Declamatio 10

Libanius

Libanius, Declamatio 10, Libanii Opera, Vol V, Declamationes I-XII, Teubner, Foerster, 1909

ἧκεν ἐπὶ τούτοις εἰς τὸ δικαστήριον, εἷπέ με κακῶς ὅσα ἠθέλησεν. ἐσίγων ἐγὼ λόγον ἔχων μέν, ἀντειπεῖν δὲ οὐ βουλόμενος, αὐτῷ τούτῳ πρώτῳ δεικνὺς ὡς εἰπεῖν κακός. καὶ ἄμα ἐνεθυμούμην ὡς, εἰ καὶ τὸ [*](2 Aesch. Prom. 884) [*](2 ποῦ ILau πῆ C | φέρῃ L sed ῃ in ras m 2 φέρεις I ῃ φέρεις Lau 4 τοῦ ante θυμοῦ B 9 σεαυτοῦ Cobet Misc 146 at cf. t. IV p. 662, 19 R | ἐγένετο C 10 λέγοντας I 12 αἰσθανομένης C 13 αὐτοῦ I 14 τοιαῦτα B 15 ἔφη ταῦτα εἷναι scripsi e CBI εἷναι ταῦτα ἔφη LLau edd 16 ἑτέρα L sed in ἕτερα corr m 2 18 αὐτὸν libri sed ’ in ’ corr L 2 I 2 corr Mor 19 εἷπε I sed ε(2) in ras m 2 | με om I | ὁπόσα C 21 πρῶτον |)

490
παρὸν διαφύγοιμι, πάλιν ἐπ’ ἄλλοις τισὶν ἥξει φέρων ἀποκήρυξιν. ῥᾴδιον γὰρ εἶναι μισοῦντι πατρὶ συνθεῖ- ναι κατὰ παιδὸς αἰτίας. ἄμεινον οὖν εἶναι μεταστάντα [*](R IV 392) ζῆν ὅπως ἂν συμβαίνῃ | ἢ πράγματα ἔχειν καθ’ ἑκάστην ἡμέραν καὶ ἀπειλῶν ἀκούειν καὶ συζῆν ἀπο- κηρύξεως φόβῳ οἴκοθεν.

τοῦ δὲ μὲν πολλὰ εἰ- πόντος, ἐμοῦ δὲ οὐ φθεγγομένου τὸ εἰκὸς ἐγίνετο παρὰ τῶν δικαζόντων καὶ κατεψηφίσαντο. εἶθ’ οὗτος μὲν ἀπῄει φαιδρός τε καὶ γεγηθώς, ὥσπερ οἱ τὰ τρό- παια ἱστάντες, ἐγὼ δὲ μετρίως φέρων τὴν τύχην. καὶ οὐκ ἂν φαίην ὡς ἠπόρουν τῶν ὑποδεχομένων οὐδ’ ὡς ἤλεγξεν ὁ καιρὸς τοὺς φάσκοντας εἶναι φίλους, ἦσαν γὰρ ὡς ἀληθῶς κἀν ταῖς συμφοραῖς. καὶ τοσοῦτον ἀπέσχε τοῦ δυνηθῆναι πεῖσαι φυγεῖν τὰς μετ’ ἐμοῦ διατριβὰς τοὺς ἡλικιώτας ὥσθ’ οἱ πολλοὶ τῶν γένει λαμπρῶν ἐρρῶσθαι τοῖς αὑτῶν φράσαντες γυμνασίοις εἰς Κυνόσαργες ἔτρεχον. ἐφ’ οὓς ὅπως οὐ παρώξυνε τοὺς πατέρας οὑτοσὶ Νεοκλῆς οὐδὲ ἔπεισεν ἀποκηρύξαι λέγων ὅτι διαφθερῶ τοὺς υἱεῖς αὐτοῖς καὶ ἐμαυτῷ ποιήσω παραπλησίους τεθαύμακα.