Declamatio 12
Libanius
Libanius, Declamatio 12, Libanii Opera, Vol V, Declamationes I-XII, Teubner, Foerster, 1909
δύνασαι δὲ ἀρκέσαι πρὸς τὴν | Τίμωνος ἐπιθυμίαν. στοχάζομαί [*](RIV 197) σου τῆς πολιτείας. τὴν φύσιν ἐπιγινώσκω τὴν σήν, Ἀλκιβιάδη. μείζω φρονεῖς τῶν νόμων. ταπεινὴν ἡγῇ τὴν δημοκρατίαν καὶ τοὺς νόμους τοῦ Σόλωνος, μικρὸν Περικλέα καὶ φαῦλον νομίζεις τὸ Θεμιστοκλέους παρά- δειγμα, τὴν ἀκρόπολιν περινοεῖς, τὸν ζῆλον ἄγεις πρὸς Πεισίστρατον, τυραννίδος ἐραστὴς τυγχάνεις. τὰς Λα- κεδαιμονίων περιμένεις εἰσβολάς.