Declamatio 1

Libanius

Libanius, Declamatio 1, Libanii Opera, Vol V, Declamationes I-XII, Teubner, Foerster, 1909

εἶπον δ’ ἂν ὑμῖν καὶ ἀπηριθμησάμην τούς τε κατεγνωσμένους καὶ τοὺς ἀντ’ ἐκείνων γραφέντας, εἰ μὴ μαρτύριον ἦν ἱκανὸν ἡ ἐξ Ἀρείου πάγου βουλὴ οὐχ ἅπαντα νῦν ἃ πρότερον ἔχουσα. καὶ οὐδὲν ἀντι- λέγει νομίζουσα δεῖν εἴκειν τοῖς νεωτέροις νόμοις οὖσί γε ἀμείνοσιν. εἰ <δὲ> ι περὶ ὧν ἔξεστιν εἰπεῖν ἐν δήμῳ καὶ καθ’ ὧν ὑπάρχει δικαστηρίῳ χρήσασθαι κατηγοροῦντα τὰς ψήφους τ’ ἔνι λαβεῖν, εἰ τούτων μνησθείη τις ἐπὶ τῶν ἐργαστηρίων ἠκριβῶσθαι τὴν πολιτείαν εὐχόμενος, οὗτος ἄχθεται τῷ τὸν δῆμον κρατεῖν;

84. Εἰ μὲν οὖν, ὦ ἄνδρες, τὸ μὲν ἐξὸν πεποιῆσθαι 20 τοὺς τοιούτους τῶν λόγων ὑπῆρχε Σωκράτει, βλάβη [*](3 sq. Plat. Axioch. p. 365 D 11 Arist. rep. Ath. 25 et 27; Dem. Aristocr. p. 641, 28 sq. 13 sq. Xen. comm. I 2, 9) [*](Mnem. III 148 cum Rog θεοὶ libri edd | οὐδένα reposui e libris auctoribus Re et Cobeto cum Rog οὐδὲ Mor Re) [*](7 λαβὸν reposui e Ma UVaB cum Rog λαβὼν Ath Mor Re | ἐπίσταται Ma 8 καὶ ἀπηριθμησάμην scripsi ἀπηριθμησά- μνη libri κἀπηριθμησάμην edd 11 ἃ reposui e libris ἅπερ edd I ἀντιλέγει νομίζουσα scripsi cum Rog ἀντιλέγειν νομί- ζουσα libri ἀντιλέγει νομίζουσα Mor Re 13 δὲ inserui, δὴ auctore Gasda Rog om libri Mor Re 14 ὑπάρχει reposui e libris cum Rog ὑπερχεῖ Mor Re 15 τ' scripsi auctore Re cum Rog γ᾿ libri Mor Re 20 λόγους post τοὺς Mor Re de- levi cum Rog τῶν] ἀνοήτων lacobs Lect 197 Ι ὑπῆρχεν ἀρχὴ Σωκράτει lacobs | βλάβης δέ τι e Par 3017 Rog)

61
δέ τις ἐφαίνετο διὰ τῆς ἐξουσίας, πρῶτος ἂν αὐτοῦ κατεψηφιζόμην ἐγώ, καίτοι τὸ τῆς ἐξουσίας μέρος ἤδη τινὰς ἀγωνιζομένους σέσωκεν, ἀλλ’ οὐ Σωκράτει γε ἡ τοιαύτη πρέπουσα σωτηρία. πῶς οὖν ἀπολογεῖσθαι καλὸν ὑπὲρ ἀνδρός, ὥς γε ἐμαυτὸν πείθω, φιλοῦντος τὴν πόλιν;

85. Σωκράτης, ἐρῶ δὲ τἀληθές, νὴ τὸν Ἀπόλλω τὸν Πύθιον, πολλαχοῦ μὲν μέμνηται τῶν ποιητῶν, οὐκ ἀεὶ δὲ μετὰ ψόγου. ἀλλ’ οὗ μὲν τὸν ἀκούοντα ποιοῦσι βελτίω, καὶ σοφοὺς καὶ γενναίους καὶ θείους καὶ τὰ τοιαῦτα καλεῖ· ζημιοῦντας δὲ ὅταν ἴδῃ καὶ τὸν πειθόμενον εἰς μέγιστον ἄγοντας κακόν, ἐναντιοῦται καὶ δείκνυσι τὸν κρημνὸν οὐκ ἐῶν νέων ψυχὰς εἰς ὄλεθρον ἐμπεσούσας φέρεσθαι.

ἐν δὴ τοῖς ἐλέγ- χοις τούτοις ἔρχεταί τινα καὶ τοιαύτην ὁδόν, ἣν ἀρ- πάσας Ἄνυτος συκοφαντεῖ. ἐρωτᾷ τὸν συνόντα, | [*](R III 30) εἰ μὴ σοφὸς Ἡσίοδος. ἀνάγκη τὸν ὑπὸ τῆς φήμης κατειλημμένον ὁμολογεῖν. τί δ’; οὐχ οὗτος ἔργον πᾶν ἐπαινεῖ φάσκων οὐδὲν ἔργον ὄνειδος εἶναι; [*](19 Hes. opp. 311. cf Plat. Charm. p. 163 B. Xen. comm. I 2,56) [*](1 ἐφαίνετο reposui e libris cum Rog φαίνοιτο Mor Re φαίνοιτο οὐδεμία, τὸ τῆς ἐξουσίας μέρος lacobs Ι τὸ ante τῆς inser Ma Ι πρῶτος — 2 ἐξουσίας inserui ex AthUVaB cum Rog om Ma Mor Re πρῶτος scripsi e VaB cum Rog πρῶτον AthU 2 κατεψηφιζόμην scripsi καταψηφιζοίμην libri Rog) [*](3 τίνας Rog Ι ἀγωνιζομένους scripsi ex AthUVaB ἀγωνι- σαμένους Ma ἠγωνισμένους edd 4 ἀπολογιεῖσθαι VaB λο- γιεῖσθαι Ma 5 ὧς γε scripsi ex AthUVaB cum Rog ὧς Ma Mor Re 9 ἀεὶ δὲ scripsi auctore Re cum Rog ἀεί γε libri I τὸν ἀκούοντα ποιοῦσι scripsi ex AthUVaB ποιοῦσι τὸν ἀκούοντα Ma edd 10 καὶ (1) del? 13 τὰς τῶν ante νέων inseruit Rog 14 δὴ scripsi e MaAthUVa δὲ Β edd 15 τούτοις om Va 17 ἀνάγκη Ma sed κ’ in ras m2)

62
τοῦτο δεύτερον ἐρομένου Σωκράτους οὐκ ἔστιν ἄρνη- σις. οὐκοῦν ὁ τοῖχον διορύττων καὶ τάφον ἔχει μάρτυρα σοφὸν ἄνδρα, τὸν Ἡσίοδον, τοῦ μηδὲν ἀδικεῖν. ἐνταῦθα ἀνάγκη τὸν μὲν ἐρωτώμενον ἀπορεῖν, τοὺς δὲ παρόντας γελᾶν, οὐδένα δὲ ἀπὸ τῶν λόγων ἐπὶ τὰ πονηρὰ κέρδη τρέχειν, ἀλλὰ πᾶν τοὐναντίον. ἐξεληλεγμένου γὰρ τοῦ ποιητοῦ καὶ γέλωτα ὀφείλοντος ἴσασιν ὧς οὐ πᾶσιν ἐγχειρητέον ἔργοις ἐξῆς.

