Declamatio 2

Libanius

Libanius, Declamatio 2, Libanii Opera, Vol V, Declamationes I-XII, Teubner, Foerster, 1909

127

Χαλεπὸν μὲν εἰπεῖν τι καὶ τῶν πάνυ δι- Mor p. 190 καίων ὑπὲρ Σωκράτους ἐν ὑμῖν προκατεγνωκόσι καὶ τὰς πρώτας προσειμένοις | κατ’ αὐτοῦ διαβολάς, [*](Mor p. 192) ἀναγκαῖον δὲ τῶν συκοφαντῶν ὑπερβολῇ χρωμένων καὶ μὴ Σωκράτην μόνον ἀδικούντων, ἀλλά τινα κοινὸν ἀπάντων τῶν ἀτυχούντων νόμον τοσοῦτον εἰπεῖν πρὸς ὑμᾶς, ὅτι πολλῶν ἤδη καταψηφισθέντων ἐν ὑμῖν καὶ τῶν μὲν ἀδίκως, τῶν δὲ δικαίως ἀποθανόντων οὐδεὶς ἀπόλωλε σιωπῇ.

ἀποθνήσκειν μὲν οὖν ἐκελεύσατε Σωκράτην καὶ πάνυ | πρᾴως πείθεται, οἱ δὲ καὶ [*](Mor p. 194) δευτέραν ἐπιτάττουσιν αὐτῷ τιμωρίαν τὸ καὶ πρὸ τῆς [*](Μ = Codex Marcianus gr. 514) [*](Ma = Matritensis 4679 (N-49)) [*](Β = Barberinus II 41) [*](6 cf. p. 17, 1; 129, 15 8 Dem. c. Lept. p. 504, 17 sq.) [*](1 κωλύει τίς Ma quocum facit Macarius fol 87 v τῆς μελέτης ἐν ᾖ κωλύοντός τινος ἐν τῷ δεσμωτηρίῳ Σωκράτην διαλέγεσθαι ἀντιλέγει τις 2 καὶ om Ma 3 τις om Ma τὶς Β | ἀντίληψις post ἀντιλέγει: Ma, λιβανίου μελέτη Μ 4 τί Ma 6 προσειμέ- νοις scripsi προσιεμένοις ΜΒ Mor προσιεμένους Ma 9 πάν- των Β 11 θανόντων Ma 13 σωκράτη Β | πράως MaB | καὶ om Ma)

128
τελευτῆς σιωπᾶν καὶ μὴ διαλέγεσθαι μηδενὶ ἀποκτεί- νοντες αὐτὸν καὶ πρὸ τοῦ κωνείου. Σωκράτει μὲν οὖν καὶ τοῦτο ῥᾴδιον, δύναται γάρ, ὥσπερ καὶ λέγειν, καὶ σιωπᾶν, ὑμῖν δὲ εὐλαβείας ἄξιον μὴ καὶ παρὰ θεῶν καὶ παρὰ ἀνθρώπων αἰτίαν λάβητε τοῦ κοινοῦ καλοῦ πᾶσι τοῖς ἔτι ζῶσι Σωκράτην ἀποστερήσαντες καὶ τήν τε ψυχὴν ἅμα καὶ πρὸ ταύτης ἤδη καὶ τὴν φωνὴν ἀφελόμενοι.

ἐγὼ δέ εἰμι μὲν εἷς τῶν φοιτώντων παρὰ Σωκράτην καὶ τῶν ἀκροωμένων, καὶ γάρ ἐστι τὸ πρᾶγμα θαύ- μάτος ἄξιον, ἐν δεσμωτηρίῳ φιλοσοφῶν καὶ φαιδρῶς ἀποθνήσκων , ἀνέστην δὲ ἀντερῶν τῷ τὴν χαλεπὴν γνώμην ταύτην εἰρηκότι νομίζων οὐκ ἐκείνῳ τοῦτο, ἀλλ’ ἡμῖν οἴσειν ζημίαν, εἰ μηδὲ ὀλίγα κερδανοῦμεν Σωκρά- τοὺς τὰς λοιπὰς ἡμέρας.

[*](Mor p. 196)

Ὅτι μὲν οὖν παρὰ πάντα τὰ δίκαια συκο- φαντηθεὶς καὶ λαβὼν αἰτίας ψευδεῖς καὶ τῆς αὑτοῦ φιλοσοφίας ἀναξιωτάτας ἀπολεῖται Σωκράτης ἁπάντων μὲν ἀνθρώπων θεοσεβέστατος γενόμενος, ἀπάντων δὲ ὠφελιμώτατος τοῖς νέοις, καὶ τοῖς μὲν νόμοις τῆς πόλεως πεισθεὶς ἀεὶ καὶ πολιτευόμενος καὶ στρατευόμενος, τοῖς δὲ τυράννοις καὶ ταῖς ὀλιγαρχίαις ἀντιπαραταξάμενος, μόνος χρήματα τῆς συνουσίας καὶ μισθὸν μὴ πραξάμενος [*](5 Plat. apol. p. 38 C 13 Dem. p. 118, 16 22 cf. p. 95, 12. Xen. comm. I 2, 60) [*](2 καὶοmΜa 3 δύναται scii-psi dvvaLtolihiiMoi | καὶ(3) inserui e Ma om ΜΒ Mor 5 αἰτίαν scripsi e Ma coll 1. 16 et t. III 361, 18. Plat. 1. 1. Thuc. II 18, 2 ἀτιμίαν ΜΒ Mor 8 σωκράτει MaB 12 ταύτην γνώμην Β | τοῦτο scripsi e Ma ταύτην ΜΒ Mor 13 τὴν ζημίαν Μ Mor | μηδὲ scripsi μὴ δὲ MaB μὴ Μ Mor 16 αὐτοῦ scripsi αὐτοῦ libri Mor 17 ἀναξιωτάτας scripsi e Ma ἀναξιὧτατα ilfMor ἀναξίῳ cum lacuna 2 — 3 litt Β 21 ἀντιπαραταξάμενος scripsi e Ma ἀντιταξάμενος ΜΒ Mor 22 χρήματα καὶ μι-)

129
τοὺς φοιτῶντας αὐτᾷ καὶ ἰδίων μὲν φύσεων πονηρῶν ὡς οἷόν τε ἦν κρείττων γενόμενος, πολλοὺς δὲ καὶ ἄλλους ἀγαθοὺς ἡμῖν ἀπεργασάμενος, καὶ τὴν πόλιν εὐδόκιμον καὶ περίβλεπτον ἐν τοῖς Ἕλλησι ποιῶν τοῖς τε ξένοις τοῖς ἀμφ’ αὐτὸν ἀφικνουμένοις καὶ τοῖς λό- γοις τοῖς πανταχόσε παρ’ αὐτοῦ διαπεμπομένοις.

