Declamatio 5

Libanius

Libanius, Declamatio 5, Libanii Opera, Vol V, Declamationes I-XII, Teubner, Foerster, 1909

περὶ μὲν οὖν τῶν μετὰ τὴν νίκην τοσαῦτα εἰρήσθω μοι· περὶ δὲ τῶν ἑτοίμων καὶ ὧν πρόχειρος ἡ δόσις, τί φημι; ταχέως Ἀγαμέμνων ἐπι- λέλησται πόθεν ἔχει τὸ δῶρα διδόναι δύνασθαι. ταῦτα γὰρ οὐκ ἐκ Μυκηνῶν ἐνθέμενος εἰς τὰς ναῦς ἧκεν ἄγων, ἀλλὰ τοῖς μὲν ἐμοῖς κινδύνοις ἐκτήθη, μεγαλο- ψυχίᾳ δὲ εἰς τὸ κοινὸν ἀφείθη. ἢν οὖν λάβω, τἀμαυ- τοῦ λαβὼν ἔσομαι. φέρε γάρ, εἰ μὴ τὴν Λέσβον εἱλον, ἆρ’ ἂν εἶχεν ὑπισχνεῖσθαι τὰς ἑπτὰ γυναῖκας τὰς Λεσβίδας; τί δ’, εἰ μὴ τὰς ἄλλας ᾑρήκειν, ἆρ’ ἂν [*](2 II. ι 137 et 279 cf. Chor. Patr. t. IV 89, 12 et 95, 13 R 3 Il. ἴ’ 139 et 281 cf. Aristid. p. 600, 15 Ι Il ι 149 et 291 4 Il. ι 142 et 284 5 Il. β 698 sq. Qu. Smyrn. VII. 408. Her. VII 33; IX 116,1; 120,23. Thuc. VIII 102, 3 α 165 14 ι 129 et 271) [*](6 Ἐλεοῦντα] τόπος περὶ τὴν Τροίαν, εἰς ὃν ἀποθανὼν Πρω- τεσίλαος κεῖτα[ι]· ἀπέθανε δὲ πρῶτος τῶν ἄλλων Ἑλλήνω[ν] ἀπο- βὰς τῶν νεῶ[ν] Ma2) [*](m3 ὄψεσθε La ὄψομαι Vi Re cf. t. III praef. XXIX | post ὄψεσθαι lac 3 litt La | ταῦτα HLaVi 4 ταῦθ’ HLaVi 5 καὶ om ViB | πρωτεσίλεω H πρω- τεσιλέω La 6 ἐλεοῦντος Can | οὖν inserui e libris om edd κατὰ Ma sed del et μετὰ suprascr m 2 7 voce ἑτοίμων inc V (fol. 8) | καὶ post ὧν Laur 8 πρόχειρος scripsi e LaurCan ἐγγὺς ἐγγὺς libri edd 9 τὸ Ma sed ο ex α corr m 2 10 ἐνθέμενος εἰς τἀς ναῦς scripsi ex HVLaViMa sed in hoc θε in ras m 3 εἰς τἀς ναῦς ἐνθέμενος reliqui libri edd Ι ἦλθεν Vi 11 μὲν om BCan 12 ἀφήθη HV Mor | τὰ ’μαυτοῦ H Laur 14 ἄρα Mor ἄρα Can 15 λεσβίτιδας Laur Ι δὲ Η LaVi I τἆλλα Η τἆλλα La τ’ ἄλλα edd τὰ ἄλλα Iacobs Phil. 409 at cf. 114, 1)

332
εἶχεν ὑπισχνεῖσθαι τἄλλα; εἰ τοίνυν ἃ παρ’ ἐμοῦ γέ- γονεν ἐκείνῳ, ταῦτ’ ἐμοὶ παρ’ ἐκείνου, παρ’ ἐμαντοῦ μοι γίνεται τὰ δῶρα, καὶ χάριν εἰδέναι δίκαιος ἐκεῖνος ἐμοὶ πάντων, ἀλλ’ οὐκ ἐγὼ τοῦ μέρους ἐκείνῳ.

δο- κεῖ δέ μοι μηδὲ τοὔνομα τῶν δώρων προσήκειν τῷ παρόντι πράγματι. ὁ μὲν γὰρ ὧν οὐ κατέστη κύριος, ταῦτα λαμβάνων δῶρα λαμβάνει, ὁ δ’ ὧν ἐγκρατὴς ὑπῆρχε, ταῦτα δεχόμενος ἃ πρότερον εἶχε κομίζεται. ὥστ’ οὐδὲ πάντων ἀφιστάμενος τῶν ἐν τῇ σκηνῇ δώ- ρων μέμνητ’ ἂν εἰκότως. οὐ γὰρ δοῦναι τοῦτ’ ἔστιν, ἀλλ’ ἀποδοῦναι. νῦν δὲ ποιεῖ παραπλήσιον ὥσπερ ἂν εἰ καὶ τὴν κιθάραν ταύτην εἰς δωρεάν μοι λογίζοιτ·ο.