87. Οὕτω καὶ περὶ Πινδάρου διαλέγεται δεδοικὼς αὐτοῦ τὴν διδαχὴν καὶ φοβούμενος μή τις τῶν νέων ἀκούσας ὧς ὑπερτάτῃ χειρὶ βιάζεται τὸ δίκαιον ἀμελήσας τῶν νόμων ἀσκῇ τὼ χεῖρε. καὶ τοῦτο οὕτως εἰκότως ὑφορᾶται Σωκράτης, ὧς ὁ σοφώτατος Ἄνυτος ἐτόλμησε μεταγράψαι τὸ τοῦ ποιητοῦ καθάπερ ἐν Σκύ- θαις διαλεγομένου καὶ οὐκ εἰσομένοις ἀνθρώποις, τί μὲν Ἀνύτου, τί δὲ Πινδάρου. ἀλλὰ τοῦτο μὲν καλῶς [*](11 Pind. fr. 169 apud Plat. Gorg. p. 484 B et 488 B; leg, IV p. 714 D; in p. 690 B; Prot. p. 337 D; Aristid. t. II 68 D cf praef. p. 4 14 Valer. M. VI 4 ext. 2. Lys. fr. CXII ed. Thalh.) [*](1 ὁμολογεῖ καὶ ante τοῦτο inserendum coni Re, καὶ lacobs Lect 197 Not 28 | τοῦτο — Σωκράτους delenda coni Sintenis ἔστιν ἄρνησις reposui e libris cum Rog ἔστι γὰρ ἄρνησις Mor Re ἐστὶν ἀπάρνησις coni Sintenis 2 οὔκουν Rog | διο- ρύσσων AthUB 5 οὐ δὲ coni lacobs Not 28 | δὲ inserui e MaUVaB, δ’ auctore Re Rog om Ath Mor Re 6 εἰκὸς ex- cidisse coni Gasda Ι πᾶν reposui e libris cum Rog πρὸς Mor Re 7 ὀφλόντος auctore Nabero Rog 8 ἔργον VaB 9 περὶ Πινδάρου scripsi auctore Gasda cum Rog πινδάρῳ libri Mor Re | colon post διαλέγεται libri Mor Re, delevi cum Rog γὰρ post δεδοικὼς inserendum coni Re 11 ὁ νόμος post ὡς mseruit auctore lacobsio Not 28 Rog at obloquitur 1. 12 ἀμελήσας τῶν νόμων 12 ἀσκῇ scripsi auctore Re cum Rog ἀσκεῖ libri Mor Re Ι οὕτως inserui e libris cum Rog om Mor Re 15 διαλεγόμενος auctore Gasda Rog at cf. 1. 9 16 μὲν (2) inserui ex AthUB om MaVa edd)

63
ἐποίησε κακουργῶν. ἐν γὰρ τῷ μεταθεῖναι τὸ τοῦ ποιητοῦ κατηγόρηκε τοῦ Πινδάρου καὶ τὸν Σωκράτην ἐπῄνεσεν.

88. Ἔτι τοίνυν σκέψασθε, πότερον Θέογνις ὀρθῶς φρονεῖ νομίζων πάντα δεῖν ποιεῖν ὑπὲρ χρημάτων ὡς τῆς πενίας σιγᾶν ἀναγκαζούσης ἢ οὗτος οἰόμενος τὸν ἐν πενίᾳ πολλάκις γ’ ἂν τῶν εὐπορούντων ἄμεινον εἰπεῖν δύνασθαι. καὶ ἤρκει μὲν <ἂν> φδ αὐτὰ τὰ τοῦ διώκοντος εἰς τὴν ἀπολογίαν ἡμῖν, ὁ Λάμπρος, ὁ Φειδίας, ὁ μὲν ἐν τῷ περὶ τῶν ἀγαλμάτων λόγῳ νικῶν ἂν Ἰσχόμαχον, ὁ δ’ Ἱππόνικον ἐν τῷ περὶ μου- σικῆς· εἰ δὲ δεῖ τι προσθεῖναι, τίς οὐκ οἶδεν ὧς ἐν ταῖς ἐκκλησίαις πολλοὶ μὲν τῶν τὰς οὐσίας κεκτημέ- νων ἀποροῦντες γνώμης ἄφωνοι | κάθηνται, πολ- [*](R III 31) λοὶ ’δε τῶν καταδεῶν ἃ συνοίσει λέγουσι; πάλιν τοίνυν ὑφ’ ἐκατέρων γνωμῶν λεγομένων οἷς τε μεγάλοι πλοῦ- τοι καὶ παρ’ οἶς μικρὸν ἀργύριον οἱ μὲν ἔδοξαν οὐκ εὖ φρονεῖν, οἱ δὲ τὰ ἄριστα παραινεῖν. ὀρθῶς οὖν [*](4 Theogn. —182 cf. t. IV 983, 10 R 9 Plat. Menex. p. 236 A 11 ep. 258. cf Plat. Prot. p. 311 C; Men. p. 91 D; Hipp. mai. p. 290 A. Lys. or. 19, 46 Ι Lys. or. 19, 48) [*](4 Θέογνις ὀρθῶς scripsi e MaUVaB ὀρθῶς θέογνις Ath edd b δεῖ Β 7 γ’ ἂν scripsi e Β γᾶν Ath ἂν MaUVa Mor Re quod auctore Gasda delevit Rog 8 ἂν inserui 9 τὴν om Ma | ἡμῖν scripsi e MaUVa auctore lacobsio Not 28 cum Rog ὑμῖν Β ἡμῶν Ath Mor Re τῇ μὲν coni Re Λάμπρος scripsi cum Sinteni Cobeto Rog (Mus. Rhen. XXXII 32) λαμπρὸς libri Mor Re qui Ὄλυμπος coni 10 ὁ] τῇ δὲ coni Re | τῶν om UVaB 11 ἂν Ἰσχόμαχον scripsi (Mus. Rhen. 1. 1.) ἀνισόμαχον libri Mor Re Ἰσχόμαχον auctore Cobeto Rog Λυσίμαχον coni Re 12 οἶδεν scripsi e MaAthUB cum Rog εἶδεν Va Mor Re 13 τῶν τἀς] τἀς τῶν Ath 15 καταδεῶν reposui e libris auctore Re cum Rog καταδέων Mor Re 16 ὑφ’ scripsi auctore Gasda cum Rog ἀφ’ libri Mor Re)

64
ὑπολαμβάνει Σωκράτης τῶν πεπαιδευμένων, ἀλλ’ οὐ τῶν εὐπορούντων τὸ δύνασθαι λέγειν ἡγούμενος.

