Oratio 59

Libanius

Libanius, Oratio 59, Libanii Opera, Vol IV, Orationes LI-LXIV, Teubner, Foerster, 1908

καὶ ὅτι γε οὐκ ἀπεικότως, ἀλλά νουνεχόντως τοῦτον τὸν τρόπον ἐχρῶντο τοῖς καιροῖς, ἔδειξεν ἡ πεῖρα. οἱ γοῦν οὐ δυνηθέντες σφᾶς αὐτοὺς κατακρύψαι τὴν ταχίστην οὐκ ἔφθασαν βασιλεῖ φανέντες καὶ σαγηνευθέντες ὡς ἡμᾶς μετεσκευάσθησαν, οὐχ οἶ μὲν παραδόντες σφᾶς αὐτούς, οἱ δὲ ἀγωνιζόμενοι ληφθέντες, ἀλλ’ ἀπλῶς πάντες ἐνὶ σχήματι πτήξαντες καὶ χεῖρας εἰς ἱκετείαν προτεινά- μενοι.

83. Καὶ πλήρωμα πόλεως οὐ φαυλοτάτης ἐν Πέρ- σαις αὐτοβοεί, καθάπερ ἐν δικτύῳ συγκλεισθέντες, παν- οικησίᾳ μετηνέχθη καταρώμενον μὲν τοῖς ἐμβαλοῦσι τοῦ πολέμου τὸ σπέρμα, ὀδυρόμενον δὲ τὴν τῆς πατρί- [*](9 Isocr. Phil. p. 83 e 18 Thuc. II 81,3 cum nota Kruegeri | Iul. or. II p. 57 Β 19 Thuc. II 16; III 57) [*](1 κυνῆν in lac 5 litt om Ca 2 γὰρ om ΜοΜ 3 δ’ Re 8 ἐξέβαλον CaM | τε CMoLaB 10 γὰρ CaM 11 την ταχίστην I τηνταχίστην Ρ sed e τὴν ταχίστην corr m 4, Β) [*](18 σφὰς ΜοΡ sed in hoc ' in ~ corr m 2 14 ἅπαντες CaM 18 συγκλεισθέν coni Mor „verum multo probabilius est Li- banium dedisse ὥσπερ ἰχθῦς ἐν δικτύῳ κατακλεισθέντες“ Re at recte oblocutus est Iacobsius Phil. im. p. 288 ad p. 24, 10; cf. ad p. 192, 17 | πανοικησίᾳ scripsi cum CaM πανοικεσίᾳ reliqui libri edd cf. decl. Aristoph. Herm. XII 219, 28 et Lob, Phryn. p. 516 516 19 καταρώμενον I sed οι supra ον καταρώμενοι U) [*](20 ὀδυρόμενοι U | πέρσιδος Β)

250
δὸς ἐρημίαν, οὐκ ἀπεγνωκὸς δὲ παντάπασι τὰς ἀμεί- [*](R III 301) νους ἐλπίδας ἐκ τῆς τοῦ νενικηκότος | πρᾳότη- τος. καὶ οὐκ ἐψεύσθησαν. λέγω δὲ ἤδη τὸ μετὰ τὴν αἵρεσιν βούλευμα πολὺ τῆς αἱρέσεως ἄμεινον παρά γε ἐμοὶ κριτῇ. οὐ γάρ ἀπέκτεινε λαβών, ὡσπερ οἱ Κερ- κυραῖοι τοὺς ἐξ Ἐπιδάμνου Κορινθίων οἰκήτορας, οὐδέ γε ἀπέδοτο τὰ ἆθλα τοῦ πολέμου, καθάπερ Φίλιππος τοὺς αἰχμαλώτους Ὀλυνθίων, ἀλλ’ ἐπενόησεν ἀντὶ στή- λης καὶ τροπαίου χρήσασθαι τοῖς αἱρεθεῖσι καὶ κομί- ζὼν εἰς Θρᾴκην κατοικίζει μηνυτὰς εἶναι καὶ τοῖς ὕστερον τοῦ πάθους.

καὶ τούτοις οὐκ ἔνεστιν ἀπιστεῖν. οὐ γὰρ ἐξίτηλον χρόνῳ γεγονυῖαν πρᾶξιν διηγούμεθα συναγωνιζομένης εἰς ψευδολογίαν τῆς ἀρ- χαιότητος, ἀλλ’ οἶμαι πάντας ἐπὶ τῶν ὀφθαλμῶν ἔτι προφέρειν τὴν χθὲς καὶ πρῴην γεγενημένην τῶν αἰχμα- λώτων πομπήν.

