ δόξαν ἐκαρπώ- σατο.

οὐ μόνον δὲ τὸν δῆμον ταύτῃ ὑπέρχεται, ἀλλὰ καὶ τοὺς ῥήτορας αὐτοὺς θεραπεύων διαγίνεται, κἂν δοκῇ τοῖς μὲν ταῦτα, τοῖς δὲ τἀναντία, οὐδετέροις ἀντιλέγει σαφῶς, ἐπαμφοτερίζων δὲ τάττεται διὰ μέ- σου καὶ φίλος ἀμφοτέροις μένει. τὰς γνώμας οὐχ, [*](1 cf. p. 144, 17 4 Dem. 01. III 18; cor. § 198; Mid. § 202 sq.) [*](6 cf. p. 118,2 10 aliter Hellen. Oxyrh. II 2 (p. 172,8 Meyer) 16 Dem. p. 142, 25 20 Thuc. VIII 85, 2) [*](2 ἐν ᾦ post καὶ excidisse videtur | πρὸς ταῦτα scripsi auc- tore Cobeto ταῦτα MaP τότε Hertlein, τηνικαῦτα olim conieci) [*](3 ὑμῖν scripsi e Ma ἡμῖν Ρ 4 χρηματίζητε Cobet 6 ἀκούει Ma 7 λόγος Ρ | τὶ MaP 9 αὐτῷ Ma 10 πο- λεμεῖν scripsi auctore Cobeto ποιεῖν MaP 12 πάλιν delen- dum censet Cobetus | θεωρικῶν scripsi θεωρικὰς MaP 15 αὐ- τὸς scripsi auctore Spengelio οὕτος MaP 17 ταύτῃ scripsi ταῦτα MaP 19 τοις(2) Ρ 20 δὲ τάττεται scripsi δέ τὰ δὲ καὶ MaP αἱρεῖται τὰ Hertlein | διαμέσου Ρ 21 μένει. τἀς γνώμας scripsi μένει ταῖς γνώμαις· MaP)

151
ὥσπερ ἡμῶν ἕκαστος, ἐν πινακίῳ γεγραμμένος οἴκοθεν, λόγους δὲ προκαθίησιν ἐκ πολλοῦ, κἂν μὲν ἀντιλέγῃ μηδείς, ἔγραψεν· ἢν δὲ καὶ σμικρὸν ὑποκρούσῃ τις, · καὶ προίδηται γραφήν, ῥίψας τὸ ψήφισμα φεύγων οἴχεται. κλέπτουσι τὰ κοινά τινες. εἰ μὲν ῥήτωρ οἷος ἀντεγκαλεῖν, οὐχ ὁρᾷ, ἐπὶ δὲ τοὺς ἰδιώτας καὶ ὑφ’ ὧν οὐ δέος μὴ κριθῇ δεινός ἐστιν.

11. Ὅτι μὲν οὖν οὗτος ἀνέγκλητός ἐστι καὶ νῦν ἔτι μένει, μεμαθήκατε· ἐγὼ δὲ νομίζω ἔνα βίον ἐξ ἀρχῆς ἕκαστον ἑλέσθαι | προσήκειν τινά, οἷον [*](H. IX 32) ἄτολμος εἶ καὶ τὸ σαυτοῦ σκοπεῖς· ἀπλῶς ἡσυχίαν ἄγε. οὐχ ὑπομένεις ἀργὸς οὐδ’ ἀσύμβολος εἶναι τῇ πόλει οὐδὲ βούλει ζῆν ἀφανῶς ἐν τῷ σκότῳ κατορωρυγ- μένος· καὶ τὰ σφαλερὰ τῆς πολιτείας ὑπόμενε καὶ μὴ φεῦγε τοὺς κινδύνους ἢ μηδὲ τὰς τιμὰς δίωκε.

ταῦτα καὶ ἐμαυτῷ παραγγείλας, ἡγησάμην γὰρ οὐ τοῖς γονεῦσι γενέσθαι μόνον, ἀλλὰ καὶ πρώτη τῇ πατρίδι, οὐκ ἐξ ἡμισείας πολιτεύομαι τῷ κατ’ ἐμαυτὸν ἀδεεῖ κρίνων τὰ λεκτέα καὶ τὰ μή, ἀλλ’ ὅλον ἐμαυτὸν [*](2 Thuc. I 58, 1 4 Dem. p. 63, 11 18 cf. Dem. fals. leg. p. 430, 8 cum nota Blassii p. CXXXI) [*](2 ἀντιλέξῃ olim conieci 3 καὶ inserui e Ma om Ρ 4 προίδηται scripsi coll Dem. 1. 1. προειδῆται Ρ προειδῆτε Ma) [*](5 κοινά τινες scripsi cum Cobeto καινά. τίνες MaP 6 ὀρῶ Ρ I ἐπὶ scripsi ὅτι MaP | ἀφ’ Ma 7 οὐ δέος scripsi οὐδὲ ὁ cum lacuna 1 litt post ὁ Ρ οὐ δέδιε Ma 9 ἐξαρχῆς Ρ 10 προσήκειν. τίνα; Gasda 11 τοσαυτοῦ Ρ 12 ἀσύμ- βολος scripsi ἀσύμβουλος MaP 13 οὐδὲ βούλει scripsi cum Gasda βούλει οὐδὲ Ma βούλει; οὐδὲ Ρ βούλει olim delendum censui cum Hertlino | τῷ delendum? | κατωρυγμἐνος Ρ cf. t. ΙΙΙ 383, 3; IV 362, 14; t. IV 199, 12; 206, 20 R 15 μὴ δὲ MaP | τιμωρίας Ma 17 καὶ del Ma 18 ἐξ scripsi ἐφ’ MaP ἐφ’ ἡμισείᾳ olim scripsi coll Dem. 1. 1. | τ(??) Ρ 19 ἀδεεῖ Ρ τὰ(2) scripsi τά Ma om Ρ)