καὶ μὴν Ἀθηναίων γε πλουτοῦσι μὲν οὐ πολλοί, συχνοὶ δὲ οἱ πενόμενοι. κατὰ μὲν οὖν Σωκράτην ἔστιν ὑμῶν τοῖς πολλοῖς λέγειν, κατὰ δὲ Θέογνιν ἄτιμον τοῦ δήμου τὸ πλέον. πότερον οὖν βελτίων, ὦ Ἀθηναῖοι, σύμβουλος καὶ πόλει καὶ ἰδιώταις ὅστις ἐκμαίνει περὶ χρημάτων ἐπιθυμίαν καὶ πείθει καλοὺς ἡγεῖσθαι τοὺς ὑπὲρ τούτων πόνους καὶ κινδύνους καὶ τολμήματα καὶ θανάτους ἢ ὅστις ἐπὶ τὴν φρόνησιν μᾶλλον ἢ τὸν πλοῦτον παρακαλεῖ;

τοῦτο τοίνυν παρ’ ὑμῶν καὶ τοῦ τῆς πόλεως ἤθους ἐπαιδεύετο Σωκράτης καὶ ἤ μεθ’ ὑμῶν ἡμάρτανεν ἤ μεθ’ ὑμῶν ἀφεῖται τῆς αἰτίας. ὑμῖν γὰρ ἐξῆν, ὦ Ἀθηναῖοι, κοινωνῆσαι βασιλεῖ τῶν πολλῶν καὶ μεγάλων χρημάτων καὶ μερίτας γενέσθαι τῆς οὔσης εὐδαιμονίας αὐτῷ, ὅτε τῇ μεγάλῃ ναυμαχίᾳ πληγεὶς <τῇ> ε περὶ τὴν νῆσον ταύτην τὴν πλησίον ἀπὸ τῶν ὁπλισμῶν ἐλπίδας προέμενος ἐπὶ τὸ διὰ πλούτου κτᾶσθαι τὴν πόλιν ἤρχετο καὶ πέμπων ἐπηγ- [*](5 Theogn. 847 7 cf t. III 421, 7 19 Her. VIII, 140 et IX 4) [*](3 γε om UB I οὐ reposui e MaUB auctore Re cum Rog οἱ Ath Va Mor Re 4 ἡμῶν Ma ὑμῖν lacobs Not 28 6 τὸ om Ma Ι πότερον scripsi e MaUVaB πότερος Ath edd Ι οὖν scripsi auctore Re cum Rog ἂν libri sed ἁ eras ἁ, Mor Re ὦ βελτίων θεοὶ Ma | Ἀθηναῖοι scripsi auctore Cobeto Mnem. III 148 cum Rog θεοὶ libri Mor Re 7 ἐκβαίνει AthVa ἐμβαίνει U sed ἱν eras, Β 8 ἐπιθυμίαν scripsi e VaB cum Rog ἐπιθυμίας MaAthU Mor Re | πολλοὺς AthUVaB 9 καὶ ante πόνους MaAthUVa edd delevi 11 τοῦτο Ma sed ~ ὁ in ras m2 2 13 ἡμῶν (1) AthUVaB 14 ἐξ̣ῆν om 16 ἐν τῇ coni Rog 17 τῇ insemi om libri edd | περὶ re- posui e libris παρὰ edd 18 ὁπλισμῶν scripsi λογισμῶν libri Mor Re ὅπλων auctore Cobeto Rog)N

65
γέλλετο τάλαντα ἀμύθητα χωρὶς τῆς εἰς ἅπαντα τὸν μετὰ ταῦτα χρόνον εὐνοίας. ἀλλ’ οὐκ ἀνεμνήσθησαν ὁ τῆς γῆς ἐκβεβλημένοι καὶ τὰς τριήρεις οἰκοῦντες τῶν Θεόγνιδος ἐπῶν οὐδὲ ἔλαβον, δίκην μὲν οὖν ἔλαβον παρὰ τοῦ τολμήσαντος εἰπεῖν ὡς δεῖ λαβεῖν. καίτοι τῶν γε ταλάντων ἐκείνων οὔτε πλοῦς οὔτ’ ἄλλη τις ἡγεῖτο ταλαιπωρία. ἀλλ’ οὐκ ἠνείχοντο πλουτεῖν μετὰ τῆς θητείας, ἣν ἀναγκαῖον ἦν εἰσελθεῖν εἰς τὴν πόλιν ὑπὸ τῷ Μήδῳ γεγενημένην.

τί οὖν; ᾔδει Σωκράτης συμβαίνων τῷ τρόπῳ I τῆς πόλεως, ὡς ὁ Θέογνις [*](R III 32) οὐκ ἀσφαλῆ ταῖς πόλεσι ταῦτα εἰσηγεῖται. εἰ γὰρ 11 ὧς] οἱ νῦν παρ’ ὑμῖν λέγοντες καὶ πολιτευόμενοι μετ’ ἀχρηματίας ἐπὶ τὰς ἐμπορίας τραπόμενοι τὸ βῆμα τοῖς πλουσίοις μέν, ἥκιστα δὲ τὸ δέον εὑρίσκουσιν ἀφεῖσαν, ἐνθυμεῖσθε ποῖ ποτ’ ἂν ἀφῖκτο τῇ πόλει τὰ πράγματα.

92. Ἵνα τοίνυν ὅτι τὰ χρησιμώτατα τῷ δήμῳ ποιοῦντος ἐν ταῖς συνουσίαις Σωκράτους οἔδε συκο- [*](3 Her. IX 3 4 cf. p. 63, 5 6 Plat. leg. V p. 730 C 7 Isocr. p. 306 A 13 t. IV 161,26; 682, 28 R. cf. Thuc. I 11) [*](1 τάλαντα] πάντα AthUVaB 2 μετὰ ταῦτα om Β 4 καὶ ante δίκην Mor Re delevi auctore Re cum Rog 5 τῶν γε om Ma 6 <ἀντἲ> ι τῶν γε ταλάντων — ἠτεῖτο coni ἤρτητο? 8 θείας Ma ἁ sed in hoc εἰ eras, VaB 10 συμ- βαίνων scripsi auctore Gasda συμβαῖνον libri MorRe <τὸ> κδ βαῖνον auctore lacobsio Lect 197 Not 29 Rog | <καὶ> φ ὡς Not 29 12 ὡς cum sequcnti οἱ in ὅσοι corrigendum coni Re, delendum vel in ὧς vel οὕτως mutandum coni lacobs Add 231 Lect 198 Not 29, auctoribus lacobsio et Cobeto delevi cum Rog) [*](13 μετ’ ἀχρηματίας reposui e libris auctore lacobsio cum Rog μετὰ χρημασίας Mor Re μετ᾿ ἀχρημασίας Cobet Mnem. III 14 15 ἀφείς ἄν Ath Ι ποῦ VaB ποῦ ἁ 18 ποιοῦντος scripsi ex UVaB auctoribus lacobsio Lect 198 Not 30 et Sinteni cum Rog ποιοῦντες MaAth Mor Re qui παραινοῦντα et Σωκράτην coni συκοφαντοῦσιν reposui e libris auctoribus Re lacobsio Sinteni cum Rog συκοφαντοῦντες Mor Re LIBANIUS ed. Foerster. V. 5)

66
φαντοῦσιν ἔτι σαφέστερον μάθητε, σεσιγῆσθαι μὲν ἐκείνῳ τἄλλα θῶμεν, λεγέσθω δὲ παρ’ ἐμοῦ νῦν πρὸς τοὺς ὑμετέρους παῖδας, βλαβερὰ δὲ Ἄνυτος αὐτὰ δει- κνύτω κἂν ὑμῶν ἕνα τοῦτο ·πεῖσαι δυνηθῇ, τὴν αὐτὴν καὶ παρ’ ἐμοῦ λαμβάνετε δίκην.

