Oratio 59

Libanius

Libanius, Oratio 59, Libanii Opera, Vol IV, Orationes LI-LXIV, Teubner, Foerster, 1908

διαπραξάμενος δὲ τά τε ἄλλα καὶ τῷ πάντα ἀξίῳ θαυμάσαι συγγενόμενος ἀδελφῷ καὶ τοὺς ἐναντίους ἀκούων ὥσπερ ἐκ θεοῦ πληγέντας ἀπολελοιπέναι | τὴν ὄχθην οὐκ ἔπαθε τοῦτο δὴ [*](R III 298) τὸ πάλαι θρυλούμενον οὐδ’ ὅπερ ἐβούλετο προσδοκή- σας ἥξειν αὐτόματον ῥᾳστώνης ἐποιήσατο τὸ ὑπόλοιπον τοῦ χρόνου, ἀλλ’ ἡγησάμενος τοὺς τοιούτους τῶν και- ρῶν ἔργων, οὐκ ἐλπίδος δεῖσθαι αὖθις ἔθει τὸν δίαυ- λον ἀποπληρῶν, ὥσπερ ὡς ἀληθῶς ἐν σταδίῳ διαθέων ἄνω καὶ κάτω συνεχῶς, ἀλλ’ οὐ τὸ πλέον τῆς οἰκου- μένης ἐπιών.

76. Διεδέχετο δὴ τὴν εἰς τάχος ὁδοιπορίαν ἐνόπλιος [*](2 Euseb. vit. Const. IV 70 17 Iul. or. I p. 20 C 20 Themist. or. I p. 23. Iul. or. I p. 11 Β) [*](2 εὔζωνος] ζωνὸς ἀνὴρ ὁ ἐλαφρὸς καὶ μηδὲν περὶ τὴν ζώνην ἄχθος ἐπιφερόμενος τοῦ ἑ ὒ εὔκολον δηλοῦντος ἐνταῦθα Β2) [*](3 οἰκίας Mor | εἴτε PICaM 10 θαυμάσαι om I 12 τοῦτο δὴ reposui e libris δὴ τοῦτο edd 13 θρυλούμενον scripsi cum Μο θρυλλούμενον reliqui libri edd cf. ad p. 152, 14 | ὅπ cum ras 2 litt U | ἠβούλετο Μ 14 ἥξειν C sed ει in α corr n et ειν rupra α pos m | λοιπὸν C 16 ἐλπίδος C sed ων supra ος m ἐλπίδων Β | ἔθει I sed ἔ in ras m 2 20 δὲ Re | ἐνόπλιος scripsi e CMoCa sed in hoc ιος eras, La B M ἐν ὅπλοις Ρ sed ἢν ἄλλω ἐ]νόπλιος in marg m 4, UI sed in hoc in ἐνόπλιος corr m 2, edd)

246
ἑτέρα πορεία. καὶ τοῖς ὁρίοις ἐφειστήκει τοῖς Περσι- κοῖς ἐπιθυμῶν αἱμάξαι τὴν δεξιὰν καὶ ὁ τὸν θυμὸν δεξόμενος οὐκ ἦν, ἀλλ’ οἱ τὸν πόλεμον εἰσαγαγόντες ἐν φυγῇ τὸν πόλεμον διέφερον οὐκ ἐκ συμπλοκῆς εἰς φόβον ἐμπίπτοντες, ἀλλά τῷ φόβῳ συμπλοκὴν οὐχ ὑπομένοντες οὐδὲ ἐκ χειρῶν γενομένης τῆς τροπῆς, άλλ’ ἀρκούσης τῆς φήμης εἰς τροπήν.

μάλιστα δ’ ἄν τις ἐκεῖνο θαυμάσειεν· οὔτε γὰρ τὴν προσεδρείαν οὔτε τὴν ἀναχώρησιν ἀίδιον ἔγνω ποιήσασθαι, ἀλλὰ χειμαδίῳ χρώμενος τῇ μεγίστῃ τῶν ἐκείνῃ πόλεων τῆς ὡραίας φανείσης ἐν τοῖς ὅπλοις καὶ αὐτὸς ἐξέλαμπε τῆς Πέρσιδος τοσοῦτον ἐπιὼν ὅσον ὁ λογισμὸς ἐπέ- τρεπε. τὸ μέν γὰρ ὅλως προσκαθῆσθαι τοῖς ἐκεῖ πράγ- μασι ταπεινὸν ὑπελάμβανε, τὸ δὲ μὴ παντελῶς ἐπελθεῖν ἀργίας ἐνόμιζε.

