Declamatio 14

Libanius

Libanius, Declamatio 14, Libanii Opera, Vol 6, Declamationes XIII-XXX, Teubner, Foerster, 1911

καίτοι τὸ ξίφος γε ἐπ’ αὐτὸν λαμβάνων οὐχ οὕτω διεκείμην, ἀλλ’ ὧς οὐκ ἄταφον ἐκρίψων μόνον, ἀλλὰ καὶ κατακόψων τὸ σῶμα καὶ πᾶσαν αἰκίαν αἰκιούμενος, τοσοῦτος ἦν ὁ θυμός· ἐπεὶ δὲ ἔπληξα καὶ κατήνεγκα καὶ ὁ μὲν τύραννος ἐπέπαυτο, τὸ σῶμα δὲ ἔκειτο, κατὰ μικρὸν εἰς τὸ πατὴρ εἶναι τοῦ πεσόντος ἐπανηρχόμην. ἡ μὲν γὰρ ὕβρις ἢν ὕβριζεν ἀντὶ πατρὸς ἐποίει με δυσμενῆ, ἡ τελευτὴ δὲ ἀντὶ πολεμίου πατέρα.