Declamatio 12

Libanius

Libanius, Declamatio 12, Libanii Opera, Vol V, Declamationes I-XII, Teubner, Foerster, 1909

ὑπὲρ τὸ μειράκιον τὸ Θετταλὸν τὰ τῆς μεταβολῆς ἐστί μοι, ὃ τὸ Πήλιον καταλιπὸν καὶ τὴν μελίαν ἐπὶ τὴν Σκῦρον ᾔει καὶ τὸν παρθενῶνα καὶ τῇ προσηγο- ρίᾳ καὶ τῷ βλέμματι καὶ τῇ στολῇ πρὸς τὸ θῆλυ τὴν φύσιν ἐξεβιάζετο, ἐγὼ δ’ ἐκ τῆς ἐρημίας ἐπὶ τὴν πόλιν, ἐκ τῆς ἐσχατιᾶς ἐπὶ τὰς Ἀλκιβιάδου θύρας. καὶ κώμοις καὶ μέθαις ἐγκαλινδοῦμαι τὸν μονήρη βίον· ἐκεῖνον ἀποθέμενος, καὶ τἀς χείρους ἀνταλλάττομαι προσηγορίας τῶν φιλτάτων κόλαξ ἀντὶ Τίμωνος ἀκού- ων, ἐραστὴς ἀντὶ μισανθρώπου.

ἐμπομπεύει δ’ [*](3 cf. ad p. 491, 13 9 cf. p. 551, 10 10 Philostr. im. II 3; 17. Themist. or. XXIV p. 308 c 11 cf. t. IV 455, 3 sq. 15 Luc. Tim. § 42 18 hypoth. ad Dem. Lept. p. 456,17. Luc. adv, indoct. § 10. apol. ’ξ 4) [*](1 ἀγώνων HLa 2 καὶ — 4 μοι citat Plan fol 105 v 3 ἀναστρέφει HLaD et γρ in marg Mor ἀντεστράφη Va 6 ἀλκιβιάδη D | ἁμιλλώμενος HVaCl 1 ἐπ’ ἐμαυτῷ non post ἀνθρώποις sed post 8 ἀπάντων Va 8 κατεγέλων BMa sed in hoc γρ καταγελῶν in marg m 3 καταγέλων Οἶ’ 10 ὃ τὸ] ὅτι HBVa Va sed in hoc ἴ’ ex ὁ corr, MaCl | Πήλιον scripsi e La BVaMaCl cum lacobsio Phil 248 et Gasda πύλιον HD edd | καταλιπὼν Va καταλιπῶν La | ὅτε post μελίαν Mor del Re) [*](11 Σκῦρον scripsi e La coll p. 311, 7 et Arcad. p. 69, 7 ed. Barker Σκῦρος ἡ νῆσος σκύρον reliqui libri edd | εἴη B 13 voce ἐξεβιάζετο inc Cr fol 16 v at pleraque abrasa sunt | δὲ D VaMaCl 14 Ἀλκιβιάδου θύρας scripsi e CrHLaDVaMaCl ἀλκιβιάδου χεῖρας Β θύρας Ἀλκιβιάδου edd 18 ἀντὶ La sed τὶ inser s)

555
Ἀλκιβιάδης τῇ ἐμῇ συμφορᾷ καὶ πᾶσιν ἐπιδείκνυται ἀνθρώποις οἶον ἐραστὴν ἐκ τῆς ἐρημίας ἀναστήσας δέσμιον ἔχει παρακολουθοῦντα. καὶ τὸ κεφάλαιον τῶν συμφορῶν, τὸ τῶν ἐραστῶν πλῆθος τὸ μειράκιον ὑπερ- οπτικὸν πρὸς ἡμᾶς ἀπεργάζεται. πάντας γὰρ παντα- χόθεν Ἀλκιβιάδης ἀναδησάμενος τῷ κάλλει, καθάπερ τὴν Δῖός σειράν φησιν ὁ λόγος, μετεώρους ἔχει καὶ βίον οὐκ ἀνθρώπινον ζῆν ἀναγκάζει τοὺς ὑπὸ τῇ τυραννίδι ταύτῃ κατεχομένους. τίς γὰρ Ἱππίας ἢ Πει- σίστρατος, τίς Ἵππαρχος χαλεπὸς οὕτω τοῖς ὑπηκόοις ὡς Ἀλκιβιάδης τοῖς ἐρασταῖς ἡμῖν;

