Declamatio 14

Libanius

Libanius, Declamatio 14, Libanii Opera, Vol 6, Declamationes XIII-XXX, Teubner, Foerster, 1911

25. Νόμον οὖν, φησίν, εὖ ἔχοντα σοὶ χαριζό- μενοι λύσομεν; μηδαμῶς. ἀλλ’ ἔστω μὲν ὁ νόμος κύριος κατὰ τῶν ἢ ὑπὸ δούλου τινὸς ἢ τῶν δορυφο- ρούντων ἢ κόλακος ἢ καὶ γυναικὸς τὴν πληγὴν δεξα- μένων, καὶ γὰρ ὑπὸ τῶν τοιούτων γίγνονται πληγαὶ πολλάκις ἀμελουμένων, πατρὶ δὲ θάπτειν ἐπιτρεπέτω τὴν προσηγορίαν τοῦ κτείναντος αἰσχυνθείς.