152
ἐπέδωκα τοῖς κοινοῖς καὶ ἀναπεπταμένῃ πρὸς ἃ δεῖ τῇ παρρησίᾳ χρῶμαι οὐδένα κίνδυνον ἴδιον ὑπολογιζό- μενος οὔτε εἴ τις ἐφ’ οἷς ὑφαιρεῖσθαι τὰ κοινὰ κω- λύεται μνησικακήσει μοί ποτε καὶ γράψεταί με οὔτε εἰ δωροδοκῶν κᾆτ’ ἐλεγχόμενος ἀντεγκαλεῖ οὔτε εἰ γρά- φων ἐξόδους καὶ ναυτικοὺς ἀποστόλους εἶτα λυπήσω τοὺς μὲν πλουσίους εἰσφέροντας καὶ τριηραρχοῦντας, τοὺς δὲ πολλοὺς στρατευομένους οὔτε εἰ ταῖς τοῦ δήμου παντὸς ἐπιθυμίαις ἀντιστήσομαι, καὶ γὰρ τοῦτο συμβούλου, ἀλλὰ τῇ μὲν πόλει χρήματα, δόξαν, ἡγε- μονίαν κτώμενος, ἐμαυτῷ δὲ κατηγόρους, ἀφ’ ἧς ἡμέ- ρας ἀνέβην ἐπὶ τὸ βῆμα, τὴν περὶ τὰς Ἑλληνικὰς πράξεις ἑλόμενος πολιτείαν, ὑπεύθυνον ἐμαυτὸν διδοὺς τῷ τοῦ πολέμου τέλει, τῇ τύχῃ, τῷ καιρῷ, τοῖς βουλο- μένοις.

διὰ ταῦτα αἰτίας ἐπ’ ἐμὲ πλάττουσιν, οἱ μὲν ἐφ’ οἷς ἀντεῖπον ἀμυνόμενοι, οἱ δ’ ἐφ’ αἷς παρ’ ὑμῶν ἔχω τιμαῖς ἀχθόμενοι. καὶ οὐ μέμφομαι τοῖς συ- κοφάνταις, συναύξεται γὰρ ἅπασι τοῖς μεγάλοις ὁ φθόνος. κἂν πάντα τις ποιῇ, τούς γε οὐδένα βουλο- μένους αὑτῶν ἀμείνω δοκεῖν οὐ διαφεύξεται· τὸ μὲν γὰρ κακονοίᾳ τὰς γραφὰς ἐνστήσασθαι μισῶ δικαίως, τοῦ δὲ ἀποβάντος ὀλίγου δέω καὶ χάριν αὐτοῖς εἰδέ- ναι, ὅτι μοι τὴν ἀρετὴν οὐκ ἀνέλεγκτον οὐδὲ ἀμφισ- [*](2 Plat. apol. p. 28 B 13 cf. Dem. cor. p. 291,19 19 Dem. fals. leg. p. 412, 12) [*](3 ἐφ’ scripsi ἐν MaP 4 μνησικακήσει μοί scripsi μνη- σικακήσαιμί MaP sed in hoc οἱ supra ι(3) m 2 | γράψεταί scripsi γράψαιμι MaP sed in hoc τὸ supra μί’ m 2 γράψεται Cobet 5 κᾆτ’ ἐλεγχόμενος scripsi καὶ κατελεγχόμενος MaP | οὔτε Ma αὐτὸς olim scripsi 16 διαταῦτα MaP 16 οἶδ’ Ρ Ι οἶς Ρ 19 τίς MaP | τούς γε scripsi τούς τε Ρ τούτους Ma 20 αὐτῶν Ma)

153
βητήσιμον οὐδὲ τῷ μὲν οὕτως, τῷ δὲ ἐκείνως ὑπολαβεῖν ἀπολελοίπασι, πάσας δὲ βασάνους προσαγαγόντες [*](H. IX 33) ἀναμάρτητον καὶ τοὐναντίον ἢ ἐζήτουν ἀποδεδείχασιν οὐκ ἐν τοῖς πολιτικοῖς, οὐκ ἐν τοῖς ἰδίοις ἐξελέγξαι δυνηθέντες, ἀλλ’ ἡττηθέντες ἐν ἅπασι τῆς ἀληθείας. καὶ οὔτε ῥήτορος δεινότης οὔτε συκοφάντου θράσος, οὐ ψευδολογία μάρτυρος, οὐ δικαστοῦ φόβος, οὐ cpf)- μ- λογοποιούμεναι κρείττους ἐγένοντο τῆς ἐμῆς πολι- τείας, κέκριμαι δὲ ἐν πᾶσιν ἀεὶ καλῶς βεβιωκέναι.

οὐκοῦν ἐγὼ μὲν ἀνωμολόγημαι φανεραῖς γνώσεσι πάντων (xcovy δικαστηρίων ἀγαθὸς εἶναι πολίτης, Κέ- φαλος δὲ μίαν οὐκ ἔχει παρασχέσθαι περὶ αὑτοῦ κρί- σιν. ὅ καὶ θαυμάζω εἰ δὶς μὲν περὶ τῶν αὐτῶν οὐκ ἔσονται δίκαι, περὶ ἐμοῦ δὲ κρίσεων ὅσων οὐδ’ ἂν εἴποι τις γεγενημένων ἔτι λόγου δεῖσθε, καὶ νόμῳ μὲν ἀπείπατε δίκας ἀναδίκους ποιεῖν πλὴν τῶν ἐπὶ τοσαυτάκις περὶ ἐμοῦ διέγνωσται, οὐ βεβαιώσετε, καὶ τὸ πάντων ἀτοπώτατον, ὅν οὐκ ἴστε, τοῦτον ἐμοῦ βελ- τίω κρινεῖτε, οὗ τὸν τρόπον ἀεὶ καὶ καθ’ ἕκαστον ἐπιτήδευμα σαφῶς μεμαθήκατε. τίς γὰρ τούτῳ ψῆφος ἠνέχθη ποτέ; οὐκ ἂν εἰπεῖν ἔχοι ὅς ἀκρίτῳ δόξῃ πε- [*](8 Dem. p. 69, 17 10 Dem. cor. p. 254, 10 13 Dem. Lept. p. 502, 2 16 Plat. leg. Π p. 937 D. Andoc. myst. § 88. Meier-Schoemann-Lipsius, Att. Process p. 973 sq.) [*](1 τῳ(1 et 2) Ρ 2 ἀπολελοίπασι scripsi e Ma καταλε- λοίπασι Ρ Ι πάντας Ma 4 οὐδ’(2) coni Gasda 7 φόβος scripsi e Ma sed όβος in ras m* φθόνος Ρ 9 πᾶσιν scripsi πάσαις MaP 10 ἀνωμολόγημαι. καὶ φανεραῖς Ma 11 τῶν inserui om MaP 12 αὐτοῦ Ρ 17 τῶν inserui om ΜΗΡ 20 κρινεῖτε scripsi κρίνετε MaP \ οὐχ ante οὖ MaP delevi cum Hertlino et Cobetu 21 τούτῳ ψῆφος scripsi e Ma ψῆφος τούτω Ρ)

