Declamatio 1
Libanius
Libanius, Declamatio 1, Libanii Opera, Vol V, Declamationes I-XII, Teubner, Foerster, 1909
εἶπον δ’ ἂν ὑμῖν καὶ ἀπηριθμησάμην τούς τε κατεγνωσμένους καὶ τοὺς ἀντ’ ἐκείνων γραφέντας, εἰ μὴ μαρτύριον ἦν ἱκανὸν ἡ ἐξ Ἀρείου πάγου βουλὴ οὐχ ἅπαντα νῦν ἃ πρότερον ἔχουσα. καὶ οὐδὲν ἀντι- λέγει νομίζουσα δεῖν εἴκειν τοῖς νεωτέροις νόμοις οὖσί γε ἀμείνοσιν. εἰ <δὲ> ι περὶ ὧν ἔξεστιν εἰπεῖν ἐν δήμῳ καὶ καθ’ ὧν ὑπάρχει δικαστηρίῳ χρήσασθαι κατηγοροῦντα τὰς ψήφους τ’ ἔνι λαβεῖν, εἰ τούτων μνησθείη τις ἐπὶ τῶν ἐργαστηρίων ἠκριβῶσθαι τὴν πολιτείαν εὐχόμενος, οὗτος ἄχθεται τῷ τὸν δῆμον κρατεῖν;
84. Εἰ μὲν οὖν, ὦ ἄνδρες, τὸ μὲν ἐξὸν πεποιῆσθαι 20 τοὺς τοιούτους τῶν λόγων ὑπῆρχε Σωκράτει, βλάβη [*](3 sq. Plat. Axioch. p. 365 D 11 Arist. rep. Ath. 25 et 27; Dem. Aristocr. p. 641, 28 sq. 13 sq. Xen. comm. I 2, 9) [*](Mnem. III 148 cum Rog θεοὶ libri edd | οὐδένα reposui e libris auctoribus Re et Cobeto cum Rog οὐδὲ Mor Re) [*](7 λαβὸν reposui e Ma UVaB cum Rog λαβὼν Ath Mor Re | ἐπίσταται Ma 8 καὶ ἀπηριθμησάμην scripsi ἀπηριθμησά- μνη libri κἀπηριθμησάμην edd 11 ἃ reposui e libris ἅπερ edd I ἀντιλέγει νομίζουσα scripsi cum Rog ἀντιλέγειν νομί- ζουσα libri ἀντιλέγει νομίζουσα Mor Re 13 δὲ inserui, δὴ auctore Gasda Rog om libri Mor Re 14 ὑπάρχει reposui e libris cum Rog ὑπερχεῖ Mor Re 15 τ' scripsi auctore Re cum Rog γ᾿ libri Mor Re 20 λόγους post τοὺς Mor Re de- levi cum Rog τῶν] ἀνοήτων lacobs Lect 197 Ι ὑπῆρχεν ἀρχὴ Σωκράτει lacobs | βλάβης δέ τι e Par 3017 Rog)
85. Σωκράτης, ἐρῶ δὲ τἀληθές, νὴ τὸν Ἀπόλλω τὸν Πύθιον, πολλαχοῦ μὲν μέμνηται τῶν ποιητῶν, οὐκ ἀεὶ δὲ μετὰ ψόγου. ἀλλ’ οὗ μὲν τὸν ἀκούοντα ποιοῦσι βελτίω, καὶ σοφοὺς καὶ γενναίους καὶ θείους καὶ τὰ τοιαῦτα καλεῖ· ζημιοῦντας δὲ ὅταν ἴδῃ καὶ τὸν πειθόμενον εἰς μέγιστον ἄγοντας κακόν, ἐναντιοῦται καὶ δείκνυσι τὸν κρημνὸν οὐκ ἐῶν νέων ψυχὰς εἰς ὄλεθρον ἐμπεσούσας φέρεσθαι.