τοῦτ’ ἦν ὅ φημι τοῦ κεκρατηκέναι κάλλιον εἶναι καὶ στρατηγικώτερον. πόλεις μέν γε πολλοὶ πολλάκις παρεστήσαντο, τὰ δ’ ἐκ τῆς ἁλώσεως εἰς τὸ δέον οὐ πολλῶν ἣν διαθέσθαι. σκοπῶμεν γὰρ ὁπόσα συνείληφεν ἐνὶ τούτῳ. πρῶτον μὲν χῶρον ἐξη- [*](4 Eur. Alc. 801 6 Thuc. I 30, 1 7 Diod. Sic. XVI 53 12 Her. I 1) [*](1 ἀπέγνω cum ras 1 litt U | παντάπασι om Re 2 πραό- τητος ΜοΡΙΒΜ 4 ἄρσιν CMo sed in hoc αἵρεσιν in marg, Β et γρ in marg Mor | πολύ γε Β | ἄρσεως CMo sed in hoc αἱρέσεως in marg, Β et γρ in marg Mor 5 post ἐμοὶ ras 3 litt I 6 Ἐπιδαύρου Re, quod correxit Cobetus Coll. 264 9 χρήσασθαι Ρ sed α (1) in ras m 3 χρήσεσθαι ILa M αἱρεθεῖσιν La ἀρθεῖσι Μο sed αἱρεθεῖσι in marg, Β sed ex αἱρεθεῖσι corr 11 ἔστιν PUIM 13 τῆς inserui e libris 14 τὸν ὀφθαλμὸν U | ὀφθαλμῶν I sed ῶ in ras m 2 15 πρώην MoPIB 17 μὲν γὰρ M 18 δὲ PUICa M Mor 19 τὸ in ras C s | ἦν La sed postea suprascr οὑν Re)

251
γριωμένον ἐπὶ Θρᾴκης πλεῖστον ὅσον ἡμέρωσε τοὺς γεωργήσοντας παρασχών. ἔπειτα τὴν μνήμην τῶν κατ- ορθωμάτων εἰς ἅπαντα τὸν χρόνον παρέπεμψε τῇ τῶν γενῶν διαδοχῇ τὴν λήθην οὐκ ἀφεὶς κατὰ τῶν πε- πραγμένων ἰσχύσαι. τρίτον τὸ αὐτὸ φιλανθρωπίας καὶ μεγαλοψυχίας σημεῖον ἐξήνεγκε τοῖς μὲν δάκρυσιν εἰς ἔλεον καμφθείς, τὸν δὲ θυμὸν ἀπορρίψας ἐν τῇ μετα- βολῇ | τῆς τύχης.

ἐπὶ τούτοις τοὺς πόρρω [*](R III 302) κατῳκισμένους ἡμᾶς τῆς τῶν πολεμίων χώρας οὐ περι- εῖδεν ἀκοῇ μόνῃ τῶν γεγενημένων ἑστιωμένους, ἀλλ’ αὐτόπτας τῶν ὅλων καταστήσας ἡδονῆς τε πολλῆς καὶ χρηστῆς ἐλπίδος ἐνέπλησεν ἐν μὲν τοῖς κατορθώμασι γεγηθότας, τοῖς δὲ κατειργασμένοις τεκμαιρομένους τὸ μέλλον.

εἰ δέ με δεῖ τι καὶ τῶν ἐμαυτῷ κεχαρισ- μένων εἰπεῖν, πολλοστῷ χρόνῳ δίκην ὑπὲρ τῶν ἐξ Εὐβοίας Ἑλλήνων ἀνηρπασμένων ἐπράξατο ἀντὶ τῶν Ἐρετρικῶν γενῶν τούσδε ἐκ τῆς ἐκείνων ἀνασπάσας.