5. Ὅτι μὲν οὖν τοιοῦτος Σωκράτης ὢν σεσυκοφάν- τηται | καὶ θᾶττον ἢ δίκαιον ἦν ἤνεγκαν οἱ δι- [*](Mor p.198) κασταὶ τὴν ψῆφον, δείξειν οἴομαι τὸν χρόνον καὶ τοὺς θεούς, καὶ γένοιτό γε μετὰ μηδεμιᾶς ὀργῆς καὶ δημο- σίας βλάβης τῇ πόλει, καὶ τοῦτ’ εὖ οἶδα, ὅτι μετέ- γνωσαν ἂν οἱ δικάσαντες, εἴ τις αὐτοῖς δευτέραν παρεῖχε περὶ τῶν αὐτῶν κρίσιν, ὧσπέρ ποτε καὶ περὶ Μιτυλήνης μετέγνωτε.

ἐπειδὴ δ’ οὖν ἐκράτησαν οἱ διὰ τοὺς ἔτι τῶν λόγων ἐλέγχους φθονήσαντες Σω- κράτει, τοῦ μὲν ἠκούσατε κἀν τῷ δικαστηρίῳ φιλοσο- φοῦντος, οὔτε γὰρ ἔκλαυσεν οὔθ’ ἱκέτευσεν οὐδὲ αἰ- σχρὰν οὐδὲ ἀναξίαν φιλοσοφίας σωτηρίαν εὕρατο, ἀλλὰ πείθεται τῷ πρὸς ταύτην ἄγοντι τὴν τελευτὴν θεῷ καὶ τοῖς ἕνδεκα εὐδαιμόνως ἠκολούθησε καὶ παρῆλθε φαι- [*](8 Plat. apol. p. 38 C 11 Diog. L. II 5, 23, 43 14 cf. 1. ΙΙ 460, 20 sq. Thuc. III 36 sq. 15 cf. p. 17, 2 17 cf. p. 112, 6 18 cf. p. 112, 11 20 Plat. Phaed. p. 59 E; 85 B) [*](σθὸν τῆς συνουσίας Ma | τῆς inserui e libris om Mor | μὴ πρα- ξάμενος τοὺς φοιτῶντας αὐτῷ) τοὺς φοιτῶντας οὐκ αἰτῶν Ma) [*](1 συνόντας Β | ἰδίων scripsi διὸ Ma δύο ΜΒ Mor 3 ἄλλους ἀγαθοὺς scripsi ἀγαθοὺς ἄλλους libri Mor | ἡμῖν inserui e MaB om Μ Mor | ἐργασάμενος MaB 5 τοῖς om Mor | καθ’ αὐτὸν Ma 6 ἀπὸ Ma | τούτου MaB | διαπεμπομένοις scripsi e MaB πεμπομένοις Μ Mor 7 οὖν om Ma | τοιοῦτος καὶ τοιοῦτος Ma 8 δίκαιον scripsi δικαιότατον libri Mor 10 μετὰ om Ma 11 τοῦτ’ scripsi ταῦτ’ libri Mor | οἷδ’ Ma) [*](12 ἂν inserui e Ma ut coni Mor om ΜΒ Mor 13 περὶ om MMa 16 κἂν Μ Mor 17 οὔτε scripsi e MaB οὐ Μ Mor 18 σωτηρίαν om Β LIBANIUS ed. Foerster. V. 9)

130
δρὸς εἰς τὸ δεσμωτήριον ὡς εἰς Λύκειον, ὡς εἰς Ἀκα- Mor p. 200 δημίαν, | ὡς ἐπὶ τὸν Ἰλισσόν, ὡς ἐπὶ τὰς ἄλλας αὑτοῦ διατριβάς, ἔμελλε δὲ κἀκεῖ φθέγξεσθαι καὶ λα- λήσειν. πῶς δὲ οὐκ ἄν τις ἄνθρωπος ὢν καὶ ζῶν ἔτι; ὁ δὲ καὶ προθύμως τοῖς ἑταίροις συμφιλοσοφεῖ, Σω- κράτης γάρ ἐστι καὶ δεδεμένος οὐδὲ κατέπληξεν αὐτὸν ἡ τοῦ σώματος συμφορά, καὶ τοιούτους διεξέρχεται λόγους οὕτω θείους καὶ καλούς, ὥστε εἰ πάντες ὑμεῖς αὐτῶν ἠκούσατε, πάντως ἂν αὐτὸν ἐλύσατε.

7. Σωκράτην μὲν οὖν μακαρίζειν ἄξιον, ὅτι γε τοῦ θανάτου παρεστηκότος χαίρει καὶ λέγει καὶ φιλοσοφεῖ τοῖς δὴ ἀκούουσι καὶ παρακερδᾶναί τι δυναμένοις εἰς τὸν ὅλον βίον μὴ φθονῶν· Ἄνυτος δὲ ἄρα καὶ Μέλη- Mor p. 202 τος | ἦσαν καὶ τοῦ δεσμοφύλακος χαλεπώτεροι. ὁ μὲν γὰρ συγχωρεῖ παρεῖναι παρὰ Σωκράτην, οἱ δὲ ἀνόνητον ποιοῦσιν ἡμῖν τήν τε σωτηρίαν αὐτοῦ καὶ καινὰ δεσμὰ ταῦτα εὑρίσκουσιν ἐπὶ Σωκράτην, μὴ χεῖρας μόνον καὶ πόδας δεδέσθαι πρὸ τοῦ θανάτου Σωκράτην, ἀλλὰ καὶ τὴν γλῶτταν αὐτοῦ.

ὢ τοῦ φθόνου καὶ τῆς σκαιότητος, ὢ τῆς ἀπαιδεύτου πονη- ρίας. μὴ λαλήσῃ Σωκράτης, Ἄπολλον, ἔτι ζῶν <καὶ> ἔχων φωνήν; ἀλλ’ ἐπ’ ἀνδρὶ γράφει ψήφισμα τοιοῦτον [*](11 Il. π 853) [*](1 λύκιον MaB cf. p. 24, 11; t. IV 353, 11 3 αὑτοῦ scripsi αὐτοῦ libri Mor | φθέγξασθαι MaB | λαλῆσαι Β 4 τις inserui e Ma om ΜΒ Mor 5 ἑταίροις Ma sed ταί- ροις in ras m 2 8 οὕτω καὶ θείους Μ sed καὶ eras | οἱ Ma 9 πάντες Ma | ἂν om Ma 10 μὲν om Ma 12 δὲ MaB 13 φθονῶν scripsi ut coni Mor φθονεῖν libri Mor | Μέλητος reposui e libris Μέλιτος Mor ut constanter in hac declamatione cui oblocutus est Boissonadius Anecd. V 324 sq. 17 δεσμὸς Μ | εὑρίσκουσι ταῦτα Ma | σωκράτει MaB 21 καὶ inserui om libri Mor 22 τοιοῦτον reposui e libris τοιοῦτο Mor)

131
ὁ Σόλων ἄντικρύς τε καὶ διαρρήδην ἀπειρημένον ὑπὸ τῶν νόμων μηδὲ γράφειν ἐπ’ ἀνδρὶ νόμον ἢ ψήφισμα ὅπερ ἂν μηδὲ κοινὸν ἐφ’ ἅπασιν Ἀθηναίοις ᾖ;

