Declamatio 10

Libanius

Libanius, Declamatio 10, Libanii Opera, Vol V, Declamationes I-XII, Teubner, Foerster, 1909

πῶς οὖν πρότερον σιγήσας νῦν γίνῃ πατήρ; οὐκ ἐμὲ κτήσασθαι βαουλό- μενος, ἀλλὰ δι’ ἐμοῦ τὴν ναυμαχίαν, τὴν Σαλαμῖνα, τὴν νίκην, τὰ ναυάγια, τὸν τῶν βαρβάρων φόνον, τὸν βασιλέως δρασμόν. τῶν γὰρ ὑπὸ τῶν παίδων, ὦ ἄνδρες Ἀθηναῖοι, κατωρθωμένων κοινωνοῦσι τῆς δόξης οἱ γεγεννηκότες, καὶ τὸ μὲν θαῦμα τοῦ δράσαντος, ἡ [*](RIV 399) φιλοτιμία δὲ | ἀμφοτέρων.

τοιοῦτον οὖν ἔρ- γον ὑπ’ ἐμοῦ πεπραγμένον οἶον οὔπω πρότερον ἐπεῖ- δεν ὁ ἥλιος, ὃ μεθ’ ὑμῶν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ τῶν ὑμετέρων ἀρετῶν πολὺ τοῦ Μαραθῶνι σεμνό- τερον, ἐκεῖ μὲν γὰρ ἡ πεῖρα διὰ σατραπῶν, τοῦτο [*](11 Her. VIII 97. 100 19 cf. p. 515, 17. [Lys.] epit. § 21. Plat. Menex. p. 240 A. Schol. Aristid. t. in p. 126,16 Dind.) [*](3 τοῦ inserui e Β ut coni Gasda om reliqui libri edd 4 ἀλλ’ — δῆμον; om | I εὔφρανες C 5 νῦν δ’ ante οὐκ CBI Lau 6 ἔφην L sed ’ν add m 2 ἔφη ILau | ταύτην om C 7 Καιρῷ scripsi coll t. IV 361, 23 R καιρῷ libri edd 8 γίγνῃ C | κτήσασθαι scripsi e CBILau αἰτήσασθαι L edd 11 τῶν — 14 ἀμφοτέρων omissa γὰρ particula citat Macarius fol 86 r τῶν om Macar | co ἄνδρες Ἀθηναῖοι om Macar 12 κατορθω- μένων L sed ὁ in ὢ corr κατορθουμένων CBLaii Macar 14 τοιοῦτον in ras L εἰ Lau | μὲν post τοιοῦτον et τὸ post ἔργον I 16 ὃ] ὁ LLau | ὑμῶν scripsi e CBLLau, ut coni Re ἡμῶν I edd βουληθῇ post ἀρετῶν C, πέπρακται I i γασάμην vel tale quid inserendum coni Re | ἐν ante μαραθῶνι Β et coni Mor | τροπαίου post μαραθῶνι Β cf. Arist. Vesp. 711 18 μὲν om C)

503
δὲ αὐτοῦ βασιλέως στρατηγία, κἀκεῖ μὲν πεντήκοντα μυριάδες στρατιᾶς, ἐνταῦθα δὲ πεντακόσιαι, ταῦτ’ οὖν ὁρῶν καὶ συλλογιζόμενος γέγονε μὲν οὐδὲν πρὸς ἐμὲ τῇ γνώμῃ βελτίων, εἰσάγει δ’ αὑτὸν εἰς τὰ πεπραγμένα.