Declamatio 15

Libanius

Libanius, Declamatio 15, Libanii Opera, Vol 6, Declamationes XIII-XXX, Teubner, Foerster, 1911

εἰ περὶ τοῦ πότερος ὑγιεινότερος ἦν ἡ κρίσις, οὐκ ἂν τὸν ἄνοσον προὔθετε; ἤ τὸν ἐμπίπτοντα μὲν εἰς πολλὰς καὶ παν- τοίας νόσους, ἀναφέροντα δὲ διὰ τὴν ἰατρείαν καὶ φαρμάκοις πικροῖς καὶ τομαῖς καὶ πρὶν ἰαθῆναι τὸ πρῶτον ἑτέρου νοσήματος ἀρχόμενον πάλιν καὶ παρά- παν εἰπεῖν ἰατρευόμενον διὰ βίου καὶ δυσθανατοῦντα μέχρι γήρως; Ἄπολλον, ἀμείνων μεντἂν ἦν ἀποθανὼν ὑπὸ τῆς πρώτης νόσου καταμείνας ἐν αὐτῇ μᾶλλον ἣ πειρώμενος ἄλλοτε ἄλλου πάθους. σώματος μὲν οὖν ἕξις ἀρίστη ἡ μὴ χρῄζουσα ἰατροῦ, ψυχῆς δὲ ἡ δικα- στοῦ μὴ ἐφιεμένη, ἰατρεῖα γὰρ τῶν κατὰ ψυχὴν νοση- μάτων τὰ δικαστήρια. ἐν οἷς οὗτος ἀεὶ κατατριβόμενος οὐδὲ κατατεμνόμενός πω τέλεον ἰάθη, ἀλλὰ δοκεῖ, ἐγὼ δὲ ὁλόκληρος, ὑγιής, ἀπροσδεὴς ἀναγκαίου φαρμάκου.

38. Καὶ οὐδὲ τὸν ἅπαξ αἰτιαθέντα θείη τις ἂν ἐξ ἴσου τῷ μηδὲ ἅπαξ, εἰ καὶ σῶμα νοσῆσαν ἰαθὲν χεῖ ρον τοῦ μὴ νενοσηκότος, μή τοι γε τούτῳ πρὸς ἐμὲ λόγος ἐστίν, ὅς κοινὸς πρόκειται σκοπὸς τοῖς γραφο- μένοις, ᾧ πάντες ἐμμελετῶσιν οἱ ῥήτορες. οὐδεὶς ὅς οὐχὶ κατὰ τούτου λέγει, καὶ τὰ μειράκια ἐκ τῶν τού- [*](2 cf. p. 118, 17 9 Plat. rep. III p. 406 B) [*](2 <ἀφείθη τῆς αἰτίας, ἐγὼ δ᾿> inserui 3 ἐκρίθη scripsi ἐκρίθην MaP 5 προὔθετε; scripsi auctore Cobeto προὔθετο· MaP 8 ἐχόμενον Gasda 9 διὰ ἰατρευόμενον Ρ | δυσθανατῶντα Ma sed α(2) in ras m 2 10 μέντ’ ἂν Ρ 14 μὴ γα sed ἡ ex ὲν corr m 3 | ἰατρεῖα scripsi auctore Gasda ἰατρεῖαι MaP cf. p. 176, 22 16 κατατεμνόμενος Ma sed τεμν in ras m 2 19 μὴ δὲ Ρ μὴ δ’ Ma 20 καίτοι olim scripsi 21 ἔστω? | τοῖς γραφομένοις σκοπὸς Ma 22 ὃς Ma sed ’ς in ras m 2 23 λέγοι Ma)

139
του κατηγοριῶν τῆς ῥητορικῆς ἄρχεται. ἀντίθες ἐν βραχεῖ τοὺς βίους. οὐδεὶς κατήγορος ἐλέγξει, οὐδὲ] οὐδείς, ὅτι τὰ μικρότατα ᾐτιάθην· τὰ μέγιστα ἐνεκλή- θης. | οὐδὲ ἐκ τύχης ἁμαρτεῖν ἔδοξα· ἐφ’ ἑκουσίοις [*](H. IX 62) ὑπωπτεύθης. ἐβουλεύσαντο πολλάκις, εἰ σὲ ζῆν ἐάσου- σιν· οὐδ’ αἰτιάσασθαί μέ τις ἐβουλεύσατο. ἐπῃνούμην· ἐνεκαλοῦ. ἐστεφανούμην· ἐκινδύνευες. ἐκρίνου· ἐδίκα- ζον. ἱκέτευες· ἠλέουν. πολλάκις σε κἀγὼ παρῃτησάμην.

