Declamatio 5

Libanius

Libanius, Declamatio 5, Libanii Opera, Vol V, Declamationes I-XII, Teubner, Foerster, 1909

Χωρὶς δὲ τούτων μὴ θαυμάζοντα μὲν τὰ δῶρα τὴν ὀργὴν ἐξαλείφειν οὐκ ἔνι, θαυμάζειν δὲ ὧν τις ὑπερεῖδεν οὐχ οἷόν τε. ἐμοὶ τοίνυν κατέχειν μὲν ἐξῆν [*](R IV 64) ἑλόντι, τίς γὰρ ἂν ἄκοντος ἥψατο; | κοινὰ δὲ ποιεῖν τῶν Ἑλλήνων τὰ τῶν ἐχθρῶν ἀγαθὰ πρέπειν [*](12 cf. ad p. 307, 14 17 Il. ι 331) [*](2 ταῦτα LaurCan Mor 3 γίγνεται Vi γέγονε HVLa οἶδε Ma sed γρ εἰδέναι in marg m 2 Ι δίκαιος reposui e libris δικαίως Ma sed γρ δίκαιος in marg m 2, Mor sed γρ δίκαιος in marg, Re sed δίκαιος in nota | ὁ ante ἐκεῖνος edd delevi ut delendum coni Re ἐκεῖνος om LaVi et γρ in marg Mor 4 ἀλλ’ om Ma | ἐμὸν Can | τῶν σκύλων supra τοῦ μέρους Ma 3, post τοῦ μέρους edd delevi 5 μὴ δὲ HLaViMaB 6 οὐ κατέστη] οὐκ ἔστι HVMaLaur 7 ὅ ViCan 8 εἶχε Ma sed γρ εἶλε suprascr m 3 εἶχεν Mor Ι ταῦτα ante κομίζεται Vi 9 τῇ om La 10 μέμνητ’ reposui ex HVLaViBCan μέμνη- ται Ma μεμνῇτ’ Laur edd | οὐ] καὶ Can | ταῦτ’ Can τοῦτο LaVi | ἔστιν scripsi ἐστιν VLaMa ἐστὶν HLaur ἐστίν Vi ἂν ἦ Can ἂν ἦν Β edd 12 ἐμοὶ LaVi | λογίζηται Mor ὀργὴν 13 θαυμάζοντιΒ 14 δωρεὰν Β | τίς LaViCan 15 οὐκ ἔνι Can | ἐξῆν ἑλόντι reposui e libris ἦν ἐξελόντι edd 16 ἂν om Vi Ι ἄκοντας Can 17 τῶν Ἑλλήνων reposui e libris τοῖς Ἕλλησι edd | πρέπον Laur)

333
ᾀήθην. εἶτ’ ἐν χεροῖν μὲν ὄντα ῥᾳδίως ἐξέβαλον, ζητῶ δ' ἀπόντα; καὶ τῷ δοῦναι σεμνυνόμενος ἐπιθυμῶ λα- βεῖν; καὶ πάντα μὲν ἡγησάμην μικρά, μικρὰ δ’ ἐξ ἁπάντων θαυμάζω; τί οὖν αἰτεῖ συγγνώμην Ἀγαμέ- μνων; εἰ γὰρ ἐφέλκεταί με τὰ δῶρα, καλῶς ἐκεῖνος ὕβριζε. πᾶς γὰρ ἐλάττων κέρδους ἀτιμαζέσθω.

Βούλομαι τοίνυν ἐπανελθὼν ὅσα φρονῶ περὶ τῆς κηδείας εἰπεῖν. θῶμεν γὰρ καὶ βιώσεσθαί με παρὰ τὴν τῆς μητρὸς μαντείαν καὶ πάλιν ἐπιβήσεσθαι τῆς οἰκείας. εὐθὺς οὖν Ἀγαμέμνων ἐγγυήσει τὸ θυγάτριον; τί λέγεις; ὁ τὴν οὖσαν ἀφαιρούμενος τὴν αὑτοῦ δώσει καὶ τῆς αἰχμαλώτου φθονῶν ἐγχειριεῖ τὴν παῖδα; καὶ τοῦ πολέμου τελευτὴν εἰληφότος ἔσται χρηστὸς ὁ μηδ’ ἐν τῇ χρείᾳ σωφρονῶν; οὐκ ἔστιν. ὁρῶ τὸ μέλλον τοῖς ἤδη πεπραγμένοις καὶ γίγνεταί μοι τῶν δευτέρων ἃ πέπονθα διδαχὴ καὶ τοῖς ἐγνωσμένοις τἀφανὲς ἐξελέγ- χεται.