Declamatio 1
Libanius
Libanius, Declamatio 1, Libanii Opera, Vol V, Declamationes I-XII, Teubner, Foerster, 1909
καὶ μὴν τούς γε νομο- θέτας οὐδὲν ἕτερον ἢ διδασκάλους πάντες ἄνθρωποι νομίζουσιν οὐ μιᾶς τινος ἡλικίας οὐδὲ ἔθνους ἑνὸς τῶν ἐν ταῖς πόλεσιν, ἀλλ’ ὁμοίως μὲν νέων, ὁμοίως δὲ γερόντων, ἔτι δὲ ἀνδρῶν καὶ γυναικῶν καὶ ἀστῶν καὶ ξένων καὶ δούλων καὶ ἐλευθέρων. καὶ διὰ τοῦτο πρῶτοι τιμῶνται μετὰ τοὺς θεούς, ὅτι παρ’ αὐτῶν μεμαθήκαμεν ἅ τε δεῖ ποιεῖν ὧν τε ἀπέχεσθαι. ἀκού- ομεν δὲ οὐ ταῦτα μόνον, ἀλλὰ καὶ δωρεὰς καὶ ζημίας, ὧν αἱ μὲν ἕπονται τοῖς ἀπειθοῦσιν, αἱ δὲ τοὺς ἐπι- εικεῖς ἀμείβονται. ἀλλ’ ὅμως οὐδὲ τούτων ἀμφοτέρων ἐλπίδες ἀρκοῦσιν ἐκκόψαι πονηρίαν. ἀλλ’ οἱ μὲν ἀπει- λοῦσιν, Ἄνυτος δὲ ἀδικεῖ. οἱ μὲν ἐπαγγέλλονται, Μέλη- τος | δὲ οὐκ ἐπιθυμεῖ τιμῆς, ἀλλ’ αἱρεῖται μισθοῦ [*](R III 51) μᾶλλον συκοφαντεῖν ἢ τῶν χρηστῶν νομισθεὶς θαυ- [*](5 Plat. conv. p. 209 D sq.; Gorg. p. 514 E sq. 18 cf. p. 30, 7) [*](Rog coll t. IV 85, 11 et III 26, 8 κατελέλυντ᾿ ἂν αἱ Β et coni Cobet et Gercke Plat. Gorg. p. XLIX κατ’ λέλυνται cum ras 1 litt U καταλέλυνται reliqui libri Mor Re) [*](2 μὴ inserui ex UVaB om MaAth edd | τοὺς μὲν διδα- σκάλους Ma (et Par) 3 πανταχοῦ — 5 διδασκάλους om Ma (et Par) 4 μὴ inserui e libris auctoribus lacobsio Lect 202 Not 46 Sinteni Cobeto cum Rog om Mor Re qui μηδὲν inse- rendum coni 9 διατοῦτο MaB 11 ἅ τε scripsi auctore Cobeto ὅ τι libri edd 12 δ’ Rog | οὐδὲ Ma 15 et 16 αἱ Rog auctore Gasda at cogitatione e lin. 4 repetendi sunt οἱ νομοθέται 16 Ἄνυτος voce denuo incipiunt C (fol 336) Α (fol 229) in quo Ἄ deest | οἳ A Mor | μὲν scripsi auctore Re δὲ AthUB δ’ reliqui libri edd | μέλιτος UVaB sed in hoc ι ex η corr, Re Ἄνυτος Mor 17 δ’ C AthVa Re 18 ἢ — θαυ- μασθῆναι om Ma (et Par) | ** θεὶς Mor | φαντασθῆναι Β LIBANIUS ed. Foerster. V. 7)
τολμωμένων οὖν τῶν ἀδικημάτων ἁπάντων μετὰ τοὺς νόμους καὶ τὴν ἐπιζήμιον ἀπεί- θειαν κατεβόησέ τις τοῦ Σόλωνος ἢ κακῶς εἶπε τὸν Δράκοντα καὶ δεινὸν ποιησάμενος τὸ φθῆναι τελευ- τήσαντας πρὸ τοῦ δοῦναι δίκην ἐκέλευσεν ἀχρήστους νομίζειν καὶ λυμεῶνας; οὐδείς. ἀλλὰ τοὺς μὲν σωτῆρας νομίζομεν, τοὺς δὲ παρανομοῦντας κολάζομεν.
τί δ’ ἄν τις εἴποι περὶ τῶν πολὺ φοβερωτέρων διδασκά- λων, ὑμῶν, ὦ Ἀθηναῖοι, τῶν δικαζόντων; οἱ οὐ λόγῳ συμβουλεύετε τὰ δίκαια ποιεῖν, ἀλλ’ ἔργῳ, δημεύοντες, ἐξελαύνοντες, τοῖς ἕνδεκα παραδιδόντες ἐπὶ θανάτῳ. <ὧν> οὐδὲν οὔτε τοὺς πονηροὺς ἔπαυσεν ἀδικοῦν- τας οὔθ’ ὑμᾶς καταγινώσκοντας, ἀλλ’ οἱ μὲν τή- μερον ἀποθνήσκουσιν, οἱ δὲ τῆς ὑστεραίας ἐπὶ τοῖς αὐτοῖς ἁλίσκονται. καὶ οὐδὲν μήποθ’ εὕρῃ νομοθέτης εἰς τιμωρίαν οὕτω πικρὸν ὅ ποιήσει πάντας δικαίους.