Ἦν μὲν οὖν ἂν καὶ τοῦτο μέτρον ἀρκοῦν θα- τέρῳ καὶ φιλοτιμίας οὐδὲν ἂν ἀπῆν, εἰ καὶ μηδὲν ἐνῆν ὑπὲρ τοῦ πρεσβυτέρου προσθεῖναι. τὸν γάρ οὐδὲν μὲν ἀνωτέρω τῆς ὁσίας πεποιημένον, ἐν δὲ τῷ τοσοῦ- [*](4 [Isocr.] Demon. p. 3 d 15 Dem. p. 761,21. Ar. Pac. 559. Men. Misog. IV 167,9 Μ (III p. 96 n. 329 Κ). Prisc. inst. XVIII 251) [*](16 Her. VI 101 et 119; Plat. epigr. 10 (Anth. Pal. VII 259)) [*](3 παρέπεμψεν La 5 ἰσχύσαι Ρ sed in ras m 3 ἰσχῦσαι ? cf. p. 214, 8 et t. II 11, 5 9 κατωικισμένους C sed κισ in ras f κατῳκημένους Μο | ἡμᾶς om Re 10 μόνον Re 11 ὅλων La sed ολ in ras y 12 ἐν scripsi e Ρ sed γρ ἐπὶ suprascr m 3, UCaM sed in hoc ἐπὶ in marg m 3, ut usui Liba- niano conveniens ἐπὶ CMo sed in hoc ἐν in marg, I sed πὶ in ras m 2, LaB edd 16 ἐξεπράξατο UI ἐπράξαντο Ca cf. t II 78, 2 17 ἐρετρικῶν καρπῶν καὶ γενῶν La 19 ἐνῆν] ἦν CMoB Re 21 ὁσίας Ρ sed ὁ in ras ex οὐ corr m 3 ὁνσίας La σίας cum ras 1—2 litt ante σ)

252
τὸν ἀποσχισθῆναι τῶν πραγμάτων μηδὲ τὸ μικρὸν ἀποβαλόντα, φοβοῦντα δὲ τοὺς ἐναντίους, εἰ προσιὼν ἂν ἀγγελθείη, καὶ πάλιν παρέχοντα θαρρεῖν, εἰ τῆς ἀναχωρήσεως ὁ καιρὸς ἐπισταίη, πόλεις δὲ τἀς μὲν κινοῦντα, τὰς δὲ κατοικίζοντα πῶς οὐ διὰ παντὸς φαίη τις ἂν ἀφῖχθαι τοῦ προσήκοντος; οὐ μὴν ἔνεστιν ἀπο- ρῆσαι βουλομένῳ λέγειν, ἀλλ’ αὐτά δὴ τὰ κυριώτερα λέλειπται, τοῦτο μὲν ἡ τελευταία μάχη, τοῦτο δὲ ἕτερα ἄττα σοφίας τῆς ἐσχάτης βάσανον παρασχόμενα. ἔξεστι δὲ ὧδέ πη θεάσασθαι.

89. Ἴσμεν ἄπαντες τοῦθ’ ὅτι τήνδε τὴν μερίδα τῆς βασιλείας δύο τὰ μέγιστα τῶν βαρβάρων ἔθνη περι- πτύσσεται, ἔνθεν μὲν ὑπὲρ Ἴστρου Σκύθαι κεχυμένοι, ἑτέρωθεν δὲ Περσῶν πολυανθρωπία διοχλοῦσα. τούτων τοίνυν οἱ μὲν θρασυνόμενοι πράττουσιν οὐδέν, οἱ δὲ [*](R III 303) οὐδὲ κινοῦνται | τὴν ἀρχήν. τίς οὖν οὕτω ῥᾴ- θυμος ἤ νωθρός, ὅστις οὐκ ἂν ἥδιστα ζητήσειεν οὕτω παραδόξου πράγματος φύσιν, τί ποτέ ἐστιν ὃ Σκύθας τοὺς φονικωτάτους καὶ τοὺς Ἄρει τετελεσμένους καὶ [*](8 pugna Singarensis cf. p. 257, 16 sq. 19 Luc. dial. deor. 16, 1 | Her. IV 79) [*](1 μὴ δὲ MoPICaBM 3 cf. p. 8, 2 sq. 5 κατοικἰζον La | διαπαντὸς ΡΒΜ 6 τίς Ι 7 αὐτά Ρ sed γρ ταῦτα in marg m 3 ταῦτα CMo | δὴ om Ρ sed γρ in marg m 3,. UICaLa Mor et inser M 2 8 ἑτέρα ILa 9 ἅττα CMoUCaBM sed in hoc in ἄττα corr, edd cf. t. III 170, 1 | παρασχόμενα scripsi e Ρ sed παρεχόμενα suprascr m 3, UICaLaM παρεχόμενα CMo sed in hoc ασ supra ε Β edd | ἔξεστιν La 10 δ’ CLaB Re | ὅ δέ U 11 τήνδε om U | τὴν om C 13 Ἴστρον γρ in marg Mor et Re | σκῦθαι Ρ sed ~ in ' corr m 3, ICa 14 διοχλοῦσα Μο sed ἐν supra δι 16 τηναρχὴν Β et e τὴν ἀρχὴν corr C f P 4 | ἦν Mo sed οὖν in marg 17 οὐδὰν Μ sed οὐκ ἂν suprascr m 2 18 ποτ’ ΜοΒ)