39. Τρία τοίνυν πρὸς ταῦτα βιάζεται· ἕν μέν, ὧς οὐκ ἐκρίθην παρὰ σοῦ, ὥστ’ οὐδὲ κατηγόρημαι " τὸ κατὰ σέ. ἕτερον δέ, ὡς εὐτυχία τὸ κατηγόρου μὴ τυχεῖν, οὐδεμία ἀρετή· τρίτον, ὡς αὐτὸς μὲν ἀνειμένῃ παρρησίᾳ χρώμενος καὶ οὐδὲ κίνδυνον ὑποστελλόμενος εἰκότως ἐν κρίσεσιν ὢν διατελεῖ, ἐμὲ δὲ εὐλαβέστερον πολιτεύεσθαι. πρὸς ἕκαστον δὴ τούτων εἰπεῖν ἀνάγκη.

40. Πρὸς μὲν οὖν τὸ οὐκ ἐγράψω με, ὅτι μὲν οὐδὲ οὗτος ἐμέ, ἴσον πρὸς ἴσον ἂν εἶναι δοκοίη, ἀλλ’ ἐκεῖνό γε οὐκ ἴσον· ἐμὲ μὲν οὐδ’ ἄλλος οὐδείς, τοῦτον δὲ πλὴν ἐμοῦ σχεδὸν πάντες. εἰ δὲ σεμνὸν ὑφ’ ἑνὸς μὴ κριθῆναι, πόσῳ τὸ μηδ’ ὑφ’ ἑνὸς ἐντιμότερόν ἐστι;

41. Πρὸς δὲ τὸ τῆς Τύχης σκοπεῖτε ὧς μετρίως ἐρῶ. ἐγὼ μὲν παντὸς καλοῦ τὴν Τύχην ὑπολαμβάνω τοῖς ἀνθρώποις αἰτίαν εἷναι καὶ οὐδ’ ὁτιοῦν κατορ- [*](11 Dem. p. 1299, 14 13 Dem. p. 54, 28) [*](1 κατηγοριῶν scripsi κατηγόρων MaP 2 ἐλέους Ma | οὐ- δὲ cancellavi 3 ὅτι scripsi ὅστις MaP | ᾐτιάθην scripsi ᾐτιάθη MaP | ταμέγιστα Ρ 4 ἔδοξας Ρ 5 ὐπωπτεὐθης Ma sed πω in ras m 2 8 ἠλέσθαι Ma 9 τοίνυν Ma sed ὗν in ras m 2 10 κατηγόρημαι Ma sed ’μαι in ras m 2 12 μὲν scripsi οὐκ Ma om Ρ 13 οὐδένα olim scripsi 16 μὲν οὐδὲ scripsi e Ma δὲ μὴ δὲ Ρ 17 et 18 ἶσον MaP 18 μὲν] δὲ Ma 19 δὲ scripsi δὴ MaP 20 μὴ δ’ MaP)