93. Οὐκ ὀρθῶς, ὦ νέοι, πεποίηκεν Ὅμηρος ἐν Ἰλιάδι τοὺς μὲν τοῦ δήμου τυπτομένους ὑπ’ Ὀδυσσέως, ὅτ’ ἀποπλεῖν ὥρμηντο, τοὺς δ’ ἐν τέλει λόγοις κατεχομένους καὶ τούτοις ἡμέροις. οὐ γὰρ ταῖς τύχαις ἴδει τὸ δίκαιον ὁρίζειν, ἀλλ’ εἰ μὲν ἀδίκημα ἦν πληγῶν δεόμενον τὸ καθέλκειν τὰς ναῦς, πάντας ἐχρῆν τύπτεσθαι· εἰ δ’ ἁμάρτημα μέμψεως ἄξιον, οὐ τοὺς μὲν ἐπιτιμᾶσθαι, τοὺς δὲ τύπτεσθαι χρῆν, ἀλλ’ ἀρκεῖν ἐφ’ ἑκατέρων τὸν λόγον. οὐ γὰρ δὴ βελ- τίους τὴν φύσιν τούς γε ἐν ἀξιώμασι τῶν πολλῶν κρίνων διὰ τὴν ἐν τοῖς τρόποις ὰρε- [*](7 II. β 188. Polycr. apud schol. in Aristid. or de IV viris t. ΙΙΙ p. 480, 31 ed. Dind. Xen. comm. ] 2, 58 sq. cf p. 3) [*](2 ταῦτα coni Re | δὲ] ἔτω Ma | <τὰ> νῦν coni) [*](5 ταῦτα Ma | λαμβανέτω auctore Nabero Rog 6 ὦν ἐπεποίηκεν Ath 7 <τῇ> Ἰλιάδι auctore Gasda Rog I μετὰ ὑπ’ scripsi ex AthUVaB cum Rog ὑπὸ Ma Mor Re 8 ὅτ’ reposui e libris cum Rog ὅτι Mor Re | ὥρμηντο reposui e Ma AthVaB auctore Re cum Rog ὥρμητο ἁ Mor Re quod tuetur lacobs 14 τύπτεσθαι χρὴν reposui e MaUVaB ἕπεσθαι χρῆν Ath ἕπεσθαι Mor Re qui ἐπαινεῖσθαι ἐρῆν coni παίεσθαι ἐχρῆν coni lacobs Add 302 Lect 198 Lobeckius Phryn. 508 Sintenis Cobetus R. Hirzel Mus. Rhen. XLII 243 ἐχρῆν τύπτεσθαι Rog 15 βελτίους ἦσαν τὴν φύσιν cancellavit auctore Cobeto Rog 16 ἦσαν ante τὴν edd sed γρ ἦν in marg Mor delevi Ι οὐδ’ ὀρθῶς τοὺς ἐν coni Re οὐδὲ τοὺς ἐν Hirzel | τοὺς δὲ lacobs Lect 198 Not 31 | ἀξιώματι Gasda at cf. Isocr. p. 134 d 17 προκρίνων auctoribus Re et lacobsio (et Hirzelio) Rog Ι <οὐ> διὰ lacobs | τρόπων Ma sed τρο in ras)

67
τὴν οὕτω διῄρει τὸ δίκαιον. ἔστι γὰρ καὶ εἰς δῆμον τελοῦντα εἶναι χρηστὸν καὶ τῶν ἄλλων ὑπερέχοντα τύχῃ γέμειν κακίας.

ὅ γέ τοι τὴν Κασάνδραν ἐν ὀφθαλμοῖς αἰσχύνας τῆς Ἀθηνᾶς καὶ τῶν μεγίστων συμφορῶν αἴτιος τῇ στρατιᾷ καταστὰς οὐ τῶν ἐκ δήμου τις ἦν, ἀλλὰ τῶν στρατηγούντων. εἰ μὲν οὖν [*](R III 33) Ὀδυσσεὺς ἠγνόει τοῦθ’ οὕτως ἔχον, οὐκ ἦν σοφός· πῶς οὖν ἐπαινεῖται; εἰ δ’ ὁ μὲν οὐδένα ἔτυπτεν, ὁ δὲ ποιητὴς ἔφησεν, ἀδικεῖται μὲν Ὀδυσσεύς, βλάπτονται δὲ οἱ λοιποί.

μή μοι μηδὲ τὰς ἀδίκους Αὐτολύκου κλοπὰς μηδὲ τὰς ἐπιορκίας Ἑρμοῦ δῶρα ἡγεῖσθε μηδὲ μισθὸν τῶν πολλῶν καὶ κεχαρισμένων θυσιῶν. ὧν γὰρ εἰώθασι δίκην ἀπαιτεῖν οἱ θεοί, πῶς ἂν ταῦτα ἐν ἀμοιβῆς μέρει τοῖς ἀνθρώποις διδοῖεν;

96. Τί φῄς, Ἄνυτε; χείρους ἐγὼ πεποίηκα νυνὶ τοὺς ἀκούσαντας τῶν λόγων; οὐκ ἔστιν, οὐκοῦν οὐδὲ Σωκράτης, ἀλλὰ μᾶλλον ἀμείνους οὐκ ἐῶν πάντα ἐφ- εξῆς Ὁμήρῳ πιστεύειν. οὐκ ἂν οὖν δίκαιος εἴην δοῦναι 20 [*](4 Qu. Smyrn. XIII 421; Hyg. fab. 116 cf. 1. 11 529, 2; 180, 9) [*](12 sq. Od. τ’ 394 sq, Plat. rep. ι p. 334 A sq.) [*](1 οὕτω οὐκ vel οὐκ εὖ lacobs 3 ὁ γέ scripsi auctoribus Gasda et Hirzelio cum Rog ὁ δέ libri Mor Re | τι Πα 4 Κασάνδραν reposui e MaUVaB cum Rog Κασσάνδραν Μί’ Mor Re 6 στρατιὰ reposui e libris cum Rog στρατειᾷ Mor Re Ι τίς MaB 7 μὲν inserui auctore Sinteni om libri edd) [*](12 (1 et 2) et 13 μὴ δὲ MaB 13 δῶρα reposui e libris δῶρ’ edd | ἡγεῖσθαι Ath 15 δίκην ἀπαιτεῖν om Ma 17 φῄς scripsi φής libri Rog φῆς Mor Re 19 ἀλλὰ — 68, 1 Σωκράτης inserui e libris cum Rog om Mor Re | πάντας Μa 20 οὐκ ἂν καὶ Σωκράτην ante οὐκ Ath | οὖν om Ath 5*)

68
δίκην, οὐκοῦν οὐδὲ Σωκράτης, ὅστις οὐ ποιητὴς αὐτὸς ὢν οὐδὲ φθονῶν ἐκείνοις τῆς δόξης εἰς τὸ δεικνύειν ἐν οἷς βλάπτουσι τοὺς ἀκούοντας ἧκεν, ἀλλὰ τῶν περι- πεσουμένων ὅπως μὴ διαφθαρεῖεν προνοῶν ἀφαιρῶν τὴν δόξαν ἣν ὧς περὶ σοφῶν εἶχον ὡς οὐκ ἂν δυνα- μένων σοφούς τε νομίζειν ὁμοῦ καὶ μὴ πιστεύειν αὐτοῖς.

