Declamatio 1

Libanius

Libanius, Declamatio 1, Libanii Opera, Vol V, Declamationes I-XII, Teubner, Foerster, 1909

εἰκὸς δ’ ἦν, ὦ ἄνδρες, καὶ εἰ σφόδρα τὴν πρώτην ἐδεδοίκει τὸ τῆς συμβουλῆς σαφὲς καὶ διὰ τοῦτο οὕτως ἔλεγεν ἐπικρυπτόμενος, ὥστ’ ἄδειαν εἶναι μὴ πείσαντι, χρόνου γε προἰ·όντος καὶ τοῦ πράγματος τοῖς νέοις οὐκ ἀπα- ρέσκοντος τολμῆσαι καὶ φανερῶς εἰπεῖν. ἢ νέους | [*](R III 20) μὲν ἐν τῷ δήμῳ λέγοντας οὐδὲ τοῦ θορύβου τὸ μέγε- θος ὧν ἐσπουδάκασιν ἀφίστησιν, ἀλλὰ πᾶν ὑπομένου- σιν ἐπὶ τῷ τὸ δοκοῦν αὑτοῖς καταστῆσαι κύριον, Σω- κράτης δὲ καθ’ ἡσυχίαν ἐξὸν τοὺς ἀκροωμένους λαβεῖν ἀντιλέγοντος οὐδενὸς προὐδίδου τὴν ἐπιθυμίαν τὴν αὑτοῦ δίκαιον οὐκ ἔχων λόγον;

τὸ δὲ πάντων μέγιστον, μετέπεσε δὶς ἡμῖν ἤδη τὸ σχῆμα τῆς πολι- τείας Σωκράτους ἐπιδημοῦντος καὶ ὄντος Ἀθήνησι, [*](1 προσαγαγεῖν scripsi cum Rog προσάγειν libri Mor Re) [*](2 ἁμαρτόντα reposui e MaUVaB auctore Re cum Rog ἁμαρτόντος Ath Mor Re 2 ἔχοι reposui e libris cum Rog ἔχῃ Mor Re 4 τοῖς νέοις ζητεῖν reposui e MaUVaB ζητεῖν τοῖς νέοις Ath edd | δουλεύσει scripsi cum Gasda δουλεύσῃ MaAth Mor Re δουλεῦσαι UVa δουλεῦσαι Β δουλεὐσοι Rog 5 τὴν πρώτην scripsi auctoribus lacobsio Add 267 Lect 195 Not 19 et Cobeto Mnem. III 147 cum Rog τὴν πόλιν libri Mor Re qui delenda censuit aeque atque Sintenis 6 διατοῦτο Ma | οὗτος Mor 9 φανερῶς reposui e libris cum Rog φανερὸν Mor Re 12 τῷ scripsi e MaAthB auctore Re cum Rog τοῦ UVa Mor Re | αὑτοῖς scripsi αὐτοῖς libri edd | σωκράτην MaU σωκράτη VaB 14 προὐδίδου scripsi e Par 3017 auc- tore Gasda cum Rog προυδίδουν reliqui libri προὐδίδει Mor Re | τὴν om Β 15 αὑτοῦ scripsi cum Rog αὐτοῦ libri Mor Re | ἔχων scripsi auctoribus Sinteni et Hefermehlio ἔχοντα libri edd 16 μετέπεσεν ἡμῖν δὶς UVaB | ἤδη om AthUB)

46
τοῦτο μὲν μετὰ τὴν ἐν Σικελίᾳ συμφοράν, τοῦτο δὲ μετὰ τὴν ἐν Αἰγὸς ποταμοῖς ἀτυχίαν. ἔστιν οὖν εἰπεῖν, ὅτι μετέσχεν ἀνὴρ τῆς τῶν τετρακοσίων ὀλιγαρχίας ἤ τῆς τῶν τριάκοντα παρανομίας; τὸν Πείσανδρον ἐμι- μήσατο; μετὰ Θηραμένους ἐξήτασται; τῷ Φρυνίχῳ ταὐτὰ ποιῶν ὤφθη;

ἀλλ’ οὐκ ἔδειξεν αὑτὸν ἐν μέσῳ, λάθρα δὲ τὸ πρᾶγμα συνέθηκεν ὧς ἄν <τις> ὄχλῳ μὲν οὐκ εἰωθὼς χρῆσθαι, τῶν δ’ αὐτῶν ἐκείνοις ἐπι- θυμῶν; ἑτέρου ταῦτα ἦν τοῦ καὶ τῶν τετρακοσίων ἑνὸς καὶ λόγον ὕστερον ὧν ἔδοξεν ἀδικεῖν δεδωκότος. Σωκράτης δὲ οὔτε φυομένου συνεφήψατο τοῦ πράγ- ματος οὔτε ἀκμάζοντος ἐκοινώνησεν οὔτε πεπραγμέ- νου κέκριται.