154
πιστευκὼς εἰς τουτὶ τὸ δικαστήριον πρῶτον ἥκει καὶ νῦν οὐδεμίαν τῶν βεβιωμένων ἐξέτασιν διδούς, ἀλλ’ ὅτι μὴ κέκριται τούτῳ μόνῳ τεθαρρηκώς.

καὶ πῶς ἀρετῆς δόξειεν ἂν εἶναι κρίσις ἡ μηδ’ ὁποία κρίσις. οὐδὲν γοῦν ἕτερον αὐτοῦ παρὰ πάντα τὸν λόγον ἠκούετε ἔξω τοῦ λαμπροῦ σεμνολογήματος· οὐ κέκρι- μαί ποτε, οὐκ ἐξήτασμαι. βεβίωκα ἀνέγκλητος. οὐκ ἴστε με. ἐγὼ δὲ τοὺς ἐναντίους <ἂν> παρά γε τοῦ φάσκοντος ἀξίου τιμῆς εἶναι λόγους· ἀεὶ παρ’ ὑμῖν δεδοκίμασμαι. πᾶσάν μου πεῖραν εἰλήφατε. οὐδὲν λαθραῖον οὐδὲ κρυφαῖον τῶν ἐμῶν. ἐν ἅπασι νενίκηκα τοῖς δικαστηρίοις. συνίσασί μοι τὴν ἀρετὴν οἱ δικάσαντες, οἱ μαρ- τυρήσαντες, οἱ κρινομένῳ παρεστηκότες. ταῦτ’ ἦν <τοῦ> τῷ συνειδότι πεπιστευκότος, τοὺς κατηγορήσοντας, οὐκ ἀποδιδράσκειν εἰς τὸ ἀφανές. [*](H. IX 34) κριθέντα μὲν | γὰρ οὐχ οἷόν τε τὸν μὴ χρηστὸν λαθεῖν, μὴ κριθῆναι δὲ πολλοῖς καὶ τῶν ἀδικούντων ἐγένετο. καὶ σὺ μὲν ἄδηλον εἰ κριθεὶς ἐσώθης ἄν, ἐγὼ δὲ πείρᾳ δέδειγμαι καθαρὸς ὧν ᾐτίαμαι. κἀγὼ μὲν ἐν φωτὶ πολλῷ, τὰ δὲ σὰ σκοτεινά, ἀμάρτυρα, ὁποῖαπερ ἂν αὐτὸς ταῦτα βούλῃ λέγειν οἷς ἔλεγχος οὐδεὶς ἔπεστιν.

οὐδὲν οὖν ἄλλ’ ἢ δόξαν ἄπιστον ἀληθείας ἐξητασμένης, ἀπειρίαν πείρας, ἀμαθίαν ἐπιστήμης, [*](2 οὐδὲ μίαν Ma 4 ἡ μηδ’ scripsi e Ma ἡμῶν δ’ Ρ sed οὐ supra ἡμῶν m 2 8 ἂν inserui om MaP 11 κρυφαῖον scripsi coll p. 177, 9 κρυφιμαῖον MaP 14 κρινομένῳ scripsi κρινομένου MaP | περιεστηκότες Ma | ταῦτα Ma 15 τοῦ inserui om MaP | προκαλεῖσθαι scripsi auctore Cobeto προσκαλεῖσθαι MaP 16 κατηγορήσαοντας Ρ | τἀφανές olim conieci 18 οὐκ ante ἀδικούντων del Ma 22 ταῦτα scripsi αὐτὰ MaP | βούλει Ma 23 ἀλλ’ Ρ)

155
ἄγνοιαν γνώσεως, ἐκεῖνα τούτων ἐπίπροσθεν τίθησιν, ὅταν ἑαυτὸν πρὸ ἐμοῦ τιθῇ. τὰ μὲν γὰρ ἐμὰ ἴστε, τὰ τούτου δὲ εἰκάζετε. μάντεων μὲν οὖν τὰ ἀφανῆ στο- χάζεσθαι, δικαστῶν δὲ ἀφ’ ὧν ἴσασι τὴν ψῆφον τί- θεσθαι. ὅμοιον εἰ καὶ ψήφισμα ἄκριτον πρὸ τοῦ κε- κυρωμένου καὶ νόμον ἄκυρον πρὸ τοῦ ψήφῳ κειμένου, εἰ καὶ βίον ἄγνωστον τοῦ δεδοκιμασμένου προτιμήσετε.