97. Ἀλλ’ Ἄνυτος ὥσπερ τῆς φύσεως ἐπὶ τἀναντία πορευσομένης, εἴ τις Ἀθηναίων φρονιμώτερος ἀναφα- νείη τῶν ἑτέρωθι γεγενημένων ἀνδρῶν, ἀγανακτεῖ καὶ κελεύει παραδοῦναι τοῖς ἕνδεκα δέον σωτῆρα τῶν νέων νομίζειν ἐν τοῖς περὶ τῶν ποιητῶν λόγοις. ἰδοὺ γάρ σε πάλιν ἐρωτῶ· πρὸς τίνα ἀνθρώπων τὰς παρ’ Ὀδυσσέως κατὰ τοῦ δήμου πληγὰς ἐπαινέσας ἐπέθηκε· [*](R III 34) καὶ σὺ τοίνυν τῶν μὲν μέγα δυναμένων 16 καὶ λαμπρῶν ἀπέχου, τοὺς δὲ πενεστέρους ἔλαυνε; τίνα δὴ τῶν οὐ τοῦτο πεποιηκότων ὡς ἀπει- θοῦντα τῆς πρὸς ἑαυτὸν συνουσίας ἀπέκλεισεν;

98. Εἰ δὲ λέγεις· αὑτὸν μὲν ἀξιόπιστον οὐκ ἐνόμιζεν ἔσεσθαι, τῇ δὲ δόξῃ τῶν ποιητῶν ἐπὶ τὸ πείθειν ἐχρῆτο, τὸ μὲν ὧς ἐναντία σαυτῷ λέγεις [*](21 Plat. apol. p. 27 A) [*](1 οὐκοῦν om Rog 4 ἀφῄρει? 6 μὴ om Ma .9 πορευ- σομένης scripsi e MaAthB cum Rog πορευσομένοις Va πορευο- μένης UMor Re Re 10 καὶ om Re κελεύει παραδοῦναι scripsi e MaUVaB cum Rog παραδοῦναι κελεύει Ath Mor Re | δέον reposui e libris auctore Cobeto cum Rog δὲ Mor qui ὃν δεῖ coni, Re ἑαυτὸν δὲ Sintenis 12 τῶν inserui ex AthUB om MaVa edd 13 πάλιν σε ἐρῶ Ma 14 καὶ Ma Ι ἐπέφησε coni Re quod iure lacobsius Sintenis Rog improbaverunt 15 αὐτῶν Ath | μὲν om Ma 17 δὴ reposui ex AthUVa δὲ MaB edd | οὐ om Ma 18 πρὸς ἑαυτὸν reposui e libris cum Rog παρ’ ἑαυτῷ Mor Re 19 αὐτὸν MaUVaB 21 τῶ Ma cf. p. 59, 12)

69
παρίημι τοτὲ μὲν ὡς κατηγοροῦντα, τοτὲ δὲ ὡς ἐπαι- νοῦντα τοὺς αὐτοὺς διαβάλλων, πολὺ δέ σοι τούτου λόγον ἰσχυρότερον ἀντιθήσω.

φέρε γάρ, ἐπὶ τίνα τῶν θεῶν ἐν τοῖς ἀδήλοις καταφεύγομεν καὶ παρὰ τοῦ τἀληθὲς ὑπὲρ ἑκάστου μανθάνομεν; οὐκ ἐπὶ τὸν τὰ μέσα τῆς γῆς ἐπὶ μαντείαις κατέχοντα, τὸν Ἀπόλλω τὸν Πύθιον, οὗ τοῖς χρησμοῖς ἀκολουθοῦντες τὰ μέ- γιστα τῶν ἔργων ἐπράξαμεν;

οὗτος τοίνυν ὁ τῇ πόλει πατρῷος ἅπαντας τοὺς ἄλλους ὑπερβὰς τὸν νυνὶ κρινόμενον ἀνεῖπε σοφώτατον, οὐ τὴν ὑπὸ τῶν πολλῶν θαυμαζομένην, πολλοὺς γὰρ πρὸ τοῦδε ταύτην προσ- εῖπεν, ἀλλ’ ἧς ἐστι τὸ περὶ τὴν ἀλήθειαν καὶ τὴν ταύτης ζήτησιν διατρίβειν. καὶ γέγονεν ἀπ’ ἐκείνης τῆς ἡμέρας ὁ Σωκράτης] ζηλωτός, ὧς οὐχ ἕτερος, μεῖζον μὲν οὐ φρονήσας ἢ πρόσθεν οὐδὲ φυσηθεὶς [*](6 cf. p. 117,14 9 Plat. apol. p. 26 E sq. 10 cf. p. 117,9 sq. 141,4; t. IV 431, 13. Plat. apol. p. 20 E 11 Her. I 65 15 Xen. comm. I 2, 25. Dem. p. 1377, 29) [*](2 μοι Ma 3 ἰσχυρότερον scripsi auctoribus Morello lacobsio Not 31 Sinteni cum Rog ἰσχυρὸν libri Mor Re 4 παρὰ τοῦ reposui e MaUVaB auctoribus Sinteni Gasda Co- beto cum Rog παρ’ αὐτοῦ Αἶα παρὰ τούτου Mor Re 6 ἐπὶ μαντείαις in marg. Ma 9 πατρῷος Β 10 σοφίαν inseren- dum coni post τὴν Mor, post θαυμαζομένην Re, at mente supplere sufficit similiter atque t. I 475,22; II 465, 5; IV 45,4) [*](11 ταύτην scripsi ταύτῃ libri edd 12 προσεῖπεν scripsi auctoribus Mor Sinteni Gasda προσειπεῖν libri Mor Re γὰρ ἂν — προσεῖπεν Nabero auctore Rog προσεῖπεν ἄν lacobs Add 2 Lect 198 Not 31 προσειπεῖν εἶχεν ἂν δεινούς coni Re ἄλλης Ath 13 τὴν περὶ ταύτης UB 14 ὁ Σωκράτης quod abest a libris cancellavi | ζηλωτὴς Ma | ὧς inserui ex UVaB auctoribus lacobsio Add 2 et 151 Lect 198 Not 31 Sin- teni, Cobeto cum Rog om MaAth Mor Re 15 φυσιωθεὶς AthUVaB)

70
ὑπὸ τῆς μαρτυρίας, τῶν δ’ αὖ φθονούντων εἰκόντων αὐτῷ τῆς ἐφ’ ἑκάστου γνώσεως.

ἐν οὖν τοῖς πρὸς τοὺς νέους λόγοις τί ἂν ἔδει Πινδάρου καὶ Σιμωνίδου καὶ ποιητῶν μετὰ τὰς ἐκ Δελφῶν φωνάς; ὥσπερ ἄν τις ἔχων μάρτυρας τοὺς δικαστὰς τοῦτ’ ἀφεὶς ἀνθρώπῳ καπήλῳ προσέχειν ἀξιοίη πᾶν ἀργυ- ρίου ποιήσοντι. ἐνῆν τοίνυν τῷ Σωκράτει παρακαλοῦντι [*](R III 35) πρὸς τὰ χείρω τοῖς οὐκ ἐνδιδοῦσι λέγειν, ὅτι ταῦθ’ ὑμῖν νομίζετε τὴν Πυθίαν παραινεῖν, ταῦτα τὸν ὑπὸ τῷ Παρνασσῷ μαντευόμενον θεόν. ἐκεῖνός με κέκληκε σοφώτατον. εἰς ἐκεῖ- νον, ἄν τις ἀντιτείνῃ, πλημμελεῖ. τούτων οὐδεὶς οὐδένα ἀκήκοε τῶν λόγων οὐδὲ τολμήσει Ἄνυτος καὶ τοῦτο ψεύσασθαι καίτοι κατατολμῶν τῶν μεγίστην δό- ξαν ἐχόντων ἐπὶ σοφίᾳ. τῷ τοίνυν ἐνταῦθα δόξης ἑστηκότι τί περιόδων ἔδει μέγιστον ἐφόδιον εἰς πειθὼ τὴν ἐπὶ σοφίᾳ φήμην ἔχοντι;