253
δυστύχημα τὴν ἡσυχίαν κρίνοντας εἰρήνην μὲν ἔπεισεν ἀγαπῆσαι, καταθέσθαι δὲ τά ὅπλα καὶ βασιλέα τὸν ἡμέτερον ἐν ἴσῳ τοῖς οἰκείοις ἄγειν καίτοι πολὺ μὲν ἀπηρτημένον Ἴστρου, τὰς δὲ δυνάμεις ἐφ’ ἑτέροις τάτ- τοντα;

τίς οὖν ἡ τοσούτου πράγματος αἰτία; ὅτι βασιλεὺς ἀνδρίαν καὶ σύνεσιν ἐπίσης κεκτημένος τὰ μὲν εὐβουλίᾳ κεχείρωται, τά δὲ ἀνάγκη μετέρχεται. γνοίη δ’ ἄν τις, εἰ παραθείη τῇ νῦν ἀπὸ Σκυθῶν ἀδείᾳ τὰς προτέρας καταδρομάς, πρὸς ἃς ἀντιβλέπειν μὲν οὐκ ἐξῆν, μιᾶς δὲ εὐχῆς τυγχάνουσιν ἐγίγνετο σώζεσθαι. αὕτη δὲ ἣν μὴ παγῆναι βέβαιον ἐν Ἴστρῳ κρύσταλλον, ὥστε καὶ ἐπελθεῖν ὑπάρχειν. καὶ τίς ἂν ἔτι θαυμάσειε τῆς ἡσυχίας τὸ βέβαιον, ἐπειδὰν ἀκούση τῆς συμμαχίας τὸ πρόθυμον;

οὕτως οὐδὲν μέν ἐστιν ὃ μὴ θαῦμά τι προσβάλλει, ἀεὶ δὲ τῷ δευτέρῳ τὸ πρότερον ἀποκρύπτεται. ὁ γὰρ εἰς ἀκοὴν μὲν ἥδι- στον, ἔργῳ δὲ οὐδενί πω πρὸ τοῦδε γεγενημένον, ἀλλὰ τοῖς μὲν οὐδὲ ἐπὶ νοῦν ἐλθόν, τοῖς δὲ οὐ δυνατὸν [*](3 cf. t. II 10, 3 7 Aesch. Ctes. § 107 p. 68, 42) [*](5 ὅτι ὁ βασιλεὺς Μο 6 ἀνδρείαν Ρ sed ει ex ι corr LaM Mor | ἐπ’ ἴσης Re cf. p. 217, 10; p. 273,6; 281,20; 287, 5 et 6 | 6 et 7 τα Ρ sed add m 3 9 ἀδεία I sed αδε in ras m 2 ἁ όα cum ras 2 litt U | ἑτέρας ἁ 11 δ’ Μο 12 κρύσταλον ΡΙ | ὑπάρχειν Ρ sed ἐν ἄλλω ὑποσχεῖν in marg m 4 ὑποσχεῖν C sed ὑπάρχειν suprascr m, Μο sed ὑπάρχειν in marg 14 συμμαχίας Ι sed συμμα in ras m 2 15 θαῦμά τι scripsi ex Ul sed in hoc ' supra υ eras et ι in ras 2 litt μετά θαύματος Ca edd θαύματος reliqui libri | προβάλλει PUI sed in hoc o ex οσ corr M 3, Μ sed σ inser m 2 17 ἔργω C sed ω in ras ex α ut videtur corr f | δ’ CMo Re | τοῦ CMo 18 οὐδέ in ras P 4 οὐδ’ I sed in ras m 2, CaBM om ULa | ἐπὶ in marg p 4 et in ras I2)

254
νομισθέν, ᾧ πάντα τὰ] πάντων ἀντιθεὶς τὸ μηδὲν εὑρήσεις, τοῦτο καὶ ἐβουλεύθη· καὶ οὐκ ἀπεγνώσθη καὶ τετέλεσται πάλαι.

