Declamatio 5

Libanius

Libanius, Declamatio 5, Libanii Opera, Vol V, Declamationes I-XII, Teubner, Foerster, 1909

εἰ προσελθών τις τῶν Ἑλλήνων <σε> a τρώσειεν ἐπιβουλεύων, οὐ ὑφήσεις τῆς ὀργῆς ὁρῶν κομίζοντα τῷ τραύματι φάρ- μακον. ἕτοιμον γὰρ ἅμα καὶ δίκαιον εἰπεῖν· ὦ κάκιστε ἀνδρῶν, τί γὰρ κατεσκεύαζες τῷ φαρμάκῳ τὴν χρείαν ἐξὸν ὅλως ἔχειν παρὰ σαυτῷ τὼ χεῖρε; τί δ’ ἀντὶ τοῦ μὴ πλῆξαι τὴν πληγὴν ἐπανορ- θοῖς; εἶτα σὺ μὲν οὕτως, ἂν δ’ Ἀγαμέμνων εἴπῃ· λέλυται τὸ δεινόν, ἐπάνεισιν ἡ κόρη, προσδρα- μὼν ἐγὼ περιπτύξομαι τὸν ἄνδρα καθάπερ ὄντως οὐδὲν ἠδικημένος;

ἀλλ’ οὐχ οὕτως ἀνόητός εἰμι καὶ κατὰ σὲ σοφός. ἐγὼ γὰρ ἡγοῦμαι τὴν ἀπόδοσιν αὐτὴν δεῖγμα εἶναι τῆς ἀδικίας. ἐν ᾧ γὰρ ἀφίησί τις τοῖς ἐξ ἀρχῆς κυρίοις ἃ τέως ἀπεστέρει, τὸ μὴ προσ- ηκόντως ἀφελέσθαι δείκνυσιν. ὅταν οὖν ἀκούω τὴν ἀπόδοσιν, ἐννοῶ τὴν ἀφαίρεσιν καὶ συνεισέρχεται τὸ λυποῦν.