καὶ νῦν μὲν ὧς ἐκ νόμου δοκιμάσαι δέον ἀπαι- τεῖτε τοὺς ἀμφοτέρων βίους, τὸν δὲ μὴ κριθέντα προ- κρινεῖτε τοῦ πολλάκις; καὶ πῶς ἂν ἔχοι καλῶς μίαν ψῆφον ἐναντίαν τοσαύταις ἐνεγκεῖν καὶ τοῦτον μὲν ἰσχύσαι τὸ νῦν, ἄν, ὃ μὴ γένοιτο, πείσας κρατήσῃ, ἐμοὶ δὲ οὐδὲν ὄφελος αἱ μυρίαι νῖκαι; εἰ δὲ ἐν ἑτέρᾳ πόλει κρινόμενος παρεσχόμην γνώσεις ἐν ὅσαις ἐπιει- κής, οὕτως γὰρ ἴσως ἀνεπίφθονον εἰπεῖν, ἔδοξα, οὐκ ἂν ἐνίκων, ὅπουπερ ἂν ἦν ἡ κρίσις; ἕτεροι μὲν οὖν ὑμῖν ἀκολουθοῦντες ἀμείνω ἂν τὸν ὑφ’ ὑμῶν ἐπαινε- θέντα τοῦ μηδ’ εἰς ἐξέτασιν ἐλθόντος ἐψηφίσαντο, ὑμεῖς δὲ τοῖς ὑφ’ ὑμῶν ἐγνωσμένοις ἀπιστήσετε; καὶ τὸν δεῖνα μὲν δημότην ἢ φυλέτην εἰ παρεστησάμην μάρτυρα τοῦ τρόπου, κατ’ ἐκεῖνον ἄν, εἰ μή τις αὐτῷ [*](1 Enr. Suppl. 514 3 cf. p. 144, 17. Eur. fr. 973 N 2 15 Dem. p. 107, 24) [*](1 ἐκεῖνα τούτων glossematis nomine delendum censet Hert- linus 2 τιθῇ scripsi τέμῃ MaP κρίνη olim scripsi 3 δ’ Ma | μάντεων scripsi auctore Cobeto θεῶν MaP 4 δυνατῶν Ma) [*](5 et 7 εἴτε Hertlein 5 πρὸς Ma 8 νόμου scripsi auctore Gasda λόγου MaP 9 πρόκρινε ἴτε scripsi προκρίνετε MaP 12 ἰσχῦσαι olim 8cripsi at cf ad t. II 11, 5 | τονῦν MaP | πείσας κρατήση scripsi auctore Cobeto πείσῃ κρατῆσαι MaP 15 ἂν ἐπίφθονον Ρ 16 ὅπουπερ scripsi ὅποιπερ Ρ ὅπηπερ Ma ὅτου πέρι Heine 18 μὴ δ’ MaP)

156
ψευδομαρτυριῶν ἐπέσκηψεν, ἐκρίνατε, πάντων δὲ μαρ- τυρούντων μοι τῶν δ’ δικαστηρίων, ἐν οἷς αὐτοὶ δικά- ζοντες ἐκρίνατε, ἕτερα γνώσεσθε; ποῖον γὰρ οὐ συνη- γόρει μοι συνέδριον; οὐχ ἡ βουλὴ τῶν πεντακοσίων; οὐκ Ἄρειος πάγος; οὐχ ἡλιαία; οὐχ ὅ τι ἂν εἴποι τις;

18. Καίτοι φησὶν οὐ περὶ δωρεᾶς, ἀλλὰ περὶ τι- μωρίας κριθῆναί με καὶ περὶ τοῦ μὴ πονηρόν, ἀλλ’ οὐ περὶ <τοῦ> χρηστὸν εἷναι δοκεῖν. ἐγὼ δὲ εἰ μὲν δωρεᾶς ἄντικρυς οὑτωσὶ παρ’ ὑμῖν ἠγωνισάμην, ἐστε- [*](H. IX 35) φανούμην ἂν εὐθὺς ὑπὸ τοῦ πρώτου | δικαστηρίου, καὶ πλείονος ἐξετάσεως οὐκ ἔδει· νῦν δὲ εἰ καὶ μὴ καθ’ ἑκάστην ἀγαθὸς δέδειγμαι κρίσιν, ἀλλ’ ὅμως οὐ κακός, ἀθρόαι γνώσεις ἀρετῆς εἰσιν. διὰ τί; ὅτι μίαν μέν τις ἐκφυγὼν αἰτίαν οὔπω δῆλον εἰ καὶ τὰ ἄλλα τοιοῦτός ἐστιν. οἷον ὁ δίκαιος εἰς χρήματα τάχα ἂν ἄλλως ὑβριστὴς φανείη. ὁ μέτριος ἐνταῦθα καὶ πλησίον τῶν νόμων ἴσως πονηρὸς ἐν τῇ ξένῃ. πρεσβεύει μέν τις ἀδωροδοκήτως, τὰ ἄλλα δὲ μισθοῦ πολιτεύεται. τὰ κοινά τις χρηστός, ἰδίᾳ δὲ οὐχ ὅμοιος. οὔκουν ἀξιόχρεως ἄφεσις ἐγκλήματος ἑνὸς τῆς ὅλης ἀρετῆς πίστις εἶναι τῷ τὸν αὐτὸν τὸν μὲν οὐ δοκεῖν ἀδικεῖν, ἕτερον δέ τινα. εἰ δέ τις διὰ πάντων κέκριται τῶν ἐπιτηδευμάτων καὶ [*](1 cf. p. 162.21. Aesch. Tim. p. 18,27. Dem. adv. Aphob. p. 846, 29. Plat. Theaet. p. 145 C 6 cf. p. 120, 1; 121, 9 18 Dem. cor. p. 310,22 20 Dem. p. 36,5; 1427,2) [*](3 συνηγόρει scripsi auctore Spengelio συνηγορεῖ MaP 5 ὅτι scripsi ὅτι MaP 7 ἀλλ’ om Ma 8 τοῦ inserui om MaP 9 παρ’ ὑμῖν inserui e Ma om Ρ 10 ὑπὸ scripsi ἀπὸ MaP 12 καθsκάστην Ρ | ὅμως οὐ κακός scripsi ὅσω ὅσον Ma) σὺ κακοῖς MaP 13 κρίσεις Ma | διατί Ρ | μίαν μέν Ma sed ’ν μέν in ras m 2 14 τἆλλα Ma 17 εἰ ante πρεσβεύει MaP delevi auctoribus Hertlino et Cobeto καὶ coni Gasda 18 τἄλλα Ma 19 δ’ Ma | ὁμοίως? Gasda) [*](20 ἐστὶ Gasda 21 τὸ μὲν et τι Gasda)