διόπερ τεμὼν τὸν χρόνον τὸν μὲν στρατείας, τὸν δὲ βουλῆς ἐποιήσατο. ἣν δὲ τὸ κεφά- λαιον τῆς βουλῆς οὐχ ὅπως χρὴ κρατῆσαι φαινομέ- [*](8 cf. t. II 327,1 sq. 10 Dem. p. 49,3 | Antiochia (non Hiera- poli, ut censet Ο Seeck in Pauly-Wissowa R. E. t. IV 1057) cf. Cod. Theod. II 6, 4; IX 21, 5 et Lib. t. II 440, 3 cum nota) [*](11 ὡραίας] οὐ μόνον ὥρα τὸ ἔαρ, ἀλλὰ καὶ ὡραία C m (= Thom. M. p. 409, 8). cf. p. 279, 16 et ad t. I 127, 22) [*](1 πορεία Μο sed ras 1 litt post α 3 δεξάμενος Μ sed α in o Mor 3 εἰσαγαγόντες scripsi e Ρ sed ἑ]τέρα γρ εἰσάγοντες in marg m 4, UILa εἰσάγοντες reliqui libri edd 5 τὴν ante συμπλοκὴν Re delevi 6 οὐδ’ CMoB | χειρὸς Ca M γινομένης Ρ sed ι in ras m 2, LaB Mor 7 εἰς om ILa 10 ἐκείνης Mor 2 sed γρ ἐκείνῃ in marg et ἴσως ἐκεῖ 13 γάρ om Μ | προκαθῆσθαι Mor 2 qui adnotat p. 94 ed. prioris „legi- tur in al. C. Mns. ὅλως προκαθῆσθαι“ | ἐκεῖ] αὐτοῖς Ca 14 παντελῆ La | ἐπελθεῖν UI sed in hoc ε in ras m 2, Mor 2 sed γρ ἀπελθεῖν in marg ἀπελθεῖν reliqui libri Mor 1 16 ἐνό- μιζεν 17 P κρατῆσαι χρὴ La | φαινομένων scripsi,)

247
νων, | ἀλλ’ ὅπως χρὴ πεῖσαι φανῆναι· εἰς τοσοῦ- [*](R III 299) τὸν γὰρ αὐτοῖς τὰς προσδοκίας ὑπήλλαξεν, ὥσθ’ ἃ ποιήσειν ἑτέρους ἐλπίζοντες ἤραντο τὸν πόλεμον, ταῦτα πάσχοντας ὑπὸ τῶν ἀντεπιόντων ἐγκαλύπτεσθαι.

καὶ τὸν μὲν πρότερον χρόνον οὕτως ἣν τὸ μὲν ἐμβαλεῖν ἐκείνοις σύνηθες, ἡμῖν δὲ τὴν οἰκείαν ἐπιόν- των ἐκλιπεῖν ἀναγκαῖον, ὥστε τὰς προσοίκους ἐκείνοις πόλεις εὕροις ἂν τῷ μὲν χρόνῳ πρεσβυτάτας, τῇ δὲ τῶν ἐδαφῶν κατασκευῇ νεωτάτας, ἃς γάρ ἐκεῖνοι πυρ- πολοῦντες ἀπηλλάττοντο, ταύτας ἔδει τοὺς κατιόντας ἀνορθοῦν· νῦν δὲ οὕτω τὸ πρᾶγμα πρὸς τοὐναντίον μεταπέπτωκεν, ὥστε Σύροι μὲν ἀτειχί·στους τὰς πόλεις οἱ πολλοὶ ἀξιοῦσιν οἰκεῖν, Πέρσαις δὲ κινδυνεύει σύμ- βολον εἶναι νίκης, εἰ κρυπτόμενοι λάθοιεν.

