Declamatio 9

Libanius

Libanius, Declamatio 9, Libanii Opera, Vol V, Declamationes I-XII, Teubner, Foerster, 1909

νῦν μέν, ὦ Θεμιστόκλεις, ἔχεις ἅπαντας ὑπιόντας καὶ θεραπεύοντας, ἄρτι γὰρ ἐκ μεγάλων | ἥκεις, νόμιζε δὲ παρὰ τοῖς αὐτοῖς [*](RIV 387) τούτοις ἀνθρώποις καὶ φθόνον εἶναι πρὸς τὸν εἰρηα- σμένον, ὅς νῦν μὲν κρύπτεται, καιρὸν δὲ ἀναμένει. παρελώμεθα δὴ τούτων τοὺς τοιούτους τῶν λόγων· τὸν σκληρόν, τὸν ἀγνώμονα, τὸν ἀδιάλλακτον, τὸν ἐχθρὸν τῆς οἰκίας. μὴ τοίνυν δεδόσθω χώρα 20 τοῖς ἀηδεστέροις τῶν λόγων, ἀλλ’ ἴστων ἅπαντες εὔφη- μοι καὶ λαβὴ μηδεμία τινὶ τῶν κακοηθεστέρων.