140
θοῦσθαι ὑφ’ ἡμῶν ἀποστατούσης τῆς θεοῦ, ἐπεὶ καὶ τὸ νικᾶν ἐν τοῖς δικαστηρίοις οὐδ’ αὐτὸ μόνον δει- νότητος, εἰ μὴ καί τις εὐτυχία προσγένοιτο. καὶ τοῦ προαιρεῖσθαι τὰ βελτίω τῇ Τύχῃ δίδωμι τὴν ἡγεμο- νίαν. ὁρῶ δὲ ἅπαντας ἐφ’ οἷς εὐτυχοῦσι τιμωμένους, καὶ τῶν κατορθουμένων εἰσὶν αἰ τιμαὶ καὶ στρα- τηγῷ καὶ ῥήτορι, οἱ δυστυχοῦντες δὲ καὶ τῶν δωρεῶν ἀποτυγχάνουσιν. ἄτοπον οὖν, εἰ τὸν δυστυχεῖν ὁμολο- γοῦντα ὡς κατορθοῦντα τιμήσετε. οὐ μὴν οὔθ’ οὗτος ἑκουσίως δυστυχεῖ, ἀλλ’ ἐκ πολυπραγμοσύνης καὶ προ- πετείας ἐν οἷς πολιτεύεται, οὔτ’ ἐμοὶ τὸ τῆς ἄλλων καὶ τῆς σῆς αἰτίας ἐκτὸς εἶναι αὐτόματον εὕρημά ἐστιν, ἐκ προνοίας δέ, εἴπερ τι καὶ ἄλλο, καὶ τῆς τοῦ τί λεκτέον καὶ μὴ φροντίδος. ἐπισφραγίζεται τὴν ἀσφά- λείαν τῶν βουλευμάτων ἡ Τύχη.

ἔστι δὲ ταῦτα τίμια τῶν ἐν ἀνθρώποις, ὅσα καὶ βεβούλευται καλῶς καὶ τετύχηκε τοῦ κατὰ γνώμην τέλους, τὰ δὲ τῆς βου- [*](H IX 63) λεύσεως ἁμαρτόντα ἢ παρὰ | γνώμην ἀτελῆ καὶ τῇ προαιρέσει καὶ τῇ τύχῃ. σὺ δὲ ἀπροβούλευ- ’τον ἕρμαιον ἡγῇ φυλάξασθαι κακοήθειαν ἐχθροῦ, φθό- νον βασκάνου μὴ μετὸν προνοίας ἀκριβοῦς. πολλοὶ κἀμὲ παρατηροῦσιν, οἷς ἔθος εἰκῆ ὡς ἀέρος δεδράχθαι κακοῦ, καὶ εἰ τι σαθρὸν ἀκριβῶς σκοποῦσιν. ὅτι γὰρ μόνος οὐ κέκριμαι τῶν Ἀθήνησι πεπολιτευμένων, αὐτῇ τῇ καινότητι φθονοῦσι <καὶ> φιλονεικοῦσι, τίς [*](18 Dem. p. 716, 3 22 cf. Suid. s. v. ἀέρα δαίρειν cum nota Bernhardyi (et t. IV p. 1778) 23 Dem. p. 24, 7; 155, 29) [*](8 δυστυχῆ Ma 17 βουλεύσεως scripsi βουλήσεως MaP) [*](18 ἁμαρτόντα γα sed τόντα in ras m 2 | παρὰ scripsi περὶ MaP 21 μετὸν scripsi μετὰ MaP 22 εἰκῆ scripsi εἴη MaP ἐστὶν Hertlein εἴ τις Cobet | ὧς ἀέρος] σαθρός Cobet) [*](23 ὅτι scripsi ὅσω MaP 25 καὶ inserui om MaP)

141
Κέφαλον γράψεται.

τί ποτ’ οὖν οὐχὶ τολμῶσιν; ἀπαριθμούμενοί μου τὰ πολιτεύματα οὐδὲν ὑπαίτιον εὑρεῖν ἔχουσιν, οὐδ’ ἐγγύς, οὐδ’ εἰ μὴ ἀληθές, εἰκός γε πρὸς πίστιν. φέρε ἐκ τῶν ἰδίων τι λάβωμεν ἐπιτη- δευμάτων. οὐδ’ ἐκ τῶν κατ’ οἶκον οὐδ’ ὁτιοῦν ὧν ἂν αἰτιῶνται ὁρῶσιν ἐπιτήδειον εἰς μέμψιν. ἄβατος αὐτοῖς οὑμὸς βίος. διὰ τοῦτο καὶ μὴ βουλόμενοι σιω- πῶσιν. Ἀριστοφῶν δέ, εἰ καὶ μηδὲν ἀπηρυθριακὼς ἀδίκημα μηδ’ ἐπ’ αὐτοφώρῳ τετόλμηκεν, ὡς εὐθὺς ἡλωκέναι, δοκεῖ δι’ ἀπορρήτων ἐπιχειρεῖν τισι καὶ κακοῦργος εἶναι τῇ τέχνῃ τοῦ λαθεῖν. ὧν ἔστω μέν, ὦ ἄνδρες Ἀθηναῖοι, μηδὲν ἀληθές, οὐδ’ ἐγὼ βούλομαι, ἅ δ’ οἱ κατήγοροι λογιζόμενοι θαρροῦσι πεῖσαι καὶ δι’ ὧν εἰς τὸ κατηγορεῖν ὑπάγονται, φράσω.

