Declamatio 1

Libanius

Libanius, Declamatio 1, Libanii Opera, Vol V, Declamationes I-XII, Teubner, Foerster, 1909

ἀλλ’ ἴστε ὅτι τῶν τόπων τοὺς ὅτι πλείστους συνάγοντας ἀνθρώπους ἀνὴρ ἠγάπα καὶ τοσοῦτον ἀπεῖχε τοῦ χαίρειν ταῖς ἐρημίαις, ὥστε μᾶλλον ἄν τις αὐτῷ τὸ τὰ πλήθη διώκειν ἐπ’ αἰτίαν ἤγαγεν ἢ τὸ τοῖς νέοις οὐδενὸς παρόντος ὁμιλεῖν. εἷς οὖν ἦσθα τῶν ἀκουόντων καὶ τὴν ζημίαν οὐκ ἀγνοούντων καὶ φανερῶς ἐφ’ ὅ χωρεῖ τὸ πρᾶγμα συνιέντων.

τί οὖν ἔδει τὸν εὔνουν ποιεῖν; ἀγανακτεῖν, βοᾶν, μὴ δι- δόναι τῷ κακῷ βαδίζειν, ἄνδρες Ἀθηναῖοι, λέγειν, ἐπὶ τοὺς νόμους ἀσκεῖ Σωκράτης τοὺς νέους. ἡ πολιτεία κινδυνεύεται. θρασεῖς ἡμῖν καὶ τυραννικοὺς καὶ ἀφορήτους καὶ τὸ ἴσον ὑπερο- ρῶντας ὁ σοφιστὴς ἀνθρώπους δημιουργεῖ. οὐ [*](R ΙΙΙ 14) κωλύσομεν; I οὐκ ἐπισχήσομεν; οὐκ ἐκβα- λοῦμεν τοῦτον, πρὶν <ἂν> τὴν τῶν νόμων ἰσχὺν [*](1 θυσάμενος reposui e MaAthVaB auctore Re cum Rog θυσάμενον U Mor Re 3 δ’ Rog 4 συνέβη in marg inser Ma 2 Ι τῶν inserui e MaAthVaB auctoribus lacobsio Add 53 Lect 194 App Pors 287 Not 13 et Sinteni qui τὴν delevit, Co- beto cum Rog om U Mor Re qui ἀκολάστου coni 5 ὅτι τὰ τῶν Ma | τοὺς om Ma Ι ὅτι inserui exUVaB cum Rog om Ma Mor Re οὖτάς τι Ath 6 συναγαγόντας libri Rog corr Mor ὁ ἀνὴρ lacobs Lect 194 Not 13 Gasda ἁνὴρ Rog at cf. t. II 455, 10; III 371, 23; I 184, 18 8 αὐτῷ scripsi αὐτοῦ libri edd 1 νῦν ante ἐπ’ inseruit Rog delevi Ι ὐπ’ Ma fortasse recte) [*](11 ὃ scripsi cum Rog ἃ AthU sed in hoc in ὃ corr, Va Mor Re ἡ Ma ὣ Β | συνιέντων reposui ex UVaB auctore Re cum Rog συνιόντων Ath Mor Re συνιὼν Ma 12 ἀγανα- κτεῖν; βοᾶν; Mor Re 13 ὁδᾷ ante βαδίζειν inserendum coni Re 14 σωκράτους Va 15 ὑμῖν UVaB Rog at cf. l. 18 κωλύσομεν κτλ. 16 ἶσον MaB 19 ἂν inserui secundum usum Libanii om libri edd)

35
ἐκβάλωσιν οἱ παρὰ τούτῳ τρεφόμενοι; ταῦτ’ ἔδει λέγειν καὶ πρὸς τούτῳ τί ποιεῖν Ἄνυτον; τὸν γραψό- μενον κινεῖν, εἰ μὴ αὐτός γε ἐβούλετο.

ἦν βασι- λεὺς ἡμῖν ἀρχὴ καὶ τὸν ἄλλον ἅπαντα χρόνον, Ἄνυτε, ἦσαν Εὐμολπίδαι, ἦν ἅπασα ἁπλῶς ἡ περὶ τὴν εὐσέ- βειαν φυλακή. λέγε δὴ τουτοισὶ τὴν αἰτίαν τῆς βρα- δυτῆτος. ἀπράγμων ἦσθα; καὶ μὴν ἡ νυνὶ παρασκευὴ καὶ τὸ μηδενὸς ἀπέχεσθαι πρὸς τὸ τὸν ἄνθρωπον ἀν- αρπάσαι πᾶν τοὐναντίον μαρτυρεῖ. ἀλλ’ οὔπω τὸν δῆ- μον ἐφίλεις καὶ διὰ τοῦτ’ οὐκ ᾤου δεῖν φροντίζειν, εἴ τινες εἰς ἄνδρας ἐλθόντες ἐκ πονηρῶν ἀκουσμάτων καταλύσουσιν αὐτόν.