157
μήτε ἐν τοῖς ἰδίοις μήτε ἐν οἷς πεπολίτευται δέδεικται πονηρός, οὐκ Ἀθήνησιν, οὐκ ἐπὶ τῆς ξένης, οὐχ ἑκών, <οὐκ ἄκων>, οὐχ ὑπὸ προνοίας, οὐκ ἐκ ὁτιοῦν ὑπαίτιος ἐλήλεγκται, πάντα ἄριστος. τὸ γὰρ ἐν μέρει καὶ καθ’ ἕκαστον ἀναίτιον εἰς ἓν ἀρετῆς κεφά- ’λαιον ἀθροίζεται. οὐδὲ γάρ ἐστιν ἄλλη τις ἀνδραγαθία πλὴν τὸ κακίας πάσης ἐκτὸς εἷναι. εἰ μὲν γάρ ἐστιν ἐν θεοῖς ἀρετή τις ἑτέρα τελειοτέρα, θεὸς οἶδεν· ἀνθρώπου δὲ αὕτη μία ἀναμάρτητον ἐν ἅπασι δειχθῆ- ναι τὸν βέον.

19. Ὁρᾶτε δὲ οὕτως καὶ καθ’ ἕκαστον ἐξετάζοντες. τίνα δίκαιον ἡγεῖσθε; ὅστις οὐδὲν ἀδικεῖ, φήσετε. τίνα δὲ ἔμφρονα; ’τον οὐδὲν ἀγνοοῦντα τῶν προσηκόντων εἰδέναι· σώφρονα δέ, εἴ τις ὕβρεως καὶ ἀσελγείας ἀπήλλακται. καὶ μὴν καὶ ἀνδρεῖος ὁ μὴ δειλός, ἔνθα τόλμης καιρός ἐστι. καὶ πάσας ἑνὶ λόγῳ τὰς ἀνθρω- πίνας ἀρετὰς αὐτοῦ καμπτούσας ἰδεῖν ἔστιν ἄχρι τοῦ τῶν ἐναντίων ἀφεστηκέναι. φρόνησις μὲν ἀνοίας φυγή, δικαιοσύνη δὲ ἀδίκου φυλακὴ τρόπου, δειλίας δὲ τή- ρησις εὐψυχία, καὶ σωφροσύνη τὸ κρείττω τῶν ἡδονῶν εἶναι. καὶ πάντα ἀγαθὸς ὁ μηδὲν κακός.

μάθοι δ’ [*](3 Her. VIII 87, 2) [*](3 οὐκ ἄκων inserui om MaP | ὑπὸ προνοίας scripsi e Ma ὑπονοίας Ρ ὐπ’ ἀνοίας olim scripsi | οὐδ’ scripsi οὐθ’ MaP 4 πάντα scripsi coll 1. 21 πάντα πάντων Ma πάντων πάντων Ρ πάντως olim conieci 5 καθέκαστον Ρ) [*](6 τίς Ma 8 τελεωτέρα Ma 9 δειχθῆναι scripsi e Ma δεικνύναι Ρ 10 τὸν βίον scripsi τὸν βιόν Ρ om Ma 11 καθέκαστον MaP 17 τοῦ om Ρ 19 τήρησις εὐψυχία, καὶ σωφροσύνη scripsi τήρησις εὐψυχία δὲ (om Ma) καὶ σωφροσύνη MaP 21 μάθοις δ’ ἂν ἐναργῶς Ma)

158
ἄν τις ἐναργῶς ἐπὶ τῶν ἀνδρῶν, οἱ τὰς ἀρίστας ἐπω- νυμίας ἐκτήσαντο τοῖς ἐπιτηδεύμασι. τί τὸν Ἀριστείδην εἶπον δίκαιον εἰς πάντας ἀνθρώπους; οὐχ ὅτι χρήματα [*](H. IX 36) οἴκοθεν | ἀνήλισκεν εἰς τὴν πόλιν, οὐδὲ γὰρ ἐκέ- κτητο, ἀλλ’ ὅτι τῶν κοινῶν οὐδενὸς ἥψατο, πρὸς δι- καιοσύνης δόξαν ἤρκεσεν αὐτῷ. φήμην συνέσεως περι- έθηκε Θεμιστοκλεῖ τὸ μηδὲν ἀγνοῆσαι τῶν ἀναγκαίων. ἀνδρεῖος ὁ Μιλτιάδης, οὐ γὰρ ἔδεισε τοὺς βαρβάρους. ὁ Περικλῆς πιστός, οὐ γὰρ ὑπεῖχε τὴν χεῖρα τοῖς λήμμασιν. ὁ Σόλων θαυμαστός,] ὅτι οὐδεὶς αὐτοῦ πονηρὸς ἠλέγχθη νόμος, σοφώτατος ὠνομάσθη νομοθέτης.

τούτων ἕκαστος, ὦ ἄνδρες Ἀθηναῖοι, κἂν ἔτι πλείους εἴποι τις ἀγαθούς, ἐφ’ οἷς οὐχ ἥμαρτεν ἔδοξε κατωρθωκέναι. καὶ δικαίως. τῆς γὰρ θνητῆς φύσεως ἐπὶ τὰ χείρω φερομένης ὅστις αὑτὸν ἀνέσχεν ἀπὸ τῶν ἐμφύτων ἁμαρτημάτων, τέλειος τὴν ἀρετήν ἐστιν, ἣν ἡ θνητὴ χωρεῖ δύναμις. οὐδ’ ἔστιν ὅπως ἂν ἄμεινον οἰκηθείη πόλις ἢ μηδενὸς ἁμαρτάνοντος έν αὐτῇ. τοῦτο τέλος εἰς καλοκἀγαθίαν ἑκάστῳ, τοῦτο αὔταρκες εἰς εὐδαι- μονίαν τῇ πόλει.