νέοι δὲ πατέρων [*](10 [Xen.] apol. ’ξ 14 17 Xen. comm. I 2, 49 et 51 sq. apol. ’ξ 20) [*](1 εἰκότων Ma 2 ἑκάστω Ma 3 ἂν] δὴ coni Hefer- mehl 4 <τῶ λοιπῶν> ποιητῶν? Ι Δελφῶν reposui e libris cum Rog ’δελφοῦ Mor Re 5 τούτους coni Re et Naber oblocutus est lacobs Lect 198 Not 32 ,7 ἀργυρίου Β sed ἴου in ras m2 8 οὐκ ἐνδιδοῦσι scripsi ἐν οἷς διδοῦσι sed ἑ et ῖ eras, VaB ἐν ᾗ διδοῦσι Ath ἐνδιδοῦσι Mor Re qui συνοῦσι coni μὴ ἐνδιδοῦσι lacobs Lect 198 Not 32 ἐνδη- μοῦσι e Par 3017 Rog ὁμιλοῦσι Cobet 9 ἡμῖν Mor 11 θεὸν Β sed ὂν in ras m2 | ἐκεῖνος μὲν VaB γὰρ μὲν Β 12 ἄν scripsi e libris ἐάν edd | πλημελεῖ MaUVaB cf. t. III 343, 4 Ι οὐδεὶς om Rog 13 οὐδ’ ἐτόλμησεν coni Sintenis τολμήσαι Ath 14 κατατολμῶν scripsi auctore la- cobsio Add 64 Not 32 κατατολμώντων Lect 199 App Pors 321) κατὰ τῶν λόγων libri edd καταβοῶν Cobet Mnem, III 150)

71
τε πρότερον ἄγοντες ἐκεῖνον, ὡς λέγεις, καὶ πρεσβυ- τἐρων ἀδελφῶν ὑπερορῶντες καὶ καθάπερ ὑπὸ γόητος ἑλκόμενοι τοῦ Σωκράτους τί πλέον ἂν ἐζήτησαν τοῦ νεῦσαι τὸν ἄνθρωπον; οὔτ’ οὖν οὗτος ἂν ἔχρῃζε τῶν ποιητῶν εἰς τὸ πείθειν γονεῖς τε ὑβριζόμενοι καὶ ἀδελ- φοὶ καταφρονούμενοι πάντως ἂν ἤλγησαν καὶ παρω- ξύνθησαν καὶ πρὸς δικαστήριον ἧκον καὶ τοὺς μὲν αὑτῶν ἠνάγκασαν σωφρονεῖν ἴ’ τὸν δὲ ἔπαυσαν ἀπολ- λύντα τοὺς νέους.

τίς οὖν πατὴρ ἀπεκήρυξε τὸν αὑτοῦ φάσκων πονηρὸν διὰ Σωκράτην γεγονέναι; τίς οἴκοι καθεῖρξε τὸν υἱόν, ὅπως μηκέτ’ ἀκούοι τῶν δια- φθειρόντων ῥημάτων; οὐδείς. ᾔδεσαν γὰρ τά τε ἄλλα ἃ πρὸς ὑμᾶς νῦν διῆλθον καὶ περὶ τῶν λοιπῶν ἃ δίειμι, τοῦ τε κλέπτειν καὶ τῆς ἱεροσυλίας καὶ τῆς ἀπάτης. ταυτὶ γὰρ οὐκ εἰσάπαξ ἡγεῖτο δεινὰ καὶ τοῖς νόμοις ἐναντία· γίγνεσθαι γὰρ αὐτοῖς παρὰ τῶν πολέ- μων τὸν καιρόν. καὶ στρατηγὸς ἀμείνων ὁ κλέπτων τοῦ δεδιότος μὴ διὰ κλοπῆς νικήσῃ. κἂν ἀπάτην ὥσπερ [*](18 Plat. rep. III p. 389 B sq.) [*](1 τε inserui e libris om edd 3 ἐλαυνόμενοι Β 4 οὔτ’ οὖν reposui e Ma VaB auctore Sinteni et Cobeto cum Rog οὔτ’ ἂν Ath U Mor Re οὐ γὰρ Iacobs Lect 199 Anth. Pal. III 558 οὔτ’ ἄρα Not 33 I ἔχρῃζε scripsi cum Rog ἔχρηζε libri Mor Re cf. t. II 472, 17; t. III 130, 16 5 ,,malim δέ“ Re 6 πάντως scripsi e MaU auctore lacobsio Lect 199 Not 22 cum Rog πάντες Ath VaB Mor Re 7 δικαστήριον scripsi e MaAthUVa auctore lacobsio Lect 199 Not 33 cum Rog δοκιμαστήριον Β Mor Re 8 αὐτῶν scripsi auctore Re cum Rog ἀυτῶν U αὐτῶν MaAthVaB Mor Re 10 αὑτοῦ scripsi e VaB cum Rog αὐτοῦ U αὐτοῦ MaAth Mor Re 11 καθείρξας Β | ἀκούοι scripsi e MaUVaB cum Rog ἀκούῃ Ath Mor Re 12 ἄλλα scripsi ex U cum Rog ἀλλὰ MaAthVaB Mor Re 13 ἃ] τὰ Ath et γρ in marg Mor νῦν δὴ Cobet, νυνδὴ Rog 14 ἱερωσύνης Β 15 εἰσάπαξ scripsi e MaUB εἰς ἅπαξ AthVa edd εἰσάπαν Sintenis 16 γίνεσθαι Ma 18 νίκης, ἧ κἂν Ath | ἀπάτην scripsi auc- toribus Sinteni et Cobeto cum Rog ἀπατῶν libri Mor Re)

72
μηχανὴν προσαγάγῃς τοῖς ἐχθροῖς, ἔννομα δέδρακας.

Οὕτως ὁ Θεμιστοκλῆς ἐκεῖνος δυοῖν ἀπάταιν [*](R III 36) | τῇ μὲν ἐτείχισε τὴν πόλιν, τῇ δ’ ἔσωσε τὴν Ἑλλάδα. καὶ μὴν καὶ τοὺς ἰατροὺς ὁρῶμεν τἀς τῶν καμνόντων ἐπιθυμίας ἀπάταις ἀναβάλλοντας. ἤδη δέ που καὶ πρὸς ὑγιαίνοντας τοῦτο ποιοῦμεν, ὅταν ᾖ κρεῖττον τοῦ τἀληθὲς ἀκοῦσαι τὸ παρακρουσθῆναι.

τί οὖν ἠδίκει Σωκράτης ἢ Μέλανθος ὧς ἐνίκησε λέγων, ἔστω γάρ τοι καὶ ψεῦδος ἐν μάχαις, δέχεται γὰρ ὁ περὶ τῆς ψυχῆς ἀγὼν τὸ κλέμμα, ἢ τὸν Ὀδυσ- σέα φάσκων ἐπὶ τῇ τοῦ Παλλαδίου τιμηθῆναι κλοπῇ; τὰ γὰρ τῶν Τρώων ἔκλεπτε τῶν τὰ τιμιώτατα τοῦ Μενελάου κεκλοφότων προτέρων.