πονη- ρός τε καὶ κατεψηφισμένος ὤν. | ἔστω πονη- Mor p. 204 ρός. μηδὲν ἄπιστον ἔστω τῆς γραφῆς μηδὲ τῆς Ἀνύ- του καὶ Μελήτου καταβοῆς. εὖ οἶδα ὡς ἔσται χρόνος ἐν ᾧ ποτε σεμνυνεῖσθε Σωκράτει, ὡς Ἡρακλείτῳ μὲν Ἐφέσιοι, Πυθαγόρᾳ δὲ Σάμιοι καὶ Χείλωνι Λακεδαι- μόνιοι καὶ Θάλητι Μιλήσιοι καὶ Πιττακῷ Λέσβιοι καὶ Περιάνδρῳ Κορίνθιοι καὶ ὑμεῖς αὐτοί ποτε Σόλωνι. πᾶσι γὰρ τοῖς σοφοῖς ζῶσι μὲν ὁ παρὰ τῶν πλησίον φθόνος ἀνταγωνίζεται, | ἀποθανόντων δὲ καθα- [*](Mor p. 206) ρῶς ἐξ ἀλύπου τῆς αἰσθήσεως ἡ σοφία κρίνεται.

10. Νῦν δὲ οὕτω δοκοῦντα ἔστω ταῦτα, ὡς ἔδοξεν. οὐκοῦν ἅπερ ἔδοξεν ἐν τῷ δικαστηρίῳ, ταῦτα κρίνε- σθαι προσήκει. ἔδοξε δὲ πιεῖν Σωκράτην κώνειον, ὥσπερ καὶ ἄλλος τις ἤδη τῶν κατεψηφισμένων. τοῦτο μὲν οὖν οὐκ ἀναίνεται Σω|κράτης οὐδ’ ἂν ἀπο- [*](Mor p. 208) [*](1 Dem. p. 352,12; 1075,10 2 Andoc. myst. § 87 et 89. Dem. Timocr. § 59; Aristocr. § 86; Steph. II § 12. Aen. Theo. p. 24, 8 ed. Boiss. 6 Thuc. I 73, 1 cum nota Kruegeri 11 Thuc. II 45, 1. Dem. p. 330, 3; 441, 29 17 Lys. c. Erat. p. 394, 13) [*](1 ἄντικρύς τε καὶ διαρρήδην] ἂν cum lacuna 8 litt Β | καὶ om Ma | ὑπὸ scripsi e MaB ἀπὸ Μ Mor 3 μὴ δὲ Β | πο- νηρός τε καὶ κατ’ ἐψηφισμένος ὤν om in lac 10 litt Β 4 καὶ om Ma | ὤν] ἐστί coni Mor 6 καταβοῆς scripsi e MaB καταβολῆς Μ Mor 7 σεμνυνεῖσθαι Μ | Σωκράτει om Ma 8 Χίλωνι MaB 9 καὶ Περιάνδρῳ Κορίνθιοι om Ma 10 αὐτόν Ma 11 πᾶσι — 13 κρίνεται omissa γὰρ particula citat Macar fol 87 v (Villoison Anecd. 11 13; Lib. t. I p. XXVIII R) | ζῶσι μὲν om Β | πλησίον scripsi e MaB Macar πλησιόνων Μ Mor 12 προσφύεται Macar 14 νυνὶ Ma | ὧσπερ Ma | ἔδοξαν ΜΒ 15 πράττεσθαι Ma 18 ἀποδραίη scripsi ἀποδρῴη Μ Mor ἀποδρώη MaB )

132
δραίη ποτὲ τὴν παρ’ ὑμῶν δίκην οὐδ’ ἂν ἐξέλθοι, κἂν τῶν ἄλλων οἱ μὲν αὐτὸν εἰς Βοιωτίαν θέλωσιν ἁρπά- σαι, οἱ δὲ εἰς Πελοπόννησον, οἱ δὲ εἰς Θετταλίαν, ἅπασαι δ’ αὐτὸν αἱ τῶν Ἑλλήνων καλῶσι πόλεις, οὐδ’ #x003E; ἀνάσχοιτο κλοπιμαίαν σωτηρίαν, ἀλλ’ οὐκ οἶδ’ ὅπως ὑμῶν αὐτὸς μᾶλλον πρὸς τὴν τελευτὴν ἐπείγεται καὶ δίψᾳ τοῦ κωνείου.

ἃ δὲ μήτ’ ἔδοξε τῷ δικα- Mor p. 210 στηρίῳ μήτε | οἱ κείμενοι περὶ τῶν ἑαλωκότων νόμοι κελεύουσι, ταῦτα πῶς οὐ δεινὸν καὶ παράνομον προσεπιτάττειν ἐκ ψηφίσματος; δεῖ γὰρ μήτε πλείω τοῖς δικασθεῖσι προστιθέναι τὴν φιλανθρωπίαν ἕκαστον τῆς τεταγμένης ἀνάγκῃ ὑπὸ τῶν νόμων μήτ’ αὖ πικροτέρους εἶναι τῶν νενομισμένων, ἑκάτερον γάρ ἐστι, καὶ τὸ προστιθέναι τι τῷ κατ’ ἐψηφισμένῳ καὶ τὸ τοῖς οὕτω πράττουσιν ἐπιεικὲς ἀφελεῖν, παρὰ τοὺς νό- [*](5 Luc. Icar. 20 11 Plat. rep. V p. 558 A) [*](1 ἡμῶν Ma | ἐξέλθοι scripsi e MaB cum Boissonadio An III 199 ἐξέλθῃ Μ Mor | κἂν — 4 πόλεις om Ma κἂν] οὐδ’ ἂν Β 2 τῶν ἄλλων om Β 3 θετταλούς Β 4 ἁρπάσαι Β | καλοῦσι Β 5 ἂν inserui 7 verba καὶ δίψᾳ τοῦ κωνείου citat auctor Coisl. περὶ συντάξεως ed. Bekker Anecd. p. 135, 22 s. v. διψῶ· γενικὴ. Δημοσθένης ὁ μικρὸς ἐν τῇ σιωπὴ Σωκράτους· καὶ δίψᾳ τοῦ κωνείου atque hinc auctor metricus περὶ γραμ- ματικῆς ἡ. 198 (Boiss. An. II 350 cf. Add. p. 485) διψῶ κωνείου γενικῇ παρὰ τῷ Δημοσθένει et codex Suidae A in marg s. v. διψῶ· Δημοσθένης· διψῶ τοῦ κωνείου cf. Mus. Rhen. XXXII 87 9 δεῖν Ma sed in δεινὸν corr m rec 10 δεῖ — 15 νόμους citat Melissa Augustana (Mon. gr. 429 fol. 16 v) τοῦ μικροῦ δη- μοσθένους· δεῖ γὰρ — νόμους et omissa γὰρ particula Macar fol 87 v (Villois. Anecd. II 13 Lib. t. I p. XXVIII R) δεῖ — 11 δικασθεῖσι] οὔτε πλείω τοῖς δικασθεῖσι χρὴ Macar | προστε- θῆναι Meliss κατατιθέναι Ma Macar | τὴν inserui e Μ om re- liqui libri Mor | φιλανθρωπία Meliss 12 ἀνάγκῃ scripsi ἀνάγκης libri Mor | ὑπὸ scripsi e MaB Meliss Macar παρὰ Μ Mor 13 πικροτέρας Ma 14 ἐστι] ἐστιν ἄτοπον Meliss | τὸ om Meliss | προσθεῖναί Ma Macar πρὸς τὸ τιθέναι Meliss | τὸ] τῶ Meliss 15 ἐπιεικείας Meliss ἐπιεικίας Macar)