80. Καὶ μηδεὶς οἰέσθω μήτ’ ἀγνοεῖν με τὰς κλο- πᾶς αἷς καὶ νῦν ἐχρήσαντο μήθ’ ὅτι καὶ βαλεῖν τινα [*](9 Thuc. I 10, 2) [*](2 ἀπήλλαξεν Ca ἐν(??)ήλλαξεν Μ 3 ἑτέροις Mor | ἑλπίξον- τες Ρ sed γρ ἐλπίσαντες suprascr m 3 ἐλπίσαντες CMo sed in hoc ἐλπίζοντες in marg, Β Re 4 πάσχοντες Μ Ca sed πάσχοντας in marg, La et corr Mor 2 5 πρῶτον U 6 ἐμβαλεῖν scripsi e Ρ sed in ἐμβάλλειν corr m 3, UICaLa sed in hoc in ἐμβάλλειν corr p, Μ ἐμβάλλειν reliqui libri edd σύνηθες—7 ἐκείνοις in marg La i 7 ἐκλιπεῖν scripsi e Ρ sed in ἐκλείπειν corr m 3, UICaLaM ἐκλείπειν reliqui libri edd ὥστε— 9 νεωτάτας citat Thomas Μ. p. 137, 1 ἐδάφων, οὐκ ἐδα- φῶν, εἰ καὶ Λιβάνιος ἐν τῷ εἰς Κωνστάντιον καὶ Κώνσταντα· ὥστε κτλ. ὥστε C sed στ in ras m ὥσπερ Μο 9 ἐδάφων Ρ sed in ἐδαφῶν corr m 3, I sed ~ supra ω eras, Μ sed ~ supra ω m 2 cf. ad t. II 162, 10 11 τὸ πρᾶγμα C sed γρ τὰ πράγ- ματα suprascr m τὰ πράγματα Β 13 κινδυνεύει] συμβου- λεύει Ca 15 καὶ μηδεὶς C sed γρ καί με μηδεὶς suprascr m καἰ με μηδεὶς Β | μήτε edd 16 μήθ’ ὅτι I sed μήθ’ ὅ in ras m3)

248
στρατιώτην ἐξ ἀφανοῦς ἴσχον μήθ’ ὅτι συνθήκας εἰς ἀνακωχὴν εὑράμενοι τῷ διὰ τοὺς ὅρκους ἀφυλάκτῳ πρὸς πλεονεξίαν κατεχρήσαντο, μηδ’ αὖ σαφῆ μὲν ἐσχη- κέναι τὴν τούτων γνῶσιν, ἑκόντα δ’ ὑπερπηδᾶν. τοσού- του γὰρ δέω τούτοις τοῖς πράγμασιν αἰσχύνεσθαι, ὥστ’ εἰ μηδὲν τούτων ὑπῆρχε, τότ’ ἂν εἰκότως αἰσχυν- θῆναί μοι δοκῶ. ὁ γὰρ τῶν ἡττημένων οὐδέν ἔχων εἰπεῖν ὅτου καὶ μνημονεύειν ἄξιον οὗτος καὶ τὸν τῶν | [*](R III 300) κεκρατηκότων ἔπαινον προσαφῄρηται. ὥσπερ γὰρ ἐν τοῖς γυμνικοῖς ἀγῶσιν, ἐπειδὰν ὁ κλῆρος τὸν πολὺ λειπόμενον ἀποδύῃ πρὸς τὸν ἄριστον, γίγνεται μὲν ἡ νίκη τοῦ βελτίονος, ὁ δὲ παρὰ τῶν θεατῶν κρότος οὐκ ἀκολουθεῖ τῷ στεφάνῳ, οὑτωσὶ δὲ κἀν τοῖς πολεμικοῖς ἡ τῶν ἡττημένων φαυλότης ζημιοῖ τοὺς νενικηκότας εἰς δόξαν.

συγχωρῶ δὴ Πέρσας δεινοὺς εἶναι καὶ κλέψαι καὶ παρακρούσασθαι καὶ μὴ τὴν ταχίστην ἀπει- πεῖν καὶ δι’ ἐπιορκίας ῥᾷστ’ ἂν ὑφελέσθαι πολλά, ἀλλ’ ὅμως οἱ τοσαύτας ὁδοὺς ἐπὶ τὸν πόλεμον εὑρηκότες οὐκ ἔφερον ὀρθοῖς ὀφθαλμοῖς ἀντιβλέψαι πρὸς τὴν τοῦ [*](1 μὴ δ’ Ρ sed μήθ’ suprascr m 3 2 εὑρόμενοι La 3 μὴ δ’ MoPIBM μήτ’ coni Re | ἂν La 4 ἑκόντα Mor sed γρ ἔχοντα in marg | δέ CMoB Re | τοσοῦτον CMoB Re 5 δέον La 6 ὥστ’ scripsi e Ρ sed ' in ras m 2, UILaM ὣσ τε C sed ὣσ in ras f ὥστε MoBCa edd | ὑπῆρχεν CMo 7 δοκῶ C sed ῶ ut videtur ex εῖν corr f, Ρ sed εῖ supra ῶ m 3 ῶ δοκεῖν Μο | οὐδὲν scripsi e CMoPCaLaBM μηδὲν UI edd 9 προαφῄρηται Re 10 τὸ U Mor 11 γίνεται CaB edd | ἡ om Mor 13 οὑτωσὶ C sed οὕτω suprascr m οὕτω Β | κἀν reposui e CMoPUI κἂν CaLaB M καὶ edd | πολεμικοῖς scripsi coll. p. 237, 2 πολεμίοις libri edd 15 δὲ Μο 16 παρακρούσεσθαι Ρ sed ε ex α corr in ras, Ca | τηνταχίστην P sed e την ταχίστην corr m 3, Β 17 ῥᾷστ’ scripsi e CMoB ῥᾷστα reliqui libri edd 19 ἀντιβλέψαι reposui ante πρὸς e PUICaLaM, ante κυνῆν CMoB edd)