ἐν δὴ τοῖς ἐλέγ- χοις τούτοις ἔρχεταί τινα καὶ τοιαύτην ὁδόν, ἣν ἀρ- πάσας Ἄνυτος συκοφαντεῖ. ἐρωτᾷ τὸν συνόντα, | [*](R III 30) εἰ μὴ σοφὸς Ἡσίοδος. ἀνάγκη τὸν ὑπὸ τῆς φήμης κατειλημμένον ὁμολογεῖν. τί δ’; οὐχ οὗτος ἔργον πᾶν ἐπαινεῖ φάσκων οὐδὲν ἔργον ὄνειδος εἶναι; [*](19 Hes. opp. 311. cf Plat. Charm. p. 163 B. Xen. comm. I 2,56) [*](1 ἐφαίνετο reposui e libris cum Rog φαίνοιτο Mor Re φαίνοιτο οὐδεμία, τὸ τῆς ἐξουσίας μέρος lacobs Ι τὸ ante τῆς inser Ma Ι πρῶτος — 2 ἐξουσίας inserui ex AthUVaB cum Rog om Ma Mor Re πρῶτος scripsi e VaB cum Rog πρῶτον AthU 2 κατεψηφιζόμην scripsi καταψηφιζοίμην libri Rog) [*](3 τίνας Rog Ι ἀγωνιζομένους scripsi ex AthUVaB ἀγωνι- σαμένους Ma ἠγωνισμένους edd 4 ἀπολογιεῖσθαι VaB λο- γιεῖσθαι Ma 5 ὧς γε scripsi ex AthUVaB cum Rog ὧς Ma Mor Re 9 ἀεὶ δὲ scripsi auctore Re cum Rog ἀεί γε libri I τὸν ἀκούοντα ποιοῦσι scripsi ex AthUVaB ποιοῦσι τὸν ἀκούοντα Ma edd 10 καὶ (1) del? 13 τὰς τῶν ante νέων inseruit Rog 14 δὴ scripsi e MaAthUVa δὲ Β edd 15 τούτοις om Va 17 ἀνάγκη Ma sed κ’ in ras m2)
87. Οὕτω καὶ περὶ Πινδάρου διαλέγεται δεδοικὼς αὐτοῦ τὴν διδαχὴν καὶ φοβούμενος μή τις τῶν νέων ἀκούσας ὧς ὑπερτάτῃ χειρὶ βιάζεται τὸ δίκαιον ἀμελήσας τῶν νόμων ἀσκῇ τὼ χεῖρε. καὶ τοῦτο οὕτως εἰκότως ὑφορᾶται Σωκράτης, ὧς ὁ σοφώτατος Ἄνυτος ἐτόλμησε μεταγράψαι τὸ τοῦ ποιητοῦ καθάπερ ἐν Σκύ- θαις διαλεγομένου καὶ οὐκ εἰσομένοις ἀνθρώποις, τί μὲν Ἀνύτου, τί δὲ Πινδάρου. ἀλλὰ τοῦτο μὲν καλῶς [*](11 Pind. fr. 169 apud Plat. Gorg. p. 484 B et 488 B; leg, IV p. 714 D; in p. 690 B; Prot. p. 337 D; Aristid. t. II 68 D cf praef. p. 4 14 Valer. M. VI 4 ext. 2. Lys. fr. CXII ed. Thalh.) [*](1 ὁμολογεῖ καὶ ante τοῦτο inserendum coni Re, καὶ lacobs Lect 197 Not 28 | τοῦτο — Σωκράτους delenda coni Sintenis ἔστιν ἄρνησις reposui e libris cum Rog ἔστι γὰρ ἄρνησις Mor Re ἐστὶν ἀπάρνησις coni Sintenis 2 οὔκουν Rog | διο- ρύσσων AthUB 5 οὐ δὲ coni lacobs Not 28 | δὲ inserui e MaUVaB, δ’ auctore Re Rog om Ath Mor Re 6 εἰκὸς ex- cidisse coni Gasda Ι πᾶν reposui e libris cum Rog πρὸς Mor Re 7 ὀφλόντος auctore Nabero Rog 8 ἔργον VaB 9 περὶ Πινδάρου scripsi auctore Gasda cum Rog πινδάρῳ libri Mor Re | colon post διαλέγεται libri Mor Re, delevi cum Rog γὰρ post δεδοικὼς inserendum coni Re 11 ὁ νόμος post ὡς mseruit auctore lacobsio Not 28 Rog at obloquitur 1. 12 ἀμελήσας τῶν νόμων 12 ἀσκῇ scripsi auctore Re cum Rog ἀσκεῖ libri Mor Re Ι οὕτως inserui e libris cum Rog om Mor Re 15 διαλεγόμενος auctore Gasda Rog at cf. 1. 9 16 μὲν (2) inserui ex AthUB om MaVa edd)