133
μους. οὐ τοίνυν οὐδ’ ὁ τοῦ δικαστηρίου κῆρυξ ἀν- εῖπε τὴν τῶν ἴνδεκα ἀρχὴν παραλαμβάνειν Σωκράτην καὶ προστάττειν αὐτῷ μέχρι τοῦ θανάτου σιωπᾶν μη- δὲ λαλεῖν Σωκράτην, ἀλλ’ ἀποθνήσκειν \ μόνον. [*](Mor p. 212)

καὶ ὑμεῖς δέ, Σωκράτους κατήγοροι, τιμώμενοί ποτε αὐτῷ θανάτου [καὶ] σιωπῆς οὐ προσετιμήσατε. δύο γὰρ ἂν ἦν οὕτω τὰ τιμήματα. ὅ τοίνυν οὐδ’ ὑπ’ αὐτὴν τὴν τῆς ὀργῆς ἢ τῆς ἐξαπάτης τῶν δικαστῶν ἀκμὴν οὐ προσεθήκατε, τοῦτο νῦν προσεξευρίσκετε τῶν ἐψηφισμένων πλεῖον.

εἰ μὲν γὰρ ἄλλο τι καινότερον ἀδικεῖ Σωκράτης, καὶ προστίθετε τὰς αἰτίας μετὰ τὴν ψῆφον τῶν δικαστῶν παρὰ τὰ γεγραμμένα πρό- τερον ἐν τῇ γραφῇ, εἴπατε, διδάξατε· εἰ δ’ ὅτι φθέγ- γεται καὶ λαλεῖ, τίς τούτου πώποτε ἀνθρώπων ἔδωκε δίκην; τῷ δὲ ἀπηγόρευτο καταδικασθέντι σιωπᾶν; τίς δ’ ἐπὶ τὸν δῆμον ἤχθη λαλῶν; πότε δὲ Ἀθήνησι τῶν τεθνηξομένων τις γλῶτταν ἀπεκόπη; Θρᾷκας ἡμᾶς ἀντ’ Ἀθηναίων ποιεῖς καὶ ἀντὶ Ἑλλήνων βαρβάρους. [*](6 Dem. p. 790, 20 8 Dem. p. 487, 10; 1116, 2 9 Isocr. p. 75 e. [Luc.] salt. § 61. Arist. Eq. 1283) [*](1 ὅδ’ Β Ι Κήρυξ ΜΒ Mor cf ad t. IV 316, 7 | ἂν εἷπε MaB 2 σωκράτη Ma 3 μὴ δὲ Β b γε MaB 6 καὶ can- cellavi Ι σιωπῆς scripsi e Μ coll Dem 1. L σιωπὴ MaB Mor 7 ὃ] οὐ Μ 9 ἀκμὴν scripsi e MaB ἀκοὴν Μ Mor | οὐ om Ma 1 νῦν scripsi e Ma ut coni Mor τοίνυν ΜΒ Mor | προσεξ- ευρίσκετε scripsi e Β προσευρίσκετε Ma εὑρίσκετε Μ ἐξευ- ρίσκετε Mor 10 γὰρ om Ma 13 φθέγγεται scripsi coll p. 130, 3 et 137, 19 φθείρεται MMa Mor in lac 5—6 litt om Β 14 δέδωκε Ma 15 ἀπηγορεύετο Β \ καταδικασθέν τι Β καταδικασθέν τὰ Ma Ι τίς Ma sed ’ς add m rec 16 δ’ in- serui e Ma om ΜΒ Mor Ι ἤχθη scripsi e MaB ἤχοη Μ ἥκοι Mor 11 τίς Β om Ma \ γλῶττα Ma ἀπεκόπη scripsi e Ma ἀπέκοπτε ΜΒ Mor Ι ἡμᾶς Ma sed ἡ in ras m2)

134

ἐδέθη ποτὲ καὶ Μιλτιάδης παρ’ ὑμῖν, οὐκ ἐσιώπα [*](Mor p. 214) δὲ δεδεμένος. κατεψηφίσασθέ ποτε | τῶν ἐννέα στρατηγῶν ἀθῴων ἄκοντος καὶ μὴ κοινωνοῦντος τῆς παρανομίας ἐκείνης Σωκράτους, ἀλλὰ τὸν νόμον τῆς [*](Mor p. 216) ὀργῆς περὶ πλείονος ποιουμένου, | καταψηφισά- μένοι δ’ οὖν οὐδ’ ἐκείνοις σιωπᾶν ἐπετάξατε.

δει- νὸν δέ, ὅταν τῶν ἀνδροφόνων καὶ ἱεροσύλων καὶ προδοτῶν καὶ τῶν τὰ μέγιστα κακὰ τετολμηκότων δί- κην μὲν διδόντων, σιωπᾶν δὲ καὶ μὴ διαλέγεσθαι κελευομένων ὑπὸ μηδενός, ἀλλὰ τῶν μὲν ἐπισκηπτόν- των τοῖς φιλτάτοις, τῶν δὲ τοῖς οἰκείοις διαλεγομένων, τῶν δὲ τοῖς φίλοις καὶ τοῖς ἀναγκαίοις, ἄλλων δὲ τοὺς θεοὺς ἀνακαλούντων, ἑτέρων δὲ τὴν ἑαυτῶν μοῖραν ὀδυρομένων ἑνὶ μόνῳ τούτῳ τῶν ἐκ παντὸς τοῦ χρό- νοῦ προσταχθήσεται τεθνηξομένῳ μὴ λαλεῖν τῷ μάλι- στα λαλεῖν ἀξίῳ.