249
βασιλέως κυνῆν. τεκμήριον δὲ μέγιστον ἀμφοτέρων τούτων. εἰ μὲν γὰρ ἤκουον προσιόντα, παντάπασιν ἠφανίζοντο, τῆς δὲ ἀπουσίας αἴσθησιν λαμβάνοντες τοῖς ἀντικαθημένοις ἐπεχείρουν, ἐκ μὲν τοῦ προτέρου τὸν φόβον ὁμολογοῦντες, ἐν δὲ τῷ δευτέρῳ τὴν τέχνην ἐπιδεικνύμενοι. οὕτω τὴν μὲν πολεμικὴν ἐμπειρίαν ἐκέκτηντο, βασιλέως δὲ φανέντος τῆς ἐμπειρίας τὴν μνήμην ὑπὸ τοῦ δέους ἐξέβαλλον.

καὶ ὅτι γε οὐκ ἀπεικότως, ἀλλά νουνεχόντως τοῦτον τὸν τρόπον ἐχρῶντο τοῖς καιροῖς, ἔδειξεν ἡ πεῖρα. οἱ γοῦν οὐ δυνηθέντες σφᾶς αὐτοὺς κατακρύψαι τὴν ταχίστην οὐκ ἔφθασαν βασιλεῖ φανέντες καὶ σαγηνευθέντες ὡς ἡμᾶς μετεσκευάσθησαν, οὐχ οἶ μὲν παραδόντες σφᾶς αὐτούς, οἱ δὲ ἀγωνιζόμενοι ληφθέντες, ἀλλ’ ἀπλῶς πάντες ἐνὶ σχήματι πτήξαντες καὶ χεῖρας εἰς ἱκετείαν προτεινά- μενοι.

83. Καὶ πλήρωμα πόλεως οὐ φαυλοτάτης ἐν Πέρ- σαις αὐτοβοεί, καθάπερ ἐν δικτύῳ συγκλεισθέντες, παν- οικησίᾳ μετηνέχθη καταρώμενον μὲν τοῖς ἐμβαλοῦσι τοῦ πολέμου τὸ σπέρμα, ὀδυρόμενον δὲ τὴν τῆς πατρί- [*](9 Isocr. Phil. p. 83 e 18 Thuc. II 81,3 cum nota Kruegeri | Iul. or. II p. 57 Β 19 Thuc. II 16; III 57) [*](1 κυνῆν in lac 5 litt om Ca 2 γὰρ om ΜοΜ 3 δ’ Re 8 ἐξέβαλον CaM | τε CMoLaB 10 γὰρ CaM 11 την ταχίστην I τηνταχίστην Ρ sed e τὴν ταχίστην corr m 4, Β) [*](18 σφὰς ΜοΡ sed in hoc ' in ~ corr m 2 14 ἅπαντες CaM 18 συγκλεισθέν coni Mor „verum multo probabilius est Li- banium dedisse ὥσπερ ἰχθῦς ἐν δικτύῳ κατακλεισθέντες“ Re at recte oblocutus est Iacobsius Phil. im. p. 288 ad p. 24, 10; cf. ad p. 192, 17 | πανοικησίᾳ scripsi cum CaM πανοικεσίᾳ reliqui libri edd cf. decl. Aristoph. Herm. XII 219, 28 et Lob, Phryn. p. 516 516 19 καταρώμενον I sed οι supra ον καταρώμενοι U) [*](20 ὀδυρόμενοι U | πέρσιδος Β)

250
δὸς ἐρημίαν, οὐκ ἀπεγνωκὸς δὲ παντάπασι τὰς ἀμεί- [*](R III 301) νους ἐλπίδας ἐκ τῆς τοῦ νενικηκότος | πρᾳότη- τος. καὶ οὐκ ἐψεύσθησαν. λέγω δὲ ἤδη τὸ μετὰ τὴν αἵρεσιν βούλευμα πολὺ τῆς αἱρέσεως ἄμεινον παρά γε ἐμοὶ κριτῇ. οὐ γάρ ἀπέκτεινε λαβών, ὡσπερ οἱ Κερ- κυραῖοι τοὺς ἐξ Ἐπιδάμνου Κορινθίων οἰκήτορας, οὐδέ γε ἀπέδοτο τὰ ἆθλα τοῦ πολέμου, καθάπερ Φίλιππος τοὺς αἰχμαλώτους Ὀλυνθίων, ἀλλ’ ἐπενόησεν ἀντὶ στή- λης καὶ τροπαίου χρήσασθαι τοῖς αἱρεθεῖσι καὶ κομί- ζὼν εἰς Θρᾴκην κατοικίζει μηνυτὰς εἶναι καὶ τοῖς ὕστερον τοῦ πάθους.

