Declamatio 12

Libanius

Libanius, Declamatio 12, Libanii Opera, Vol V, Declamationes I-XII, Teubner, Foerster, 1909

’Αποπνίγομαι, νὴ τοὺς θεούς, καὶ παραρρήγνυ- μαι τὴν χλεύην οὐ φέρων καὶ τὸν γέλωτα ἐκείνου τὸν πολύν. ἐκκόψατε δὴ τοὺς καταράτους ὀφθαλμούς. ὦ πεντακόσιοι, τοὺς ἐμοὺς τοὺς προδότας τῆς ἐμῆς ἀνδρίας γενομένους. οὗτοι γὰρ πρῶτοι τὸ κακὸν ἐδέ- ξαντο καὶ τὸ κάλλος δι’ αὐτῶν εἰσρυὲν τὸν λογισμὸν τὸν ἐμὸν κατεδουλώσατο.