Declamatio 14
Libanius
Libanius, Declamatio 14, Libanii Opera, Vol 6, Declamationes XIII-XXX, Teubner, Foerster, 1911
νῦν δ’ ἡ μὴ δι- καίως τὸν πόλεμον κρίνασα Τύχη τήν τε πόλιν ἐταπεί- νωσε κἀκ τῆς ἐμῆς οἰκίας ἀνέδειξε τύραννον. ὃν ἐγὼ μὲν ἠξίουν ἐμποδὼν ἵστασθαι τῷ Πείσωνι, τῷ Μηλοβίῳ, τῷ Δρακοντίδῃ, τῷ Χαρικλεῖ, τοῖς ἄλλοις καὶ τὸ πλῆθος ὑμῶν ἰσχυρότερον τῶν παρανόμου δυναστείας ἐπιθυ- μούντων ποιεῖν. ὁ δέ, οἴμοι, πάντων αὐτὸς ἔδοξεν εἶναι πονηρότατος, καὶ τῶν ὑπὸ τοῦ κοινοῦ τολμωμέ- νων τὸ πλέον τῆς αἰτίας ἐπ’ ἐκεῖνον ἤρχετο, καὶ] ὅτε δὴ τὰ πράγματα ὑπ’ αὐτῶν εἴχετο καὶ πᾶς μὲν χρη- στὸς παρέωστο, τῶν κακούργων δὲ καὶ μοχθηρῶν καὶ κακίστων ἦν τὸ δύνασθαι πολλοί τε τῶν ἐπιεικεστέρων οἶ μὲν ἔφευγον, οἱ δὲ ἀπέθνησκον.