[*](1 cf p. 104,4 2 cf. p. 120, 13. Xen. comm. 1 1, 18)[*](1 ἐδέθη — 16 ἀξίῳ citat loann. Doxap. comm. ad Hermog. de inv. IV 1 (Rhet. gr. t. III p. 145, 16 Walz; t. II p. 234,20 Speng.) cod. Barocc. 175 fol 175; Par. 2922 fol 231 (Cramer Anecd. Ox. IV 164, 7 sq. cf Mélanges Graux p. 629 sq.) καὶ τὸν Λιβάνιον εὗρον τούτῳ (τῷ ἁπλοῦντι σχήματι) χρησάμενον ἐν τῷ τοῦ Σωκράτους ζητήματι τοῦ κωλυομένου ἐν τῷ δεσμωτηρίῳ φι- λοσοφεῖν· καὶ γὰρ ἐκεῖ ἐστι μὲν ἐπιχείρημα ὅτι οὐ δεῖ τοὺς τε- λευτῶντας δίκην διδόναι, ὅτι τελευτῶντες φθέγγονται, εἶτα ἐρ- γασία ἐκ παραδείγματος ὅτι ἐδέθη κτλ — 2 δεδεμένος καὶ πάλιν ἑτέρα ἐργασία· κατεψηφίσασθε κτλ. — 6 ἐπετάξατε, εἶτα τὸ ἐνθύμημα ἡπλωμένως ἐξενεχθὲν· δεινὸν δὲ ὅταν κτλ. | ἡμῖν Dox | οὐκ ἐσιώπα δὲ scripsi e Ma Dox καὶ οὐκ ἐσιώπα ΜΒ Mor 2 ποτε inserui e Dox om libri Mor 3 ἀθῴων — 5 ποιουμένου om Dox ἀθέων Μ | ἄκοντος scripsi εἴκοντος Ma ἑκόντες ΜΒ Mor | κοινωνοῦντες Β 5 ποιούμενοι Ma 8 τὰ μέγιστα] ἄλλα Dox | κακὰ inser Ma 2 10 κωλυομένων ὐπ’ οὐδενός Dox | ἐπισκεπτόντων MaB 12 ἄλλων Ma sed v add m rec 14 ἐπὶ Dox | ἐκ τοῦ παντὸς τοῦ Β 15 τεθνηξομένῳ)
135

16. Τοῦτό ποτε <τὸ> πρόσταγμα μόνος προσέταξε Κριτίας Σωκράτει μὴ διαλέγεσθαι τυραννῶν, Κριτίας ὃς ἀνεπιτήδειος μαθητὴς φανεὶς κατεψηφίσατο Σω- κράτους. μιμητὴς οὖν ὁ δῆμος τοῦ τυράννου γεγένη- ται καὶ ψηφισαμένοις | Ἀθηναίοις γράφεται ταῦτα [*](Mor p. 218) τοῖς τῶν τυράννων ἵσα προστάγμασι.

καίτοι Κριτίας μὲν μόνοις ἀπηγόρευσε Σωκράτην τοῖς νέοις διαλέγε- σθαι, οὔτοι δὲ παντάπασι μὴ λέγειν, ἀλλ’ ἀπέχεσθαι τῶν εἰκόνων καὶ] τῶν νομέων καὶ τῶν βουκόλων χαλεπαίνων τῆς Σωκράτους εἰκόνος, τὸ κακῶν εἶναι νομέων τὴν ποί- μνην ἐλαττοῦν, ὅν δὴ κατὰ τῶν τυράννων ἐτύγχανε Σωκράτης εἰρηκὼς λόγον· σὺ δὲ καθόλου μηδὲν δια- λέγεσθαι Σωκράτην, μηδὲ τῷ δεσμοφύλακι μηδὲ τῇ Ξανθίππῃ μηδὲ τοῖς παιδίοις, | ἀλλ’ ἂν ἔρηταί [*](Mor p. 220) τι Λαμπροκλῆς ἢ Σωφρονίσκος τὸν πατέρα, μηδὲν ἀποκρινεῖται Σωκράτης, ἀλλὰ περιμενεῖ τὸ κώνειον ἐγκεχαλινωμένος καὶ τῆς κοινῆς ἅπασιν ἀνθρώποις καὶ [*](1 Plat. rep. IV p. 423 C 2 cf 47, 2; 99, 7 8 Xen. comm. I 2, 37 9 Plat. Tim. p. 22 D 10 Xen. comm. I 2, 32 15 cf. p. 100, 18. Diog. L. II 5, 10 17 Her. III 14, 2) [*](scripsi e Ma Dox τεθνηξομένων ΜΒ Mor | τούτῳ ποτὲ ante μὴ ΜΒ Mor, quod delevi ut anticipatum e p. 135, 1, ποτε Ma) [*](1 τοῦτό ποτε τὸ scripsi τούτῳ ποτὲ libri Mor qui τοῦτο scribendum coni 3 μαθητὴς scripsi μαθητῶν libri Mor 5 γράφεται scripsi e MaB γράφετε Μ Mor 6 ἶσα MaB 7 ἀπηγόρευσε Ma sed σε in ras m 2 | τοῖς νέοις διαλέγεσθαι σωκράτην Ma 8 οὔτοι — λέγειν om Β | οὗτοι MMa | πᾶσι Ma | μὴ λέγειν om Ma | ἐπέχεσθαι Ma | τῶν — 9 βουκόλων in lac 25 litt fere om Β 9 τεκτόνων olim conieci Mus. Rhen. XXXII 93 coll. Xen. l. l. | καὶ cancellavi | τῶν (2) om Ma 10 τὸ delendum vel in τοῦ mutandum videtur cf t. IV 79, 6 R) [*](11 ὃν δὴ] ᾧτινι MaB | καὶ Β 12 μηδὲ Μ μὴ δὲ Πα 14 ἂν ἔρηται] ἂν ἄρηταί Ma ἀνήρηταί Β 15 Λαμπροκλῆς — 16 Σωκράτης in lac 24 litt om Β 16 ἀποκρίνηται Ma 17 τοῖς κοινοῖς Ma sed in τῆς κοινῆς corr m rec, Β)

136
δυστυχέσι καὶ πονηροῖς ἀδείας στερούμενος;

φύσει μὲν γὰρ ἄνθρωπος λάλον, τὸ δὲ Ἀθηναίων γένος φι- λόλογόν τε καὶ πολύλογον, ὅταν δὲ ὑπόγυιος θάνατος [*](Mor p. 222) | ᾖ, καὶ φιλολαλία τις λαμβάνει καὶ φιλοτιμία τοῦ πολλὰ μὲν ἀκοῦσαι, πολλὰ δὲ εἰπεῖν ὡς ἂν αὐτίκα παυομένης ταύτης τῆς ἐξουσίας. ἀνεπίφθονον γὰρ εἰπεῖν ὅσα βούλεται μέλλοντά γε εὐθὺς σιωπήσεσθαι σιωπὴν μακράν.

19. Ὁ δὲ περιμενέτω, φησί, τὸ κώνειον, καὶ γὰρ Θηραμένης ἀπέθανε σιγῶν. ἀλλὰ κἀκεῖνος ἐπὶ τῆς βουλευτικῆς ἑστίας πολλὰ πρότερον εἰπών. οὐδὲ ἐπὶ τῆς ὀλιγαρχίας πιόντων κώνειον πεντακοσίων [*](Mor p. 224) σχεδὸν ἐπὶ χιλίοις, ὧν ἕνεκα Σωκράτους | οὐδὲ εἶς ἀπέθανεν, ἐπὶ Λέοντα γὰρ πεμφθεὶς τὸν Σαλαμί- νιον ἀπελθεῖν οὐκ ἠθέλησεν οὐδὲ ἦγε τοῖς τυράννοις ἄνθρωπον ἀποθανούμενον ὁ νῦν τεθνηξόμενος οὗτος, τοσούτων οὖν γενομένων τῶν τότε ἀπολωλότων σιωπῇ τὸ φάρμακόν φασι πιεῖν μηδένα. μήτε γὰρ φθέγξα- σθαι μήτε μαρτύρασθαι πρὸ τῆς τελευτῆς μηδὲ ἓν μη- δένα οὐ Δρακοντίδης ἐκέλευσεν, οὐ Πείσων, οὐ Χαρι- κλῆς, οὐκ ἄλλος αὐτῶν.