ἴωθεν ἐπὶ τὰς θύρας ἀπαντᾶν δεῖ τὰς προόδους καιροφυλακήσοντας καὶ δορυφορήσοντας τὸ μειράκιον καὶ προσκυνήσοντας, ἂν ὀφθῇ μόνον, ἐκεῖθεν ἕπεσθαι τοῖς νεύμασι καὶ ταῖς ὁρμαῖς ἀκολουθοῦντας εἰς Λύκειον, εἰς Ἀχαδη- μίαν, ἐπὶ τὰς παλαίστρας, πάλιν εἰς ἐκκλησίαν, εἰς βουλευτήριον, ἐπὶ τὸ θέατρον, πανταχοῦ παραγίνεσθαι, ἀγωνιζόμενον ἐπαινεῖν, δημηγοροῦντα θαυμάζειν, ἤδη δὲ καὶ τοὺς προγόνους καὶ τὰ σεμνὰ θρυλεῖν διηγή- [*](6 Luc. lup. trag. § 45 7 II. θ’ 19. Plat. Theaet. p. 153 C. Aristid. t.I p.6,17 Dind.(= t. II p. 343, 3 Keil.) 10 cf. p.44,13sq.) [*](12 Luc. necyom. § 12 | Dem. p. 678,17. Luc. abdic. § 16) [*](3 κεφ(??)α in κεφαλαὶ corr Cl 2 4 ὑπεροπτικὸν πρὸς ἡμᾶς ἀπεργάζεται τὸ μειράκιον Va 5 πάντας — 7 ἔχει citat Plan fol 105 v 8 ἀναγκάζειν Cl | τῇ om Fa 10 ἴπαρχος Οἶ’ sed ’ in ‘ corr m 4 ὕπαρχος Va | οὕτω scripsi e VaMa οὕτως HL BCl om D 12 καιροφυλακήσαντας LaD 13 δορυφορή- σαντας D | προσκυνήσοντας ὢ sed ἡ in ras m 3 προσκυνήσαντας D 15 ἑ ἲς ex ex HLaBVaMaCl ἐς D edd scriptura in ὢ parum certa | λύκιον BVaMaCl | εἰς scripsi e libris sed Bcriptura in θ’ parum certa ἐς edd 17 τὸ ante βουλευτή- ριον D | παραγενέσθαι D 18 δημηγοροῦντα La sed τὰ su- prascr s 19 θρυλεῖν scripsi ex HLa θρυλλεῖν reliqui libri edd cf. ad p. 542, 10)

556
μάτα ἃ κέρδος ἦν σιωπᾶν, τοὺς Ἀλκμαιωνίδας, τὴν τῶν τυράννων κατ’ ἄλυσιν, τὸν μυστικὸν ὁπλίτην τὸν Καλλίαν, τὰς δᾳδουχίας αὐτοῦ, τὸν μετὰ τῶν λαμπά- δων εἰς Μαραθῶνα δρόμον, τὴν ἐν Σαλαμῖνι Κλεινίου ναυμαχίαν ἐπαινεῖν, τὴν Ξανθίππου περὶ Μυκάλην στρατηγίαν θαυμάζειν, τὴν Ἀγαρίστην ἐκπλήττεσθαι, RIV 193 τὴν | Δεινομάχην μακαρίζειν οἷον ἄγαλμα εἰς φῶς ἤγαγε, τὸν Ὀλύμπιον προσκυνεῖν, καὶ οὐκ ἀρκεῖ, τι- μᾶν δὲ ἤδη καὶ Ἀσπασίαν μετὰ Σωκράτους τὴν ἐκ Μιλήτου τὴν ἐξ οἰκήματος ὧς Διοτίμαν ἐπαινεῖν τὴν σοφήν. ταῦτα γὰρ Ἀλκιβιάδης ἀπαιτεῖ παρ’ ἡμῶν καὶ τοιούτοις ἥδεται.