Oratio 63

Libanius

Libanius, Oratio 63, Libanii Opera, Vol IV, Orationes LI-LXIV, Teubner, Foerster, 1908

ᾤμην μὲν οὖν συμβάσης τῆς τελευτῆς αὑτοῖς τοὺς ἀνθρώπους [*](1 τὸν inserui ex Am om B Sieb 3 αὑτῷ scripsi αὐτῶ B Am Sieb 5 <ἐν> a ᾧ ? | ἐστὶν ἡ παρά ante τοῖς Β Sieb ut dittographiam 6 βοήθεια inserui „refingebam olim sic : ᾧ μόνον παρὰ τοῖς οἰχομένοις ἐστὶν ἡ βοήθεια παρὰ τῶν ζώντων πρὸς τούς κατηγοροῦντας, quam coniecturam ut nimis audacem nunc repudio, et levi tantum mutatione ita scribo: ὃ μόνον ἐστὶν οἱ παρὰ τοῖς οἰχομένοις, ἐστὶν οἷ παρά τῶν ζώντων πρὸς τούς κατηγοροῦντας “Sieb 7 εὐπορήσαιμι scripsi εὐπορήσαιμεν BAm Sieb | ἐν—9 φέρειν praemissis verbis τοῦ ὑπὲρ Ὀλυμπίου citat Macar fol. 91 (ed. Villoison Anecd. II ρ. 16 = t. I praef. p. ΧΧΧ R) 8 καθιστάμενος — 9 φέρειν] καθίστανται ὅσοι τά πὰρ ’ ἐκείνων σιγὴ φέρουσιν Macar | καθιστάμενος scripsi καθ- ιστάμενοι BAm Sieb 9 ἐκείνων scripsi ex Am Macar ἐκεί- vois Β Sieb 10 voce οὖν des Am 20 αὑτοῖς Sieb αὐτοῖς Β)

389
τούτους ὁμολογήσειν καὶ συμβαινούσας οἷς ἔπραξαν φωνὰς ἀφήσειν· οἶ δέ, πῶς ἄρ’ ἂν ἀξίως εἴποιμι περὶ τῆς ἀνωμαλίας; εἰ πάντα τὸν χρόνον ἤσαν ἐν τοῖς πρὸς αὐτὸν ἐγκλήμασι διαγαγόντες καὶ <ταῦτα> a τά ἠδικημένοι, τὰ δὲ ἠδικηκότες, οὐκ ἂν αὐτοῦ τοσούτους κατέχεαν λόγους διά πάσης ἰόντες τῆς πόλεως.

6. Τί δὴ τὸ τούτων τῶν λόγων αἴτιον;

Οἱ μέν οὐδαμοῦ τῶν διαθηκῶν εἶναί φασι καὶ τοῦτο αἰτιῶνται. φέρε δὴ πρὸς τούτους πρῶτον δια- λεχθῶμεν. πῶς ἂν οὖν, ὦ βέλτιστοι, διὰ πάντων μὲν στρατιωτῶν, ἀπάντων δὲ συνδίκων τῶν τ' εἰς τὴν βουλὴν τελούντων ἀπάντων ἤρχετο τῶν αὐτοῦ δι- δούς; οὐδὲ γὰρ εἰ Μίδαν ὁμοῦ καὶ Κροῖσον καὶ Κι- νύραν πλούτῳ παρῄει καὶ χρήμασιν, οὐκ ἂν οἷός τ’ ἣν τοσούτων ἀνθρώπων τὴν δεινὴν ταύτην ἐπιθυμίαν ἐμπλῆσαι.

τί δ’ ἣν καὶ τὸ δίκαιον αὐτοῖς πρὸς Ὀλύμπιον; οὔτε γὰρ ὁδὸν μακρὰν ἐπορεύθησαν ἐκείνου κελεύοντος οὔτε πλοῦν πολύν τε καὶ χαλεπὸν ὑπὲρ τῶν ἐκείνῳ συμφερόντων ἤνεγκαν οὔτε ναῦς δυναμένας βλάβην ἐνεγκεῖν ἀφειλκύσαντο. ἀλλ’ οὐδέ τῶν ἑαυτῶν ἀμελήσαντες εἰς τὸ τέρπειν ἐκεῖνον ταῖς παρ’ ἡμέραν συνουσίαις πολὺν ἀνηλώκασι χρόνον. ἀλλ’ | οὐδὲ Sieb. κοινωνίαν εἴποιεν ἂν τραπέζης ἢ λουτρῶν ἢ παιδιᾶς ἢ ὡς πληγὰς ἔδοσάν τε καὶ ἔλαβον συμπλακέντες τοῖς τὸν ἄνθρωπον πεποιηκόσι κακῶς ἢ μέλλουσιν. ἀλλ᾿ ἐὰν λα- βόμενός <τινος> a αὐτῶν ἴρη· σὺ δὲ τοῦ χάριν [*](13 cf. p. 120, 9 sq. t. Ι 199, 18; t. II 548, 2; t. III 419, 17) [*](1 τούτους e τοῦτο corr Β 3 signum interrogationis po- sui, comma Β Sieb 4 ταῦτα inserui 6 punctum post πόλεως posui, colon B, signum interrogationis Sieb 12 αὑτοῦ scripsi αὐτοῦ Β Sieb 20 ἀφειλκύσαντο scripsi ἐφειλκύσαντο B Sieb) [*](26 τινος inserui | ἀξιοῖς scripsi ἠξίους B Sieb)

390
τῶν Ὀλυμπίου λαβεῖν; ἕξει μὲν οὐδὲν εἰπεῖν ἕτερον, τοῦτο δὲ μόνον, ὅτι· ἄνθρωπος ἐξ ἀνθρώπου γένοιτο καὶ εἰς εἴη τούτων οἱ ἀρούρης καρπὸν ἔδουσι. θαυμάζω δὲ ὅπως οὐ καὶ τοὺς ὀνηλάτας κακῶς λέγοντας ἔσχε καὶ τοὺς ὀρεωκόμους καὶ τοὺς ταῖς καμήλοις τἀκ τῶν ἀγρῶν ἡμῖν ἄγοντας.