δῶρα μὲν Ἀριστοφῶν οὐ δῆλός ἐστιν εἰληφώς, εἴρηκε δὲ οἷά τις ἂν λαβών. τὰ φώρια μὲν ἐν χεροῖν οὐκ ἔχει τῆς κλοπῆς, τεκμήρια δ’ ὅμως παρέσχηται. ἄντικρυς μὲν οὑτωσὶ τοῖς νόμοις οὐκ εἶπεν ὑπεναντία, οὐκ ἀκόλουθα δέ. ταύταις εἰσάγουσι ταῖς ἐλπίσιν, ὧς οὐ πόρρω τοῦ πονηρὸν εἶναι δοκεῖν. οὔτε γὰρ <οὕτω> φιλαίτιος οὐδεὶς ὧς τὸν ἄχραντον πάντη καὶ κατὰ μηδὲν αἴτιον ἀλόγως συκοφαντεῖν, οὔθ’ οὕτως ἀπράγ- μων πόλις, ὅπου καὶ τοὺς κατὰ μικρὸν ὑπόπτους [*](3 cf. p. 161,2. Dem. p. 229,12; 258, 14 16 Theodoret. graec. aff. cur. II 114 p. 67, 1 ed. Raeder) [*](2 ἀριθμούμενοι Ma 4 τί MaP 5 ὧν ἂν ex ἂν ὧν corr Ma 2 6 ἐπιτήδειον scripsi ἀνεπιτήδειον MaP 7 διατοῦτο MaP 8 δ’ Ma | ἀπηρυθριακότως olim con- ieci 9 μὴ δ’ MaP 11 θανεῖν Ma 13 ἃ scripsi ἧ MaP | καὶ ante πεῖσαι Ρ delevi | πείσειν? 15 δ’ Ma 16 ἔχοι Ρ 18 οὑτοσὶ Ma et olim scripsi at cf. p. 156, 9 20 οὕτω inserui auctore Gasda om MaP 21 καταμηδὲν Ρ 23 ὀποῦ Ma sed ὅ in ras m 2 | καὶ τοὺς κατὰ μικρὸν)

142
ἀθῴους ἐῶσιν, ἀλλ’ εἰσὶν οἱ συκοφάνται θρασύτεροι μὲν τοῦ τοὺς φανεροὺς ἐλέγχους ἀναμένειν, εὐλαβέ- στεροι δὲ τοῦ καὶ τοὺς ὅλως ἀναιτίους κρίνειν.

διὰ τοῦθ’ οἱ αὐτοὶ πρὸς μὲν ἐμέ εἰσιν ἀπράγμονες, ἐπὶ τοῦτον δὲ φιλαίτιοι, ὡς καὶ τῶν τειχῶν ὅσα μέν ἐστιν ἁλώσιμα, τούτοις καὶ μηχανὰς προσάγουσιν οἱ πολέμιοι, τοῖς δὲ ἀναλώτοις οὐδὲ πειρῶνται. οὑτωσὶ μὲν [*](H. IX 64) οὖν ἔδοξεν αὐτοῖς, οἱ δ’ οὐχ εὗρον καίπερ ὄντες σοφοὶ μηχανὰς αἷς αἱρήσουσί με. ἀλλὰ καὶ τὰς ἐπιβουλὰς αὐτῶν ἀπέστησα τῷ πιστῷ τοῦ τρόπου, τοὺς τούτου δὲ ὑμεῖς ἀπεκρούσασθε κατηγόρους, ὥσπερ τινὲς χρη- στοὶ σύμμαχοι, ἐπεί, τό γε εἰς τὴν ἑαυτοῦ προαίρεσιν, πάλαι ἂν ἐξεπεπολιόρκητο.