κἀμοὶ προσεῖναι τὰ βελτίω τῷ μὴ τὰ χείρω διέγνωσται, φρόνησιν μέν, ὁσάκις τὰ κράτιστα παρῃνέθη μοι, τὸ τοῦ Θεμιστοκλέους καλὸν καθ’ αὑτό, δικαιοσύνην δέ, ὅτι μηδὲ ἄκρᾳ τῇ χειρὶ [*](8 cf. p. 126, 3 9 Dem. p. 421, 18. Men. com. IV 159 M (= III p. 88 fr. 309 K) 15 plut. garr. p. 514 A; quaest. conv. III p. 649 C 17 Isocr. or. XII p. 261 b) [*](3 εἶπον scripsi εἶπεν ἂν MaP | signum interrogationis posui cum Gasda colon Ma comma Ρ 5 πρὸς P 6 συν- έσεως Ma sed σεως in ras m 2 9 ἄμισθος Gasda 10 θαυ- μαστός cancellavi ut ortum e lectione varia verbi sequentis ὠνο- μάσθη τελευταῖος coni Hertlein | μηδεὶς Ma | ἠλέγχθη scripsi e Ma cum Cobeto ἐλέχθη P 12 εἴπῃ Ma 13 ἐφ’ scripsi ἐν MaP 14 μὴ ante δικαίως del Ma 19 ἑκάστων Ma 22 παρῃνέθη μοι scripsi παραινέσαιμι MaP 23 μὴ δὲ MaP)

159
τῶν δημοσίων ἔθιγον, δι’ ὅ καὶ μόνον Ἀριστείδης ἐτιμᾶτο, σωφροσύνην δέ, ὁσάκις ὕβρεως αἰτιαθέντα ἀφήκατε. ἀνδρείαν δὲ καὶ Κέφαλός μοι μαρτυρεῖ φιλο- κίνδυνον ὀνομάζων πολλάκις, εἴπερ ἐστὶν ἀνδρὸς εὐψύ- χου τὸ κοινῇ καλὸν ἀντὶ τοῦ καθ’ αὑτὸν ἀσφαλοῦς ζητεῖν, τὴν ἀρετὴν ὁμοίως τὴν Μιλτιάδου πάλιν. καὶ οὔτε δώρων εἶλέ τις ἐμὲ μᾶλλον ἢ τὸν ἄδωρον Περι- κλέα οὔτε νόμον ἤλεγξεν οὐκ ὀρθῶς εἰσενηνεγμένον οὐ μᾶλλον ἢ <τοὺς> τοῦ Σόλωνος. ὧν οὖν ἐκείνων ἑκάστῳ δόξαν ἀρετῆς ἀθάνατον ἐκτήσατο, οὐδὲ σύμπαντα ἐμοὶ μαρτυρίαν δώσει τοῦ καλῶς βεβιωκέναι;

Οὐκ ἀγαθὸς γὰρ ἔδοξας. ἀλλ’ οὐ κακός. ἀγνοεῖς ὅτι καὶ τὰς ἄλλας εἴτε τέχνας εἴτε δυνάμεις οὐχ ἑτέρωθεν εἰ κατορθοῦσιν εὕροι τις ἂν ἢ ἐκ τοῦ μηδὲν ἁμαρτάνειν; οὗτος καὶ μάντις ἄριστος, ὅστις οὐ ψεύδεται, καὶ τοξότης ἐπίσκοπος, ὅστις οὐχ ἁμαρτάνει τοῦ σκοποῦ, καὶ κυβερνήτης ὁ μηδὲν ἔξω τῆς τέχνης δρῶν. τοῦ δὲ ῥήτορος οὐχ ὁμοία κρίσις; s νόμιμος ὁ μὴ ἐν τοῖς πολιτεύμασιν. ἐγὼ δὲ καὶ πάσας τὰς παρα- νόμων ἐκπέφευγα | γραφάς. ἀδωροδόκητος ὁ μὴ [*](H. IX 37) [*](6 cf. p. 126, 2 7 cf. p. 126, 3 16 Himer. ecl. 14, 4) [*](1 ἔθιγον scripsi θιγεῖν MaP | διὸ Ma sed e δι’ ὃ corr, Ρ) [*](2 σωφροσύνην scripsi σώφρονα MaP 4 εἴπερ scripsi ὅπερ MaP 6 num Μιλτιάδου. πάλιν καὶ? 9 τοὺς inserui auctore Gasda om MaP | ὧν — 11 βεβιωκέναι citat prae- missis verbis οἷόν ἐστιν ἐκεῖνο παρὰ Λιβανίῳ Io Doxap ad Hermog. de inv. IV 1 στρογγύλως) cod. Barocc. gr. 175 fol. 175) [*](9 ἕκαστον om Doxap 10 ἑκάστη Doxap | ἤνεγκεν Doxap) [*](11 μαρτυρίαν δώσει scripsi e Doxap μαρτυρία δόξει Ma Ρ 14 εἰ inserui e Ma om Ρ | κατορθούσας olim scripsi Γυρὴ Ma 15 μάρτυς Ma 16 ἐπίσκοπος delevit Cobetus at cf. Himer 1. 1. 17 μηδ’ Gasda | τῆς <αὑτοῦ> τέχνης? | scripsi auctore Cobeto ὁρῶν MaP 20 παρανόμων scripsi τῶν νόμων MaP)

160
λαβών, ὡς ἐκρίθην ἐγώ. τί δὲ τὰ ἀληθῆ λέγειν; οὐ τὰ μὴ ψευδῆ; πότε οὖν ἥλων ἀπατήσας; καὶ περὶ πάν- των ἀπλῶς ἄμα τῶν αἰσχρῶν κρίσεων ἀφεῖμαι καὶ τῶν καλῶν ἠξίωμαι καὶ τῶν δικαίων, ἀνάξιος αἰτίας, ἄξιος ἐπαίνου καὶ δωρεᾶς. δεινὸν γάρ, εἰ μὲν ἁλοὺς ἅπαξ τῆς ἐπιτιμίας ἂν ἢ τῆς πατρίδος ἢ τῆς ψυχῆς ἐστερήθην, τοσαῦτα δὲ νενικηκὼς οὐδ’ ἅπαξ τιμηθή- σομαι.