Σωκράτει δὲ τούτῳ πολὺ σχετλιώτερον ἐπιτάττετε τῶν ἐν τῇ πικροτάτῃ τυραν- [*](2 Plat. leg. I p. 641 A 3 Isocr. p. 310 d; 418 b 6 cf t. III 443, 10. Dem. p. 331, 23 11 Xen. Hell. II 3, 52. Aesch. fals. leg. § 45 p. 34, 9 12 Aesch. Ctes. p. 87, 21 14 cf. p. 120, 10 20 cf. p. 47, 9; t. II 134, 15) [*](1 καὶ inser Ma m rec 2 γὰρ om Ma | φιλόλογον Β Mor 3 πολύλογον Mor | ὑπόγυος Ma ὑπόγνος Β 4 φιλολαλιά MaB 9 καὶ γὰρ] οὐδὲ Ma 13 χιλίων MaB | ἕνεκα scripsi secundum usum Libanii εἵνεκα libri Mor | σωκράτης Ma 15 ἦγε μὲν Ma 16 αὐτός Ma 17 δ’ οὑν Ma 18 μηθένα Ma 19 μὴ δὲ MaB 20 οὐ (3) om Μ 22 ἐπιτάττεται Μ)

137
νίδι γενομένων. καὶ τοῖς μὲν τεμνομένοις ἀνάγκη στένειν, καὶ κεκλεισμένος τις ᾤμωξεν, ὁ δὲ αὐτὴν αὐ- τίκα ἀφήσων τὴν ψυχὴν μηδὲν ἐπὶ μηδενὶ | [*](Mor p. 226) ἀντηχῶν ἐν λόγοις ἀποθάνῃ, ἀλλ’ ἤδη καὶ πρὸ τῆς τελευτῆς νεκρὸς ἄφωνος; πολλοὺς τοῦ Σωκράτους 5 θανάτους ποιεῖς.

21. Καὶ τοῖς μὲν εἰδώλοις οἱ φιλοσοφοῦντές φασιν εἶναι φωνὴν καὶ λείπεσθαι τοῦτο καὶ ταῖς σκιαῖς καὶ τοῦτο ἔοικε καὶ Ὅμηρος ἐνδείκνυσθαι. ποιῶν γὰρ τὴν Πατρόκλου ψυχὴν πάντα ἐλθεῖν ὁμοίαν ἐκείνῳ λέγει καὶ τὸ σῶμα καὶ τὴν φωνήν· σὺ δὲ ἔτι ζῶντος Σω- κράτους | ἐκκόπτεις τὴν φωνήν. καὶ οἱ μὲν ἄλλοι [*](Mor p. 228) πάντες ἄνθρωποι ἀτυχοῦντές εἰσι λαλίστεροι καὶ τόν γε Κροίσου τοῦ Λυδοῦ φασι παῖδα κωφὸν ὄντα πρό- τερον ῥῆξαι φωνὴν ἐν τῇ τοῦ πατρὸς συμφορᾷ· Σω- κράτης δὲ μόνος μηδὲ ὀδύρηται μηδὲ ἀνακαλέσῃ θεοὺς ἐν τῇ παρούσῃ τύχῃ;

οὐ Σωκρατικὰ μέν ἐστι ταῦτα, κοινὰ δὲ καὶ τούτῳ φυλακτέα. ἀλλὰ τῶν μὲν ἄλλων ἕκαστος τῶν ἐν τῷ δεσμωτηρίῳ φθέγγεται καὶ λαλεῖ, κἂν ἰδιώτης κἂν ἀπαίδευτος ᾖ, πλησίον γενό- μένος τοῦ τέλους καὶ ὑπὲρ αὐτοῦ τοῦ θανάτου φιλο- [*](2 cf. p. 143, 8 11 II. ψ 65 sq. 14 Her. I 85, 2) [*](2 τίς Β 3 ἀφήσων τὴν ψυχὴν αὐτίκα Ma | μηδενὶ in lac 6 litt om Β μηδὲν Ma 4 αὐτὶ χ’ ὡς Ma | ἀποθάνῃ scripsi e libris sed η in οι corr Μ ἀποθάνοι Mor 11 ὄμμα olim conieci Mus. Rhen. XXXII 88 12 φωνήν; Ma Mor καὶ om Β | μὲν γὰρ Ma 13 πάντες — 15 συμφορᾷ citat Macar fol 87 v 14 γε in ras Ma 2 | τοῦ om Ma | παῖδά φασι Macar φασι om Ma 15 τὴν ante φωνὴν Mor delevi coll t. II 400, 1 et Her l. l. | ἐπὶ Μ 16 μὴ δὲ (1 et 2) Β 17 ἐπὶ Μ | τύχῃ; scripsi e Ma τύχη· ΜΒ Mor 18 φυλακτέα scripsi φυλάττεται libri sed pro αι lac 2 litt Β, Mor 19 φθέγγεσθαι καὶ λαλεῖν MaB 20 πλησίον — 21 τέλους καὶ om Β 21 φασὶ φιλοσοφεῖ Ma φασὶ φιλοσοφεῖν Β)

138
σοφεῖ· Σωκράτει δὲ μηδὲ ὁ αὐτὸς ὅρος γένηται τοῦ βίου καὶ τῆς φιλοσοφίας;

23. Λέγει γὰρ οὐκ ἐπιτηδείους οὐδὲ δικαίους λόγους, ὡς αὐτοί φασιν. οὐκοῦν ταῦτ’ ἐστὶν ὧν δὴ [*](Mor p. 230) ἀπολεῖται χάριν; οὐδὲν οὖν ἔχοντες | ἐγκαλεῖν πλέον ὧν ἕνεκεν ἑάλωκε μηδενὸς μηδὲ τιμᾶσθε τῶν τιμηθέντων μείζονος. ἀλλὰ διαφθείρει. τί γὰρ εἰς τὸ δεσμωτήριον μειράκιον παρελήλυθεν; Ἀπολλόδωρος καὶ Κρίτων καὶ Φαίδων καὶ Σιμμίας καὶ Κέβης, Ἑρ- μογένης, Ἐπιγένης) Ἀντισθένης, Αἰσχίνης, ἄνδρες γέροντες, ὁμιληταὶ Σωκράτους. οὗτοι δέ, εἰ μὲν βλα- βεροὺς καὶ πονηροὺς λόγους λέγει Σωκράτης, πάλαι δήπουθέν εἰσι διεφθαρμένοι· εἰ δ’ ὠφελίμους καὶ καλούς, οὐδὲ νῦν ἀποστερεῖσθαι τούτ’ ὢν εἰσὶ δίκαιοι.