ἐξῆλθε στρατόπεδον Σκυθικὸν τῇ μὲν Ῥωμαίων χειρὶ συμβαλούμενον, τῇ δὲ δυνάμει [*](R III 304) Περσῶν ἀντιταξόμενον καὶ | τὴν μὲν τούτων ἀρ- χὴν φυλάξον ἀκίνητον, τὴν δὲ ἐκείνων δυναστείαν συγκαταλῦσον. καὶ τὸ ἔτι μεῖζον, οὐ γὰρ ὅσον ἀφο- σιώσασθαι τὴν ἔξοδον ἐποιήσαντο οὐδὲ ἐπὶ τῆς χρείας ἐθελοκακοῦντες ὤφθησαν οὐδὲ προσιόντας ἰδόντες βάρ- βαροῖ βαρβάρους ὑπὸ τῆς ὄψεως ἀμείψαντες τὴν γνώ- μην εὐθὺς μετετάξαντο, καθάπερ πρότερον Θετταλοί, ἀλλ’ ὥσπερ ὑπὲρ τῆς οἰκείας ἀγωνιζόμενοι τῇ προθυ- μίᾳ τῶν ἔργων οὐδὲν τῶν κεκληκότων διήλλαξαν.

καὶ τούτων οὐ τὰς ἐκείνων φύσεις, τὴν δὲ βασι- λέως αἰτιατέον σοφίαν, ὃς ἀντὶ μὲν ἀπίστων πιστοὺς κατέστησεν, ἀντὶ δὲ ἀτάκτων εὐπειθεῖς, ἀντὶ δὲ πα- λιμβόλων βεβαίους, ἀντὶ δὲ πολεμίων συμμάχους, ἐνὶ δὲ βουλεύματι κατά τε Περσῶν ἐπορίσατο προσθήκην [*](4 Dem. p. 558, 13 9 Her. I 127, 2; V 78; IX 67 11 cf. t. III p. 456, 2 R. Thuc. I 107. Dem. p. 15, 15; 657, 25) [*](1 τὰ inser P 2 om reliqui libri cancellavi | ἀντιθεὶς scripsi e CMoBLa ἀντιτιθεὶς reliqui libri sed τι (2) eras Ρ, edd sed γρ ἀντιθεὶς in marg Mor | τὸ e τῶ corr Μ το ΡΙ sed in hoc accent eras et o in ras m 2 τῷ Ca 2 τούτῳ coni Re Anim, ἀντιτιθεὶς μηδένα εὑρήσεις, ὅτῳ τοῦτο in ed | ἐβουλεύθη CM sed ή supra εύ C m M 2 ἐβουλήθη Β 3 τετέλεσται πάλαι scripsi e CMo et in marg P 4 et praemissis verbis κάλλιον, ἄλλοι δὲ στίζουσι in marg M 3 (vide t. I p. 214), ut coni Re Anim τετέλεσται πάλαι reliqui libri edd cf. p. 219, 8 | ἐξῆλθεν La 4 συμβαλλούμενον CaM συμμαχούμενον Cobet Coll. 265 at cf. Dem. l. l. 6 φυλάξον Ρ sed o in ras m 2 φυλάξειν U φυλάξειν Ca | δ’ Re 7 συγκαταλῦσον Ρ sed in corr UCaB cf. t. III 462, 12 et 17 8 ἔξοδον Mor sed γρ ἔξωθεν)

255
καὶ τῆς Σκυθικῆς οὐ μικρὸν μέρος ἐκένωσε καὶ τοὺς συνημμένους τῇ προσηγορίᾳ ταῖς γνώμαις ἐξεπολέμω- σεν, ὥστ’ ἔμοιγε μὴ ῥᾳδίαν εἶναι τὴν κρίσιν, πότερον ἐπ’ ἀνδρίᾳ πλέον ἢ σοφίᾳ γνώμης ἄξιος θαυμάσαι.

