Declamatio 14
Libanius
Libanius, Declamatio 14, Libanii Opera, Vol 6, Declamationes XIII-XXX, Teubner, Foerster, 1911
20. Ἀνάσχεσθε δὴ κἀμοῦ μεταβαλλομένου καὶ χωρί- ζοντος ἀπὸ τῶν αἰτιῶν τὸν νεκρόν. εἰ μὲν γὰρ δύ- νασθέ με ποιῆσαι μὴ γεγονέναι πατέρα Κριτίου, ποι- ήσατε καὶ οὐδὲν ἀκούσεσθε τοιοῦτον· εἰ δ’ ἐκεῖνο ἄλυτον καὶ οὐδὲ θεῶν τῳ δυνατόν, ἐνέγκατε τὰ τῆς φύσεως, πρὸς θεῶν, ἧς τὴν ἰσχὺν ἀκριβέστερον ἴδοι τις ἂν ἐν τοῖς θηρίοις. τὰ γὰρ ἄγρια καὶ ἀνήμερα [*](RIV 454) Ι καὶ λογισμὸν οὐκ ἔχοντα καὶ προαποθνήσκει τῶν ἐγγόνων καὶ τεθνεῶτα θρηνεῖ. τί οὖν παράλογον ἄνδρα Ἀθηναῖον τῶν χρηστοτέρων ἴσως εἶναι δοκοῦν- τα τὸ τῶν θηρίων παθεῖν;