ἀλλ’ οἴεσθε Σωκράτην. εἰ κατὰ τῶν πολιτῶν καὶ φίλων παρεκάλει τοὺς νέους, ἐχθρῶν ἂν εἰς ἐχθροὺς ἔργα παρενεγκεῖν νόμῳ πολέμου συνερρωγότων, ὥσπερ οὐχ ἥξοντος αὐτῷ παρὰ τῶν ἀκουόντων ὅτι τῆς συμβουλῆς ἀπᾴδει τὰ [*](2 Thuc. I 90 sq. cf. Busolt, Beitr. z. alten Gesch. V 255 sq. Her. VIII 75 sq. 8 t. I 119, 15. cf. Harpocr. s. v. Ἀπατούρια. schoL ad Arist. Ach. 146; ad Plat. symp. p. 61,25; ad Tim. p. 947, 16 sq. 11 Lys. contra Polycr. fr. CXIII Thalh. (schol. in Aristid. III 320, 4 et 25) cf. p. 4 12 cf. t. IV 23, 1 sq. R) [*](2 οὕτως ex οὕτος corr Ma 2 3 δὲ ἔλαβε Ma 8 ἂν Ma ὧς <εὖ> lacobs Lect 199 Not 34 | Μέλανθον? cf. p. 79, 9 τοι scripsi ex UVaB τι MaAth edd 12 τῶν ante τοῦ edd delevi τοῦ] τῶν Ma 13 προτέρων scripsi auctoribus la- cobsio Add 143 Lect 199 Not 34 Anth Pal III 328 et Hirzelio Mus. Rhen. XLII 248 προπατέρων MaAth Mor Re προπατόρων UVaB πρότερον auctore Cobeto Rog 16 συνερρωγότων scripsi e Β sed ὢ ex ὁ corr m2, cum Rog συνερρογότων Ath Mor συνερρηγότων Ma συνερρ γότων cum ras 1 litt U συνερργό- των Va Ι ὧσπερ οὐχ ἥξοντος scripsi e Ma ὧσπερ οὐχ εἵξοντος Ath ὧσπερ οὐκ εἵξοντος Β ὥσπερ οὐκ εἴξοντος Va ὧσπερ οὐκ ξοντος cum ras 1 litt ἁ ὧς οὐκ εἴξοντος Mor Re ὧς οὐχ ἥξοντος auctore Re Rog)

73
παραδείγματα; ἀλλ’, οἶμαι, δεικνὺς ἔστιν οὗ τὴν κλοπὴν τῶν χρησίμων ἐμέμνητο τῶν περὶ τὴν Τροίαν λέγων οὐδὲν καινόν, ἀλλ’ ἃ ποιεῖτε πολεμοῦντες ὑμεῖς <καὶ> Λακεδαιμόνιοι καὶ Ι πάντες ἀπλῶς οἱ ὅταν κατα- [*](R ΙΙΙ 37) σκάπτωσι τῶν πολεμίων πόλεις, οὐδὲ τῶν ἱερῶν ἀπἐ- χονται χρημάτων πᾶν κέρδος τὸ παρὰ τῶν δυσμενῶν ὅσιον κρίνοντες.

ὁ δὲ Θυέστης καὶ τὸ τοὺς Ἕλληνας ὑπὸ τῶν ὑμετέρων ἐξηπατῆσθαι πατέρων ἐμβέβληται παρὰ τῆς Ἀνύτου πονηρίας εἰδότος ὡς ἀπὸ μὲν τῶν εἰς τοὺς Τρῶας καὶ τὸν ἄρχοντα τῶν Βοιωτῶν οὐκ ἂν δόξαι κακοὺς ἀπεργάζεσθαι τοὺς ἀκούοντας ὁ Σωκράτης, ἀπὸ δὲ τούτων ἃ προστέθεικεν αὐτός. ἀλλὰ καὶ Σωκράτης μέντοι καλῶς, Ἄνυτε, ἠπί- στατο μαχομένοις <ἂν> πρὸς ἄλληλα χρησάμενος δείγμασιν, εἰ τόν τε Ὀδυσσέα καὶ τὸν Θυέστην καὶ Μέλανθον καὶ τοὺς προγόνους ἀναμίξας ὡς [*](7 cf. p. 74, 8. Hyg. fab. 258. Diog. L. VI 2, 73 8 Her. VIII 75 10 Xanthum cf p. 72, 8) [*](1 οὖσαν post δεικνὺς inserendum videtur Ι ἔνεστιν UVaB) [*](3 καὶ inserui auctore Re cum Rog om libri Mor Re 4 Λακεδαιμονίοις Β Ι καὶ inserui e Β auctore lacobsio Not 34 cum Rog om MaAthUVa Mor Re 5 <τὰς> πόλεις 7 κρίνοντες reposui e libris auctore Sinteni cum Rog κρίναν- τες Mor Re 8 ἐξηπατῆσθαι scripsi ἐξαπατᾶσθαι libri edd 10 τῶν (2) inserui e libris om edd 11 δόξαι reposui e libris cum Rog δόξη Mor Re δόξειε Hirzel 12 προστέθεικτν scripsi ex AthUVaB cum Rog προσέθηκεν Ma προστέθηκεν Mor Re 13 καὶ] γὰρ coni Re | μέντοι reposui e libris cum Rog μὲν σοὶ Mor Re 14 ἂν inserui et χρησάμενος reposui e libris χρησόμενος edd 15 καὶ Μέλανθον καὶ τὸν Θυέστην trans- pos Schanz Plat. apol. comm. p. 44 16 ἀναμίξας scripsi auc- tore Re ἀναμίξειε καὶ Sintenis ἀναμίξειεν libri ἀναμὶξ lacobs Add 143 Lect 199 | ὧς — 74, 1 ἐμνήσθη pro scholio margi- nali ad τοὺς προγόνους habuit Rog)

74
ἐξαπατησάντων τοὺς Ἕλληνας οὕτως ἐμνήσθη.

ὥστ’ εἰ μὲν ὑπ’ εὐηθείας τοῦτο πέπονθεν ὁ Σωκράτης, πόρρω δήπου κακοτεχνίας καὶ δεινότητος ἂν εἴη καὶ τοῦ ῥᾳδίως ἔχειν ἐξαπατᾶν· εἰ δ’ ἐπὶ πλεῖστον ἥκει σοφίας, πάντως ἂν ἐφυλάξατο τὰ τὸν λόγον αὑτῷ βλάψοντα τῶν παραδειγμάτων καὶ ἢ ταῦτα ἂν ἢ ταῦτα παρέλιπε. τῷ μὲν γὰρ δικαίους βουλομένῳ ποιεῖν οὐκ εἶχε καιρὸν μνησθῆναι τῶν τοὺς οἰκείους ἠπατηκότων, τῷ δὲ ἀδίκους ἄκαιρον ἂν ἦν λέγειν ἃ πολέμιοι πολε- μίους ἔβλαψαν.

[*](RIII 38)

109. Ἀλλὰ τί ταῦτα θαυμάζω | ἀφεὶς ἐφ’ ᾳ ἄν τις σχετλιάσειε; διδάσκει γάρ, φησίν, ἐπιορ- κεἰν. ὁ μηδ’ ἐν οἷς εὐορκεῖν μέλλει τοὺς θεοὺς ὀμνύ- ων, ἀλλ’ ἀποχωρῶν εἰς ἕτερ’ ἄττα καὶ συνεθίζων ἐν τοῖς ὅρκοις τοὺς αὑτοῦ μὴ ῥᾳδίως προσιέναι τοῖς ὁνό- μασι τῶν θεῶν; ὥσπερ ἂν εἴ τις τὸν οὐδ’ ἀπὸ γῆς ἰδεῖν τολμῶντα τὴν θάλατταν φάσκοι τοὺς ἄλλους ἀναπείθειν χρῆσθαι τῇ θαλάττῃ καὶ τῷ πλεῖν.

