Declamatio 14

Libanius

Libanius, Declamatio 14, Libanii Opera, Vol 6, Declamationes XIII-XXX, Teubner, Foerster, 1911

δοκεῖ δ’ ἔμοιγε κἂν αὐτὸς ὁ νομοθέτης, εἴ τις αὐτῷ προεῖπε θεῶν ὅτι ἔσται τις πατὴρ οὕτω δημοτικὸς καὶ πάντα ὕστερα τῆς ἐλευθερίας ἄγων, ὥστ’ αὐτὸς ἐκκόψαι παῖδα τύραννον, προσγράψαι ἄν· τῷ τοιούτῳ δὲ ἐξέστω καὶ θάπτειν. οὐ γὰρ δὴ σοφίᾳ γε τῶν ἄλλων δια- φέρων καὶ κατὰ τοῦτο νομοθετεῖν ἠξιωμένος ἠγνόησεν ἂν ὧς ἁμιλλᾶσθαι δεῖ τοὺς εὖ παθόντας τῇ τιμῇ πρὸς τὴν τόλμαν τῶν πεποιηκότων καὶ τὸν πλέον τι τῶν ἄλλων δεδρακότα πλέον τι τῶν ἄλλων ἔχοντα ἀποπέμ- πειν.