94. Τοῦ δ’ αὐτοῦ λόγου τὴν πίστιν κἀκεῖνο παρ- ἔχεται. τοσούτου γὰρ πολέμου διαντλουμένου τῷ βασι- λεῖ στάσις ἔνδοθεν ἐξ ἀπροσδοκήτων ἐκινήθη καὶ κατ- εῖχε ταραχή τις οὐ μετρία | τὴν μεγίστην μὲν "[*](R III 305) τῶν τῇδε πόλεων, τῆς δὲ ἁπασῶν μεγίστης δευτέραν. καίτοι τοῦτο ὁ μὲν ἀπλῶς σκοπῶν δυστύχημα νομιεῖ, ὅτῳ δὲ πάρεστιν ἱκανῶς λογίζεσθαι, τῆς ἄκρας εὐτυχίας τὸ συμβεβηκὸς θήσεται. ὥσπερ γὰρ τοῖς ἀρίστοις τῶν ἰατρῶν αἰ τῶν ἀρρωστημάτων ὑπερβολαὶ λυσιτελοῦσιν ἐναποδείξασθαι παρέχουσαι τὴν τέχνην, οὕτω καὶ] τοῖς βασιλεῦσιν αἱ δυσκολίαι τῶν καιρῶν κέρδος φέρουσιν, εἰ μέλλοιεν ὑπὸ τῆς ἐκείνων εὐβουλίας ἐπὶ τὰ βελτίω τελευτήσειν, ἐπεὶ καὶ τὸν Αἰακὸν οὐδὲν ἂν ἐκώλυσε [*](2 Plat. Polit. p. 262 D 4 Thuc. I 138, 3 6 Plat. Menex. p. 242 Α 7 Her. I 191, 4; VII 204 | cf. t. I 105, 19 sq. Paul. Const. in Phot. bibl. 267 p. 475, 32 sq. Socr. h. e II 13. Amm. XIV 10, 2. Chron. min. ed. Mommsen I 236 8 Constantinopolin cf. t. II 240, 16; 1). III 89, 21. Iul. or. I p. 8 C) [*](1 οὐ σμικρὸν Ρ sed οὐ σ in ras 2 litt m 3 μικρὸν UCa γένος Μο sed μέρος in marg | ἐκένωσεν La 2 συνημένους La | ἐξεπολέμωσε Re 3 ὥστε Ρ sed ε in corr m 3, UICa LaM | πρότερον La 4 ἐπανδρείᾳ La ἀνδρεία Ρ sed ει ex ι corr m 3, Μ | ἄξιον Μ sed os suprascr m 2 | θαυμάσαι reposui e libris coll. p. 245, 10; Thuc. l. l. θαυμάζεσθαι in marg Μο edd 6 δ’ Ρ in m 2 δὲ δὲ ICaLaM | κρίσιν Mor 7 ἔνδοθεν ἐξ] ἔξωθεν La 9 τῆς—10 σκοπῶν om Ca | δ’ ΜοΒ 14 ἐνα- ποδείξασθαι — 15 βασιλεῦσιν om Ca οὕτω | sed ὢ in ras οὕτως MoU | καὶ ante τοῖς edd cancellavi | τοῖς om Re 15 λεῦσιν I sed ν add m 3 16 ὑπὸ] ἐπὶ Ca 17 ἐκώλυσεν L)

256
μέγιστον μαρτύριον δικαιοσύνης παρῃρῆσθαι, εἰ μὴ τῶν ἀέρων ἀκρασία τοὺς Ἕλληνας εἰς τὴν ἐκείνου χρείαν καταστήσασα παρέσχεν ὅστις ἦν ἐπιδείξασθαι.

ἐγὼ μὲν δὴ συγχαίρω τῷ βασιλεῖ τῆς παρενθήκης ταύτης, ὅτι τοὺς ἀγαθοὺς τῶν κυβερνητῶν ἔδωκε μι- μήσασθαι, οἳ τῆς νεὼς πολλοῖς πολλαχόθεν ταραττο- μένης πνεύμασιν ἀντέχουσιν ὁμοῦ πρὸς ἅπαντα κρείτ- τονα τῆς ζάλης παρεχόμενοι τὴν τέχνην. καὶ βασιλεύς ἐν μέσῳ στὰς πολέμου καὶ στάσεως καὶ πλήθει πραγ- μάτων κεκυκλωμένος οὐκ ἐταράχθη τὴν ψυχὴν ὑπὸ τῆς τρικυμίας, ἀλλ’ οὕτως ἤρκεσεν ἀμφοτέροις, ὧσπερ ἂν εἰ πολλὴν ἦγεν ἀπὸ θατέρου σχολήν.

ἐνταῦθα δὴ τί πρῶτον ἢ τί τελευταῖον χρὴ λέγειν; ἢ τίνος μεμνημένον τί παραλιπεῖν; πότερον ὡς ἀπανέστη τῆς Πέρσιδος ὑπεριδὼν ἐκείνων ὧς οὐδαμοῦ φανησομένων, [*](R III 306) ἢ τῆς πορείας τὸ | τάχος ᾧ τοὺς Λακεδαιμονίους παρέδραμεν, ἢ τοῦ χειμῶνος τὰς ὑπερβολὰς ἢ τῶν νι- φάδων τὰς ἐμβολάς ἢ τῶν ὄμβρων τὴν συνέχειαν; ὧν ἀπάντων, ὥσπερ τις ἀδαμάντινος, κατεγέλα.