δεί- [*](8 t. ΙΙ 75, 20 14 Plat. apol. p. 21 E cum scholio) [*](3 δεινότ τος cum ras 1 litt U 4 δὲ Ma Ι ἐπιπλεἱστον MaB 5 τὸν λόγον reposui e libris auctore Re cum Rog τῶν λόγων Mor Re Ι αὐτῷ scripsi cum Rog αὐτῷ libri Mor Re 7 παρέλιπε scripsi ex AthB παρέλιπεν MaUVa edd 9 δὲ om Rog I ἄκαιρον reposui e libris cum Rog καιρὸς Mor Re 12 σχετλιάσειεν Rog Ι ἐπιορκεῖν ὁ Rog 13 μὴ δ’ MaB μηδ’ ἐν] μηδὲν AthUVa Ι ἐπιορκεῖν Ath 14 ἔτεράττα libri corr Mor 15 τοὺς αὑτοῦ scripsi auctore Re cum Rog τοῖς αὑτοῦ Ath Re τοῖς αὐτοῦ MaB Mor τοῖς αὐτοῦ ἁ τοι- ἀυτου Va 16 signum interrogationis posui e Β punctum reliqui libri edd 17 θάλατταν scripsi e MaB cum Rog θάλασσαν Ath UVa Mor Re Ι φάσκοι reposui ex UVaB auc- toribus lacobsio Not 35 et Sinteni cum Rog φάσκῃ Ma φάσκει Ath Mor Re 18 ἀναπείθειν Ma sed εἰν in ras m2 θαλάσσῃ Β)

75
ξας, ὦ τάν, ἐπιωρκηκότα πολλαχοῦ τὸν ἄνθρωπον καὶ συγχέαντα πίστεις οὕτω φάσκε τοὺς ἄλλους ὑπ’ αὐτοῦ πεπαιδεῦσθαι τῶν θεῶν ὀλιγωρεῖν. καὶ περὶ τῶν λοι- πῶν δὲ ταὐτὸν αἰτιῶν λέγω. δείξας ἱεροσυλήσαντα, κεκλοφότα, βεβιασμένον οὕτω φάσκε πολλοὺς αὑτῷ παραπλησίους εἰργάσθαι. εἰ δὲ τοὺς μὲν λόγους αὐτοῦ φῄς εἶναι πονηρούς, οὐδὲ γὰρ τοῦτο δεικνύεις, τοῖς δ’ ἔργοις οὐκ ἔχεις ἐγκαλεῖν, οἷς ἀνάγκη τὰ βεβιωμένα δοκιμάζειν, τούτοις ἃ τοὺς λόγους αἰτιᾷ συκοφαντῶν ἐλέγχῃ.

τὸν ἐπαινοῦντα λῃστείαν <ἢ μοιχείαν> οὐχ ὁρῶμεν ἀπεχόμενον τῶν ἀλλοτρίων ἀγαθῶν, ἀλλὰ τὸν μὲν διακόπτοντα συζυγίας, τὸν δὲ τοίχους διορύττοντα, καὶ ὅλως ἐν τοῖς τοιούτοις ἀκολουθοῦντα τὰ ἔργα τοῖς λόγοις. εἰ δέ τις ἐφ’ ἃ τοὺς ἄλλους ἄγειν ἀξιοῖ, τού- των αὑτὸν ὧς πορρωτάτω φυλάττοι, τὴν ἐκ τῶν λόγων συμβουλὴν τῇ παρὰ τῶν ἔργων λέλυκε τῷ μὲν ἀσθε- νεστέρῳ παρακαλέσας, τῷ κρείττονι δὲ ἀποτρέψας. οἷον εἴ τις ἐπιδιδόναι τῷ δήμῳ χρήματα παραινῶν αὐτὸς φείδοιτο τῶν αὑτοῦ, κεκώλυκε τὴν ἐπίδοσιν οἶς περὶ [*](1 Xen. comm. I 2, 28 8 Dem. p. 315, 5 18 Dem. p. 26(5,21; 285,19) [*](1 ὦ τάν scripsi e MaUVaB ὦταν Ath edd cf. t. IV 7, 16 R ἐπιωρκηκότα scripsi ex ἁ auctore Re cum Rog ἐπιορκηκότα MaAth VaB Mor Re 2 συγχέαντα scripsi e Ma sed ἁ (1) ex ὁ corr m2 auctore Re συγχέοντα AthUVaB edd 5 scripsi αὐτῷ libri edd 6 αὐτοῦ scripsi αὐτῷ libri edd) [*](7 φὴς scripsi φὴς UVaB Rog φῆς MaAth Mor Re 9 δοκιμάζειν scripsi θαυμάζειν libri edd | τοῖς λόγοις Ma 10 ἐλέγχει Rog I λῃστείας Ma | ἢ μοιχείαν inserui cum Rog μοιχείαν ἢ λῃστείαν coni Re 11 ἀγαθῶν scripsi γάμων libri edd sed auctore Re cancellavit Rog Ι 11 et 12 τὸν e τῶν corr B2 14 τούτων e τοῦτον corr Ma2 15 αὐτὸν scripsi ex cum Rog αὐτὸν MaAth Mor Re Ι φυλάττοι scripsi ex AthUVaB φυλάττει Ma edd 16 περὶ Ath 19 αὐτοῦ scripsi e Β cum Rog αὐτοῦ MaAthUVa Mor Re)

76
τῶν ἑαυτοῦ βεβούλευται. εἰ <δέ> τις ἐν μάχη πίπτειν τοῖς ἐναντίοις κελεύων ἐπὶ τοῖς λόγοις τούτοις λείποι τὴν τάξιν, πάντας ἐποίησε δειλοὺς ἔργῳ φοβή- σας μᾶλλον ἢ θρασύνας τῷ λόγῳ. καὶ ὅλως ἐν τοῖς [*](RΙΙΙ 39) τοιούτοις σύμβουλος Ι πιθανὸς ὁ πρῶτος τῶν πράξεων ὧν ἔχεσθαι συνεβούλευσεν ἁπτόμενος.

εἰ τοίνυν Σωκράτης ἐπιορκεῖν καὶ κλέπτειν καὶ βιάζεσθαι καὶ τἄλλ’ ἅ φησιν Ἄνυτος ἐδίδασκεν αὑτὸν τἀναντία πεπεικώς ἴ’ αἰδεῖσθαι θεούς, χρημάτων καταφρονεῖν, μέτριον εἶναι, σώφρονα, ἐπιεικῆ, παίζειν ἂν ἔδοξε τοῖς λόγοις οὐ τοιοῦτος ἐπὶ τῶν ἔργων δεικνύμενος καὶ καλὰ νομίζειν ὡς ἀληθῶς οὐχ ἅπερ ἔφασκεν, ἀλλ’ ἐν οἷς ἐφαίνετο ζῶν. ὥστε μᾶλλον ἀμελήσαντες τῶν λόγων ἐκεῖνα ἐζήλωσαν ἄν. οὐδὲ γὰρ ἂν τοῦτο δὴ ὑπέλαβον, ὡς Σωκράτης ἃ τοῖς ἄλλοις ἄγαν προὐξένει, τούτων ἂν αὑτὸν ἀπεστέρει καὶ τοῖς μὲν ὁμιλοῦσιν ἐδήλου τὰς ἐπὶ τὸ βέλτιον ὁδούς, αὐτὸς δὲ ᾑρεῖτο τὴν πρὸς τὰ χείρω φέρουσαν.