ἔασον οὖν καὶ μὴ παρὰ τοῦτο ποιήσῃς. πῶς γὰρ οὐ δεινὸν Γοργίαν μὲν καὶ Πρωταγόραν λέγειν καὶ Πῶλον καὶ Πρόδικον τὸν ἀλαζόνα καὶ Ἱππίαν, τοὺς [*](Mor p. 232) σοφιστὰς καὶ καπήλους τῶν λόγων, | καὶ τούτων ἀκούειν καὶ ἰδίᾳ καὶ κοινῇ τοὺς Ἕλληνας μισθοδοτοῦν- τας αὐτοῖς, ἀνθρώποις Ἠλείοις καὶ Κείοις καὶ Ἀβδη- [*](8 cf p. 29, 10; 100,10; 144, 1 et 2. Plat. Phaed. p. 59 B 13 Plat. apol. p. 34 A 16 cf p. 26,7; 114, 15 sq. 18 Plat. Prot. p. 313 D) [*](1 μὴ δὲ Β | ὅρος in ras Ma 2 φιλοσοφίας· Β 5 οὐ- δενὸ αὖ Β 6 ἑάλωκεν Ma | μηδὲ in lac 4 litt om Β μὴ δὲ Ma | τιμᾶσθαι MaB 7 τί] τὸ Ma 9 καὶ Κρίτων et καὶ Σιμμίας et 10 Ἀντισθένης et 12 λέγει om Ma 14 εἰσὶν οἱ δίκαιοι Ma 15 γὰρ ἂν οὐ Ma 17 καὶ Ἱππίαν] ἱππίαν καὶ Ma 19 ἰδ’ ία καὶ κοινὴ MaB 20 αὐτ’ οἶς ἀνθρώποις om in lac 8 litt Β αὐτοῖς τἄνοίς Ma unde olim Gepperto τανα- γροις scriptum esse testanti fidem habens Ἀκραγαντίνοις post καὶ Κείοις scribendum conieci Mus. Rhen. XXXII 96 quod iam improbo | Κείοις scripsi χίοις libri Κίοις Mor | αὐδηρἰταις Ma)

139
ρίταις καὶ Λεοντίνοις, τὸν δὲ Ἀθηναῖον Σωκράτην μηδὲ πρὸ τοῦ θανάτου λαλεῖν;

25. Ἐμφορηθήσεσθε, ὦ βάσκανοι, τῆς τοῦ Σωκρά- τους σιωπῆς. ἄφωνον μὲν ἔσται τὸ Λύκειον, ἄφωνος δὲ ἡ Ἀκαδημία, ἄλογοι δὲ αἱ παλαῖστραι. ἁπάσας δὲ τὰς διατριβὰς τῶν καλῶν ἀμουσία καθέξει καὶ σιωπή. οὐκ ἐν τοῖς γυμνασίοις ἐρεῖ Σωκράτης, οὐκ ἐν ταῖς στοαῖς, οὐκ ἐν τῇ βασιλείῳ διαλέξεταί τισιν, οὐκ ἐπὶ τῆς ποικίλης, οὐκ ἐν ταῖς | τραπέζαις, οὐκ ἐν [*](Mor p. 234) τοῖς δικαστηρίοις, οὐκ ἐν Ἀγάθωνος, οὐκ ἐν Καλλίου, οὐκ ἐν Δάμωνος, οὐκ ἐν ἄστει Σωκράτης, οὐκ ἐν Πειραιεῖ, οὐχ ὑπὲρ Ἰλισσὸν ὑπὸ τῇ πλατάνῳ τῇ καλῇ, ἀλλ’ ἐκεῖ μὲν οἱ τέττιγες ᾄσονται, οὐκ ἐν Ποτιδαίᾳ | Σωκράτης, οὐκ ἐπὶ Δηλίῳ, οὐ περὶ δικαιοσύνης [*](Mor p. 236) πρὸς Θρασύμαχον, οὐ περὶ σωφροσύνης πρὸς Χαρμίδην, οὐχ ὑπὲρ ἀνδρίας πρὸς Λάχητα, οὐχ ὑπὲρ φιλαδελφίας πρὸς Χαιρεφῶντα, οὐχ ὑπὲρ ἀρετῆς πρὸς Μένωνα, οὐχ ὑπὲρ τοῦ καλοῦ πρὸς Ἱππίαν, οὐ περὶ ῥητορικῆς [*](10 Plat. conv. p. 174 A 11 Plat. Prot. p. 311 A | rep. III p. 400 B; 424 C; Axioch. p. 364 12 Plat. rep. I p. 327 A; 328 C | Plat. Phaedr. p. 229 A; 230 B 13 Plat. Phaedr. p. 230 C; 258 E 14 cf ad p. 87, 14 15 Plat. rep. I p. 336 A sq. cf. ad p. 26, 8 | Plat. Charm. p. 154 A sq. 16 Plat. Lach. p. 178 A sq. 17 Xen. comm. II 3 cf p. 101, 1 | Plat. Men. p. 70 A sq. 18 Plat. Hipp. mai. p. 286 sq. | Plat. Gorg. p. 447 sq.) [*](3 ἐμφορηθήσεσθαι Ma sed αι in ε corr m rec | τοῦ om Ma 4 μὲν om Μ 6 καθέξει Ma sed έ in ras m 2 11 Δάμωνος scripsi ἄμμωνος libri Mor qui Δάμωνος coni, sed fortasse οὐκ ἐν ἄμμωνος nihil nisi lectio varia ad οὐκ ἐν Ἀγά- θωνος fuit 14 οὐκ ἐν Ἀμφιπόλει ante οὐκ ἐπὶ Δ. excidisse coni Mor | Δηλίῳ scripsi e Ma δήλῳ ΒΜ Mor qui Δηλίῳ coni 15 Χαρώνδαν Β 16 ἀνδρείας Β)

140
πρὸς Γοργίαν, οὐ πρὸς Πρωταγόραν περὶ τῶν τῆς ἀρετῆς ἐπιτηδευμάτων, οὐχ ὑπὲρ <τοῦ> ὁσίου πρὸς Εὐθύφρονα, οὐ πρὸς Ξενοφῶντα <τερὶ τοῦ μὴ> φι- λεῖσθαι τὸν καλόν. ἐμφορηθήσεσθε τῆς ἐρημίας Σω- κράτους. πολλὰς ὑμῖν σιωπήσει σιωπάς.