καὶ τοὺς κατηγόρους μὲν ἐτιμωρήσασθε ὡς συκοφάντας, ὧν τοῖς μὲν χρημάτων προσετιμήσατε, τοὺς δὲ καὶ ἀτίμους ἀπεπέμψατε· ὧν δὲ τοῖς ἡττη- θεῖσιν αἱ ζημίαι γεγόνασι καθ’ ἑκάστην κρίσιν, οὐδὲ τὸ κέρδος εἰς δόξαν τῷ πάσας νενικηκότι; οὐ γὰρ οὐδ’ ἐκείνοις ἤρκεσε τῆς νίκης ἀποτυχεῖν, ἀλλὰ καὶ προσεζημιώθησαν, οὐδὲ ἐμοὶ τὸ τὰς δέκας ἀποφυγεῖν, εἰ μὴ καὶ γέρας ἀντίρροπον οἶς ἡττηθεὶς ἂν ἔπαθον λήψομαι. ὥσπερ γὰρ τῶν ἁμαρτανομένων αἶ ζημίαι, <οὕτω> καὶ κατορθουμένων εἰσὶν αἱ τιμαί.

εἰ δὲ μὲν ὡς οὐκ ἔδει πεπολιτεῦσθαι κριθεῖσι τὰς ἐσχάτας τιμωρίας ἐπιθήσετε, τῷ δὲ καλῶς τὰ κοινὰ πράττειν ἐγνωσμένῳ μόνον ἐν χάριτος μέρει τὸ μὴ κολασθῆναι δώσετε, ἧς ἀξιοῖ με Κέφαλος δωρεᾶς, ὁρᾶτε μή ποτε ἔρημον τὸ βῆμα τῶν ἐθελόντων ἃ χρὴ λέγειν ἀποδεί- ξητε· ὅ δ’ οὐκ ἔστιν, ἄν τις μὴ τῆς ἐπιτιμίας ἀδίκως [*](6 cf. ad p. 116, 16 14 Plat. Gorg. p. 516 D. Isocr. p. 9 b) [*](1 λέγειν inserui e Ma om Ρ 2 ἀπατήσας scripsi ἀπα- τηθεὶς MaP ἀπάτης Cobet 5 ἀλοῦς scripsi ἥλων MaP) [*](7 οὐχ Ma | τιμηθήσομαι scripsi τιμήσομαι MaP 9 τοῖς scripsi τὸν Ma τῶν Ρ 10 τοὺς Ρ | ὧς Gasda at cf. 1. 16) [*](11 καθεκάστην Ρ 12 οὐ cscripsi e Ma οὐδὲ Ρ 17 οὕτω inserui om MaP 22 ἐθελόντων scripsi ἐλευθέρων MaP | ἀποδείξητε scripsi ἀποδείξετε MaP 23 ὃ scripsi τό MaP | ἔστιν, ἂν scripsi e Ma ἔστι κἂν Ρ)

161
ἢ τοῦ ζῆν ὅλως ἐκπέσῃ, τοῦτο γέρας δικαίας πολιτείας; οὐδ’ ἐγγύς. ὥσπερ γὰρ οὐδ’ εἰ πονηρὸς ἠλέγχθην, ἱκανὸν ἂν ἦν εἰς λόγον ζημίας τὸ μὴ τυχεῖν δωρεᾶς, οὕτως οὐδὲ χρηστῷ φανέντι τὸ μὴ τιμωρίας ἀρκεῖ.

εἰ μὲν οὖν οὗτος αὐτὸς περὶ ἀρετῆς κεκριμένος καὶ ψῆφον εἰληφὼς ὧς φιλόπολις καὶ δικαιότατος ἀν- θρώπων καὶ σωφροσύνῃ διαφέρων ἐκάκιζέ μου τὰς ἀφέσεις ὧς ἀποφυγὰς ὀνειδίζων, εἰκότως ἀμείνων ἂν ἔφασκεν εἶναι τοῦ μὴ πονηροῦ κριθέντος, ἀγαθὸς γνωσθεὶς δηλαδή· εἰ δ’ ἐγὼ μὲν <μεγάλας> εὐθύνας ὑπέσχηκα τῶν βεβιωμένων, οὗτος δὲ οὐδὲ μικράν, ἐμοὶ μέν, εἰ μηδὲν ἄλλο, τό γε μηδὲν ἠδικηκέναι δέδοται· σὺ δ᾿ οὐχ ὅπως ἀγαθὸς ὤν, ἀλλ’ οὐδ’ ὡς οὐκ εἶ πο- νηρὸς ἔγνωσαι. τί οὖν τὰ σοφά σοι ταῦτα· οὐ κέκρι- σαι δίκαιος, ὅτι μὴ κλέπτης, οὐδ’ ὅτι μὴ παρα- νομεῖς, ἔννομος; σὺ δὲ οὐδὲ τὴν τοῦ μὴ | παρα- [*](H. IX 38) νομῆσαι ψῆφον εἴληφας οὐδὲ ἄλλο τῶν ἀδίκων οὐδὲν ἀφεῖσαι μὴ πεποιηκέναι. εἰ δὲ καὶ τοῦ κριθῆναι σαφῶς ἀγαθὸν τὸ μὴ πονηρὸν ἡττᾶται, τοῦ γε μὴ κάκιστον ἐγνῶσθαι τὸ μηδ’ ἀγαθὸν δόξαι πόσῳ σεμνότερόν ἐστιν;

