Declamatio 12
Libanius
Libanius, Declamatio 12, Libanii Opera, Vol V, Declamationes I-XII, Teubner, Foerster, 1909
ἀλλὰ μικρὸν τὸ ἐνθύμημα μίαν ἀπολέσαι πόλιν, ἕνα διαφθεῖραι δῆμον. σὺ δὲ ἐπὶ τὴν στρατηγίαν παρελθὼν καὶ τριήρων, ὅπλων, καταλόγων, ἱππέων, χρημάτων καταστὰς κύριος, δυνάμεως τοσαύτης, συμμαχίας, τῆς κατὰ θάλατταν ἀρχῆς κατὰ πάντων ἀνθρώπων ὄφθητι γενναῖος καὶ πρὸς ἅπαντας μισάνθρωπος.