Oratio 63

Libanius

Libanius, Oratio 63, Libanii Opera, Vol IV, Orationes LI-LXIV, Teubner, Foerster, 1908

οὕτως ἐχθές ποθεν ἥκων <τις> a ἠδικῆσθαι ταῖς λέγει. τῶν γάρ ἐν τῇ βουλῇ, φησίν, οὐδεὶς οὐ- δενὸς οὐδὲ τοῦ μικροτάτου τετύχηκε καὶ ταῦτα χάριτας αὐτῷ δεδωκότες. ἀντὶ γὰρ ὧν εὖ πεποιήκει καὶ κοινῇ τὴν βουλὴν καὶ καθ’ ἕκαστον ἰδίᾳ πειθο- μένους ἴν τισιν ἔσχε καὶ οὐκ ἀντιτείνοντας.

ἐκεῖ- νος γὰρ ἣν ὁ δεθῆναι κωλύσας τὴν βουλήν, ἡνίκα ἡ πόλις τῇ προσδοκίᾳ τῆς τοῦ κρατοῦντος ὀργῆς ἐσείετο, μόνος ἐγγυητὴν καταστήσας αὐτὸν τῶν ἄλλων τὸ αὑτῶν θεραπευόντων, ἐκεῖνος ὁ τοὺς εἰς λειτουργίαν ἐμβαίνοντας ἐπὶ τὰ αὐτοῦ χρήματα καλῶν πάντα φόβον ἀνελών, ἐκεῖνος ὁ παύων ἄρχοντας θυμου- μένους, ἐκεῖνος ὁ ποιῶν ἡμέρους, ὁ διδάσκων μὴ τῶν ὀφειλομένων τιμῶν τοὺς βουλεύοντας ἀποστερεῖν. τά μὲν εἰς τούτους παρ’ ἐκείνου καὶ πολλὰ καὶ μεγάλα, [*](Sieb. 79) τὰ δὲ ἐν ταῖς παρὰ τούτων ἀμοιβαῖς καὶ | μικρὰ καὶ ὀλίγα, ὥστ' ὀφείλοντας αὐτοὺς αὑτῷ καταλιπὼν ἀπῆλθε.