Declamatio 10

Libanius

Libanius, Declamatio 10, Libanii Opera, Vol V, Declamationes I-XII, Teubner, Foerster, 1909

Ἀλλ' ἔστω μέν, εἰ βούλεται, μερίτης, μᾶλλον δὲ περιιὼν ὧς αὑτοῦ τὰς νίκας ᾀδέτω κἂν εἰς τὸν δῆμον βούληται λέγειν ὡς ἐγὼ μέντοι τὸν ταῦτα δρά- σαντα παρεσχόμην ὑμῖν, ἐγὼ τὸν δυνατώτερον τοῦ βασιλέως πλούτου τοῖς τῶν Ἑλλήνων πράγ- μασιν ἔδωκα, λεγέτω, καλλωπιζέσθω, φθόνος οὐδ’ εἰς, ἂν μὴ τῇ τῆς ἀποκηρύξεως ἡμέρᾳ ταῦτα λογίζηται. τοῦτο γὰρ οὐκ ἔτ’ ἀνέξομαι, ὡς οὐ τῆς ἐμῆς τὰ ἔργα φύσεως, ἀλλὰ τῆς ἀτιμίας.

εἰπέ μοι, πρὸς θεῶν, ὦ Νεόκλεις, σὺ μόνος ἐχρήσω τούτῳ τῷ νόμῳ κατὰ παιδὸς ἤ τινα καὶ ἕτερον εἰπεῖν ἂν ἔχοις; εἰ μὲν γὰρ μόνος, ὅρα τί συμβαίνει καὶ τίνα σαυτὸν δεικνύεις Ἀθηναίοις· εἰ δ’ εἰσὶν οἳ ταὐτόν σοι πεποιήκασι, πολλοὺς ἔδει Θεμιστοκλέας εἶναι τῇ πόλει, εἰ τοῦτο ἔργον ἢν ἀποκηρύξεως τοιούτους ποιεῖν τοὺς νέους.