88. Ἔτι τοίνυν σκέψασθε, πότερον Θέογνις ὀρθῶς φρονεῖ νομίζων πάντα δεῖν ποιεῖν ὑπὲρ χρημάτων ὡς τῆς πενίας σιγᾶν ἀναγκαζούσης ἢ οὗτος οἰόμενος τὸν ἐν πενίᾳ πολλάκις γ’ ἂν τῶν εὐπορούντων ἄμεινον εἰπεῖν δύνασθαι. καὶ ἤρκει μὲν <ἂν> φδ αὐτὰ τὰ τοῦ διώκοντος εἰς τὴν ἀπολογίαν ἡμῖν, ὁ Λάμπρος, ὁ Φειδίας, ὁ μὲν ἐν τῷ περὶ τῶν ἀγαλμάτων λόγῳ νικῶν ἂν Ἰσχόμαχον, ὁ δ’ Ἱππόνικον ἐν τῷ περὶ μου- σικῆς· εἰ δὲ δεῖ τι προσθεῖναι, τίς οὐκ οἶδεν ὧς ἐν ταῖς ἐκκλησίαις πολλοὶ μὲν τῶν τὰς οὐσίας κεκτημέ- νων ἀποροῦντες γνώμης ἄφωνοι | κάθηνται, πολ- [*](R III 31) λοὶ ’δε τῶν καταδεῶν ἃ συνοίσει λέγουσι; πάλιν τοίνυν ὑφ’ ἐκατέρων γνωμῶν λεγομένων οἷς τε μεγάλοι πλοῦ- τοι καὶ παρ’ οἶς μικρὸν ἀργύριον οἱ μὲν ἔδοξαν οὐκ εὖ φρονεῖν, οἱ δὲ τὰ ἄριστα παραινεῖν. ὀρθῶς οὖν [*](4 Theogn. —182 cf. t. IV 983, 10 R 9 Plat. Menex. p. 236 A 11 ep. 258. cf Plat. Prot. p. 311 C; Men. p. 91 D; Hipp. mai. p. 290 A. Lys. or. 19, 46 Ι Lys. or. 19, 48) [*](4 Θέογνις ὀρθῶς scripsi e MaUVaB ὀρθῶς θέογνις Ath edd b δεῖ Β 7 γ’ ἂν scripsi e Β γᾶν Ath ἂν MaUVa Mor Re quod auctore Gasda delevit Rog 8 ἂν inserui 9 τὴν om Ma | ἡμῖν scripsi e MaUVa auctore lacobsio Not 28 cum Rog ὑμῖν Β ἡμῶν Ath Mor Re τῇ μὲν coni Re Λάμπρος scripsi cum Sinteni Cobeto Rog (Mus. Rhen. XXXII 32) λαμπρὸς libri Mor Re qui Ὄλυμπος coni 10 ὁ] τῇ δὲ coni Re | τῶν om UVaB 11 ἂν Ἰσχόμαχον scripsi (Mus. Rhen. 1. 1.) ἀνισόμαχον libri Mor Re Ἰσχόμαχον auctore Cobeto Rog Λυσίμαχον coni Re 12 οἶδεν scripsi e MaAthUB cum Rog εἶδεν Va Mor Re 13 τῶν τἀς] τἀς τῶν Ath 15 καταδεῶν reposui e libris auctore Re cum Rog καταδέων Mor Re 16 ὑφ’ scripsi auctore Gasda cum Rog ἀφ’ libri Mor Re)
καὶ μὴν Ἀθηναίων γε πλουτοῦσι μὲν οὐ πολλοί, συχνοὶ δὲ οἱ πενόμενοι. κατὰ μὲν οὖν Σωκράτην ἔστιν ὑμῶν τοῖς πολλοῖς λέγειν, κατὰ δὲ Θέογνιν ἄτιμον τοῦ δήμου τὸ πλέον. πότερον οὖν βελτίων, ὦ Ἀθηναῖοι, σύμβουλος καὶ πόλει καὶ ἰδιώταις ὅστις ἐκμαίνει περὶ χρημάτων ἐπιθυμίαν καὶ πείθει καλοὺς ἡγεῖσθαι τοὺς ὑπὲρ τούτων πόνους καὶ κινδύνους καὶ τολμήματα καὶ θανάτους ἢ ὅστις ἐπὶ τὴν φρόνησιν μᾶλλον ἢ τὸν πλοῦτον παρακαλεῖ;