ἀλλ’ ὡς πρὶν φανῆναι τοῖς στασιάζουσι τὴν μανίαν ἔσβεσεν; ἀλλ’ ὡς τὸν πορθμὸν διέπλευσεν ὥσπερ θείᾳ νεφέλῃ [*](2 cf. ad t. III 243, 2 13 II. π 692 14 Thuc. I 139, 1 et 140, 4 16 Her. VI 120 19 cf. p. 282, 18 21 Od. θ 502) [*](1 παρῃρῆσθαι] καὶ παραιροῦμαι καὶ ἀφαιροοῦμαι. ἀφαίρεσις δὲ μόνον οὐ παραίρεσις in marg B 2 (= Μ s. v. παραιροῦμαι p. 274, 3)) [*](1 παρῃρῆσθαι δικαιοσύνης Β 2 ἡ ante ἀκρασία inser M 2 | εἰς om Mor 3 στήσασα cum lacuna 4 litt ante σ Ca 11 τρικυμίας Ρ sed ι (1) in ras 2 litt m 2 13 δὲ Re 14 πα- ραλείπειν CMoB et supra παραλιπεῖν P 3 16 πατρίδος Μ sed περσίδος suprascr m 2 20 γε post πρίν edd delevi ασιάζουσιν La)

257
κεκαλυμμένος; ἀλλ’ ὧς τοὺς ἐν αἰτίᾳ μετεχειρίσατο; ἀλλ’ ὧς τοὺς ἀνεγκλήτους διέκρινεν; ἀλλ’ ὧς οὐδένα μὲν διέφθειρε, τοὺς δὲ κακουργοῦντας ἐσωφρόνισεν; ἀλλ’ ὧς ἐξουσίαν εἰς λόγον τῇ βουλῇ παρασχὼν πλεῖ- στον ἐκράτει λέγων; ἀλλά πάντα ταῦτα ἀφέντα τῶν ἀμοιβαίων λόγων μνημονεῦσαι δίκαιον, οἷς τὸ δεινό- τατον τῆς βουλῆς κατεπάλαισεν ὀξέως; ἀλλ’ ὡς οὐκ ἔφθη καταστήσας ἐκείνοις τὰ πράγματα καὶ πρὶν ἢ λῦσαι τὴν ζώνην αὖθις ἐφειστήκει τοῖς πολεμίοις;

οὕτως, ὅπερ ἔφην, ἀμφισβητεῖν μὲν ἔξεστι, πότερον ἀνδρίας ἢ συνέσεως ἡ κτῆσις ἀμείνων, ὁπότερον δ’ ἂν κριθῇ νικᾶν, παρὰ τῷ βασιλεῖ τὸ κρατεῖν ἐστι. καίτοι ὅτε καὶ τῶν ἡρώων τοὺς ἄκρους ἴσμεν ἀπὸ θατέρου τούτοιν εἰς τὰ πρῶτα βοηθέντας, τῷ γε ἀμφότερα μεθ’ ὑπερβολῆς κεκτημένῳ τίνας εἰς ταὐτὸν ἄξιον θεῖναι;

99. Φέρε δὴ καὶ τῆς τελευταίας μνημονεύσωμεν μάχης. ἢν τελευταίαν τε καὶ μεγάλην τὴν αὐτὴν ἔξεστι προσειπεῖν καὶ πολὺ πλέον πρέπουσαν κεκλῆσθαι με- γάλην ἢ τὴν ἐν Κορίνθῳ τὴν ὑμνουμένην. ὑπισχνοῦ- [*](1 Plat. Gorg. p. 519 Β 14 cf. p. 287, 17; t. II 143,5; Thuc. III 39, 2; 56, 4: Her. IX 16,1 | cf. t. II 162,4 Ruf. Fest. bren. 27. Amm. XVIII 5, 7. Iul. or. I p. 23 Α sq. 19 Dem. p. 472, 24 ; cf. Themist. or. II p. 37 c. Iul. or. II p. 77 B; or. I p. 28 Β) [*](2 τούς om Μ 3 διέφθειρεν La 5 ταῦτα πάντα CaM 6 μνημονεῦσαι δίκαιον Praemisso κείμενον in marg I 2 | τὸν ΙΒΜ 8 πρινὴ Ρ sed in πρὶν ἢ corr m 3, UI 10 ὡσπερ CMo | ἔξεστιν La 11 ἀνδρείας Ρ sed ει in ras m 3, LaM | ἄμεινον CMoB Re 14 βοη θέντας cum ras 2 litt U | Τῷ γε Ρ sed γ in ras, Mor et coni Sintenis τῷ δὲ reliqui libri sed eras I, Re 15 τίνας scripsi e PUICaLaM sed in hoc τίνα suprascr m 2, et γρ in marg Mor τίνα reliqui libri edd | αὐτὸν Ca Mor sed γρ ταὐτὸν in marg 16 φέρε I sed φε in ras m3) [*](17 τε om Μ inser P 3 | τὴν αὐτὴν om Μ)