27. Ὁ δὲ καὶ ὠνείδιζέ μοι τὸ πλῆθος τῶν ἐγκλη- μάτων. τοῦτο γὰρ λοιπὸν ἦν καὶ Κεφάλου πειραθῆναί με κατηγοροῦντος. οὗτος δὲ μᾶλλόν ἐστι τῶν ἡττημέ- [*](2 cf. ad p. 141,3 8 Plat. Phaed. p. 107 C 14 p. 121,2) [*](3 ἱκανὸν — δωρεᾶς inserui e Ma om Ρ 7 σωφροσύνῃ scripsi δικαιοσύνη MaP 8 ἀποφυγὰς ὀνειδίζων scripsi ὀνειδίζων ἀποφυγάς MaP 10 μεγάλας inserui om MaP 12 μηδὲν scripsi e Ma μὴ δ’ Ρ | τό γε scripsi τό. τε MaP) [*](13 ὧς οὐκ εἷ scripsi ὡσεὶ MaP 15 κλέπτεις Ma cf. p. 121, 3 20 μὴ δ’ MaP 23 καὶ delendum censet Hert- linus 24 ἡττημένων scripsi ἡττωμένων MaP)

162
νῶν συκοφάντης. ὡς ὁ μὲν αἰτίας οὐκ οὖσ’ ἃς συμφο- ρήσαντες καὶ ὀνειδῶν ὀνόματα κατηγόρουν, πρᾶγμα εἰωθός· οὑτοσὶ δὲ τὰ σεμνολογήματά μου διέβαλλεν, ὧς ἐλαττώματα. οὐχ αἶ γραφαί, Κέφαλε, τἀδικήματα ποιοῦσιν εἷναι, ἀλλὰ τὰ μὲν ὄντα εἰς φῶς ἄγουσι, τὰ δ’ οὐ γεγενημένα μᾶλλον ὡς οὐ γεγένηται βεβαιοῦσι, τὴν ἄδικον δὲ βλασφημίαν εἰς τοὺς εἰπόντας αὐτοὺς τρέπουσι. τὰ ψευδῆ γὰρ ὀνείδη τοῖς εἰποῦσιν, οὐ τοῖς οὐδὲν ἀδικοῦσιν ὀνείδη γίγνεται, καθάπερ βέλος ἰσχυροτέρῳ προσπεσὸν εἰς τὸν ἀφέντα πάλιν ἀναστρέ- φει καὶ πολλάκις ἔτρωσεν αὐτὸν τὸν βαλόντα.

οὐκ- οῦν οὐ τὸ κριθῆναι πολλάκις ὄνειδος, ἀλλὰ τὸ μηδ’ ἅπαξ ἐν ἀγῶσιν ἁλῶναι τοσούτοις ἔπαινος, καὶ τὰ πρὸ τῆς κρίσεως αἰσχρὰ τῶν ὀνομάτων, κλοπὴ καὶ δωρο- δοκία καὶ τὰ τοιαῦτα, τῷ μηδενὶ τούτων ἐνόχῳ φα- νέντι πρὸς εὐφημίαν περιίσταται, καὶ συμβαίνει τοὺς κατηγόρους ἐπαινέτας ἀναφαίνεσθαι καὶ μὴ βουλομέ- νους ὧν κατηγόρησαν <μέν> ἐξελέγξαι δὲ οὐχ οἶοί ἐγένοντο. αὐτοὶ γὰρ ἐπέδειξαν ἀγαθοὺς <οὓς> ἠδυνήθησαν θέλοντες ἐλέγξαι πονηρούς. καὶ οἷς οὐδὲ ψευδομαρτυριῶν ἄν τις ἐπισκῆψαι δύναιτο, τούτοις ἄκοντες οἱ ἐχθροὶ ἀρετὴν μαρτυροῦσι. καὶ παράπαν [*](1 Dem. p. 152, 6 | Dem. cor. p. 230, 6 21 cf. ad p. 156, 1 22 cf. p. 138, 8) [*](1 ὧς scripsi ὥστε MaP | οὔτοι olim scripsi | οὐκ οὔσας scripsi e Ma cum Spengelio et Cobeto ἀκούσας Ρ δοκούσας olim conieci 3 οὑτοσὶ scripsi e Ma οὗτος Ρ | μου scripsi e Ma μοι Ρ 4 ἐλάττον Ma 5 εἷναι om Ma 6 δὲ Ma | μᾶλλον om Πα 9 γίνεται Ρ 10 ἀναστρέφει scripsi e Ma cum Cobeto ἀνατρέφει Ρ 12 μὴ δ’ MaP 13 τοσούτοις scripsi τοσοῦτος MaP 18 μέν inserui auctore Cobeto om MaP 19 οὓς inserui ante οὐκ cum Hertlino et Cobeto om MaP 22 μαρτυροῦσιν ἀρετὴν Ma)

163
εἰπεῖν, ᾠκοδόμηται τὰ δικαστήρια τοῖς πονηροῖς μὲν ἐναλίσκεσθαι, τοῖς δὲ ἀγαθοῖς ἐνεπιδείκνυσθαι. ὅπου γὰρ τῆς κακίας, ἐκεῖ καὶ τῆς ἀρετῆς ἡ κρίσις, ὡς τὸ αὐτὸ θέατρον ἀμουσίας τε καὶ μουσικῆς. καὶ τῶν ἐναντίων οἱ αὐτοὶ κάθηνται κριταί. μιᾶς γὰρ ἄμφω τέχνης εἰδέναι, καὶ οἱ δικασταὶ μίαν ἔχοντες ἐμπειρίαν ἀγαθοῦ καὶ πονηροῦ βίου οὓς μὲν ἂν φλαύρους ὑπο- νοήσωσι, ζημίαν ἐπιβάλλουσι τούτοις, τοὺς δὲ νικῶν- τας ἐπὶ τὰς τιμὰς προπέμπουσι, τοὺς δὲ οὐκ ἐξετα- σθέντας οὔτε κολάζουσιν οὔτε τιμῶσιν.