[*](Mor p. 238)

| Νῦν οὖν ἴως ἔστι μεθ’ ἡμῶν, τὴν μίαν αὐτῷ καὶ τὰς δύο ταύτας ἡμέρας λαλῆσαι δότε. νῦν μάλιστα σοφία Σωκράτους βασανίζεται, εἰ καὶ δεδε- μένος οὐκ ἀλγεῖ καὶ τεθνηξόμενος οὐ θρηνεῖ <καὶ> τῆς τελευτῆς ἐφεστώσης φιλοσοφεῖ. λεγέτω καὶ δεδε- μένος. ἐγὼ καὶ Ξενοφῶντα ἐπῄνεσα, ὅτι κἀκεῖνος ἐν Θήβαις δεδεμένος οὐκ ἠμέλησε τῶν Προδίκου λόγων, ἀλλ’ ἐγγυητὴν καταστήσας ἐπὶ τὴν ἀκρόασιν ἦλθε. σὺ δὲ ἀξιοῖς φιλοσοφώτερον εἶναι διδασκάλου τὸν μαθη- τὴν καὶ Σωκράτην σιωπᾶν ἀναγκάζεις παυσόμενον αὐτίκα; τί δ’ αὐτὸν ὅμοιον ποιεῖς λυπουμένῳ; λεγέτω μάλιστα πρὸ τῆς τελευτῆς, ὅτι καὶ ἐγγυτέρω τῆς ἀλη- θείας γίνεται.

27. Φιλοσοφείτω νῦν, ἀλλά μοι καὶ μαντευέσθω Σωκράτης· ᾄδουσι μὲν πρὸ τῆς τελευτῆς κύκνοι καὶ [*](Mor p. 240) τὴν | ψυχὴν ἀφιᾶσιν ἐν τῷ μέλει, μουσικὸς δὲ [*](1 Plat. Prot. p. 319 sq. 2 Plat. Euthyp. p. 10 C sq. 3 Xen. comm. I 3, 8 sq. 11 Philostr. vit. soph. I 12 20 Plat. Phaed. p. 84 E sq. Aesch. Ag. 1398) [*](2 τοῦ inserui coll Plat. Eutyp. l. l. om libri Mor 3 οὐ — 4 καλόν inserui e MaB om Μ Mor | περὶ τοῦ μὴ inserui om libri 4 τὸν καλόν scripsi e Ma om in lac 5 litt Β 7 αὐτῷ in ras Ma 2 8 βασανίζεται· εἰ MaB 9 καὶ (2) inserui om libri Mor 10 post δεδεμένος verba (9) οὐκ ἀλγεῖ — θρηνεῖ repetivit Ma sed del m 2 et 11 ἐγὼ — 12 λόγων in marg scr m 2 13 ἦλθεν Ma 15 καὶ om MaB | ἀνάγκαζ’ Β | παυσόμενος Β 16 τί δ’ αὐτὸν om Β 17 ὅτι καὶ in lac 7 litt om Β ὅτε τίς Ma)

141
θάνατος ὄρνιθος μουσικοῦ. ἔα δὲ ᾄδειν καὶ τὴν ἀηδό- να τὴν Ἀττικὴν καὶ τὸν κύκνον. ὁμόδουλός ἐστιν ἐκείνων Σωκράτης, καὶ οὗτος Ἀπόλλωνος ἱερός. σὺ μὲν ἀνεῖπές ποτε, ὦ Πύθιε· | ἀνδρῶν ἁπάν- [*](Mor p. 242) τῶν Σωκράτης σοφώτατος. ὁ δὲ σοφώτατος κε- λεύεται νῦν ἀσόφως ἀποθανεῖν.

28. Ἐγένοντό ποτε καὶ πρότερον ἄδικοι κρίσεις. ἔδοξέ ποτε καὶ Παλαμήδην τὸν σοφώτατον τῶν τότε Ἑλλήνων παρὰ δίκην ἀποθανεῖν, ἦσαν γὰρ κἀν Ἰλίῳ τινὲς Ἄνυτοι καὶ Μέλητοι, ἀλλ’ οὐδὲ ἐκεῖνος πρὸ τοῦ θανάτου σιωπᾶν ἐκελεύετο, ἀλλ’ ἐξῆν αὐτῷ καὶ λέγειν καὶ γράφειν, καὶ γράψας ἐπὶ τοῦ ξύλου τοῦ ναυτικοῦ τὴν ἑαυτοῦ τύχην ἔπεμψε τῷ ἑαυτοῦ πατρὶ Ναυπλίῳ τὴν ἐπιθανάτιον ἐπιστολήν.

Σωκράτης δὲ κακό- ηθες μὲν οὐδὲ ἕν οὐδὲ πικρὸν γράφει οὐδὲ μνησικα- κεῖ τῷ δικαστηρίῳ, ἀλλὰ καὶ χαίρων ἀποθνήσκει | [*](Mor p. 244) καὶ παρὰ θεοὺς ἀπιέναι πείθεται. ὥσπερ δὲ ἐν τῷ βίῳ λέγων, οὕτω καὶ νῦν ἐν λόγοις. καὶ μὴ θαυμάσῃς. αὕτη φύσις τῶν σοφῶν. οὐκ ἀπολείπεται τὸ σοφὸν αὐτῶν οὐδ’ ἐν ταῖς χαλεπαῖς τύχαις.

οὐδὲ μετὰ τὸν θάνατον ἡ μουσικὴ Ὀρφέα κατέλιπεν. ἀλλὰ κἀ- κεῖνον μὲν διέσπασαν αἱ Θρᾷτται γυναῖκες, ὥσπερ οἱ [*](1 cf ad p. 115, 9 2 Plat. Phaed. p. 85 B 4 Diog. L. II 5, 18, 37 9 sq. Eur. Palam. fr. 578 sq. N 2. Arist. Thesm. 770 c. schol. 14 cf t. IV 588, 26 R 22 cf p. 119, 13 sq.) [*](2 κατὰ Πα 5 σοφώτατος scripsi e Ma σοφώτερος ΜΒ Mor 7 ἐγένοντο καὶ πρότερόν ποτε (ε in ras m 2) Ma 8 ποτε inserui e Ma om ΜΒ Mor | τῶν Ma sed ων in ras m 2 9 κἀν scripsi ἐν libri Mor 13 τύχην in ras Ma 2 14 ἐπιθα- λάττιον Ma | καὶ post δὲ Ma 16 ἀλλὰ om Β 17 ἐπιέναι Ma | πείθεται Ma sed πειθ in ras m 2 | τῷ om Ma 18 οὕτως Ma | νῦν om M 19 τὸ om Ma 20 αὐτὸν Ma 21 τὸν om Ma 22 θράττιαι Β θρακίαι Ma)

142
συκοφάνται Σωκράτην, ὁ δὲ καὶ ἐσπασμένος ἔτι ᾖδεν. Ὀρφέως ἡ κεφαλὴ διὰ τοῦ ποταμοῦ κατέβαινε τοῦ Mor p. 246 Στρυμόνος τῶν ἑαυτῆς μελῶν μνημονεύουσα. | αὐλητὴς δὲ Φρὺξ Μαρσύας ὁ κεκολασμένος ἀμείβειν ὁ δῶρα βούλεται καὶ τοῦτο μὲν ἀδυνατεῖ, ἄλλου δὲ αὐλοῦντος ἀκούει καὶ ἀναβιώσκεται τῷ μέλει. τοιοῦτον καὶ τὸ Σωκράτους ἐστίν.

[*](Mor p. 248)