258
μαι δὴ τὸν βασιλέα δείξειν ἐν ταύτῃ Πέρσας τε ὁμοῦ καὶ τἀς οἰκείας δυνάμεις νενικηκότα. καὶ μηδεὶς πρὶν ἀκοῦσαί τι ταῖς ὑπερβολαῖς ἀπιστείτω, ἀλλ’ ἀναμείνας [*](R III 307) τοὺς λογισμοὺς | οὕτως ἐκφερέτω τὴν κρίσιν. μι- κρὸν δὲ ἄνωθεν ἄρξασθαι βούλομαι. οὕτω γὰρ ἂν τοῦ παντὸς ἡ σκέψις ἀκριβεστέρα γένοιτο.

100. Πέρσαι πρὸς τἀς εἰσβολὰς τοῦ βασιλέως ἀπειρη- κότες καὶ τῷ μήκει τοῦ πολέμου κεκακωμένοι τὴν ἀναγ- καίαν <τύχην> παράκλησιν εἰς τοὺς κινδύνους βανον, οἷς γὰρ ὁ βίος οὐκ ἐν ἡδονῇ, τούτοις οὐ βαρὺ τὸ τεθνάναι. βουλόμενοι δὴ δράσαντές τι καὶ παθεῖν κατα- λέγουσι μὲν ἡβηδὸν τοὺς ἄνδρας οὐδὲ τοῖς κομιδῆ νέοις ἀνεύθυνον τὴν ἀστρατείαν τάξαντες, ἀγείρουσι δὲ τὰς γυναῖκας σκευοφόρους εἶναι τῇ στρατιᾷ. ἔθνη δὲ ποικίλα βαρβάρων πρόσοικα τὰ μὲν ἱκετείᾳ πείθουσι μετασχεῖν τῶν κινδύνων, τὰ δὲ βίᾳ καταναγκάζουσιν ἱν ὑπουργῆσαι πρὸς τὴν χρείαν, τοῖς δὲ χρυσοῦ τι πλῆθος προτεί- νουσιν, ὅς ἐκ παλαιῶν φρουρούμενος χρόνων τότε δὴ πρῶτον εἰς τοὺς ἐπικούρους ἀνηλίσκετο.

ἐπεὶ δὲ πᾶσαν τὴν ἐκείνῃ διερευνησάμενοι γῆν ἐρήμους μὲν ἀφεῖσαν τὰς πόλεις, πᾶν δὲ τὸ ἐν ποσὶν ἐστενοχώρουν [*](5 cf. p. 151, 11. t. III 453, 5 et ad t. III 309, 9 11 cf, t. II 327 14 12 cf. t. III 413, 1 R. Her. I 172; VI 21) [*](3 τι inserui e libris sed inser C m et τὸ τί οὐκ ἔκειτο in marg P 3 4 οὕτως — 5 βούλομαι om Ca 9 τύχην inserui coll. Plat. leg. VII p.; 806 Α; Dem. p. 1468, 15 10 τὸ inserui e CMoUILaBM om PCa edd 11 δὴ inserui e libris | δρά- σαντές Ρ sed αν et ες in ras m 2 13 ἀστρατείαν Μ sed ἁ praep m 2 | num ἐπαίρουσι coll. p. 239, 1 ? | τὰς] „praeponi velim καὶ“ Re 15 τὰ Ρ sed ' add m 2 20 πρόσοικον post πᾶσαν in lac 9 litt C a B post τὴν ras —2 litt Μ | ἐκείνων I sed ων in ras m 4, Mor 21 21 ἀφεῖσαν reposui e libris ἀφῆσαν edd)

259
τῷ πλήθει, μελέτην δὲ τῇ πορείᾳ μίξαντες ἐπὶ τὸν πο- ταμὸν ἐχώρουν, ἔγνω μὲν βασιλεὺς τὸ γιγνόμενον. πῶς γάρ ἂν ἐλάνθανεν οὕτω μεγάλη κίνησις κονιορ- τοῦ μὲν εἰς αἰθέρα μέσον ἐγειρομένου, κτύπου δὲ συμ- μιγοῦς ἵππων τε καὶ ἀνδρῶν καὶ ὅπλων οὐδὲ τοὺς πορρωτάτω καθεύδειν ἐῶντος, τῶν δὲ κατασκόπων ὄψει τὸ πρᾶγμα λαβόντων καὶ τὴν ἀγγελίαν οὐκ ἔξωθεν εἰκαζόντων, ἀλλ’ ἐκ τῆς θέας φερόντων.