καὶ τούτοις οὐκ ἔνεστιν ἀπιστεῖν. οὐ γὰρ ἐξίτηλον χρόνῳ γεγονυῖαν πρᾶξιν διηγούμεθα συναγωνιζομένης εἰς ψευδολογίαν τῆς ἀρ- χαιότητος, ἀλλ’ οἶμαι πάντας ἐπὶ τῶν ὀφθαλμῶν ἔτι προφέρειν τὴν χθὲς καὶ πρῴην γεγενημένην τῶν αἰχμα- λώτων πομπήν.

τοῦτ’ ἦν ὅ φημι τοῦ κεκρατηκέναι κάλλιον εἶναι καὶ στρατηγικώτερον. πόλεις μέν γε πολλοὶ πολλάκις παρεστήσαντο, τὰ δ’ ἐκ τῆς ἁλώσεως εἰς τὸ δέον οὐ πολλῶν ἣν διαθέσθαι. σκοπῶμεν γὰρ ὁπόσα συνείληφεν ἐνὶ τούτῳ. πρῶτον μὲν χῶρον ἐξη- [*](4 Eur. Alc. 801 6 Thuc. I 30, 1 7 Diod. Sic. XVI 53 12 Her. I 1) [*](1 ἀπέγνω cum ras 1 litt U | παντάπασι om Re 2 πραό- τητος ΜοΡΙΒΜ 4 ἄρσιν CMo sed in hoc αἵρεσιν in marg, Β et γρ in marg Mor | πολύ γε Β | ἄρσεως CMo sed in hoc αἱρέσεως in marg, Β et γρ in marg Mor 5 post ἐμοὶ ras 3 litt I 6 Ἐπιδαύρου Re, quod correxit Cobetus Coll. 264 9 χρήσασθαι Ρ sed α (1) in ras m 3 χρήσεσθαι ILa M αἱρεθεῖσιν La ἀρθεῖσι Μο sed αἱρεθεῖσι in marg, Β sed ex αἱρεθεῖσι corr 11 ἔστιν PUIM 13 τῆς inserui e libris 14 τὸν ὀφθαλμὸν U | ὀφθαλμῶν I sed ῶ in ras m 2 15 πρώην MoPIB 17 μὲν γὰρ M 18 δὲ PUICa M Mor 19 τὸ in ras C s | ἦν La sed postea suprascr οὑν Re)

251
γριωμένον ἐπὶ Θρᾴκης πλεῖστον ὅσον ἡμέρωσε τοὺς γεωργήσοντας παρασχών. ἔπειτα τὴν μνήμην τῶν κατ- ορθωμάτων εἰς ἅπαντα τὸν χρόνον παρέπεμψε τῇ τῶν γενῶν διαδοχῇ τὴν λήθην οὐκ ἀφεὶς κατὰ τῶν πε- πραγμένων ἰσχύσαι. τρίτον τὸ αὐτὸ φιλανθρωπίας καὶ μεγαλοψυχίας σημεῖον ἐξήνεγκε τοῖς μὲν δάκρυσιν εἰς ἔλεον καμφθείς, τὸν δὲ θυμὸν ἀπορρίψας ἐν τῇ μετα- βολῇ | τῆς τύχης.

ἐπὶ τούτοις τοὺς πόρρω [*](R III 302) κατῳκισμένους ἡμᾶς τῆς τῶν πολεμίων χώρας οὐ περι- εῖδεν ἀκοῇ μόνῃ τῶν γεγενημένων ἑστιωμένους, ἀλλ’ αὐτόπτας τῶν ὅλων καταστήσας ἡδονῆς τε πολλῆς καὶ χρηστῆς ἐλπίδος ἐνέπλησεν ἐν μὲν τοῖς κατορθώμασι γεγηθότας, τοῖς δὲ κατειργασμένοις τεκμαιρομένους τὸ μέλλον.

εἰ δέ με δεῖ τι καὶ τῶν ἐμαυτῷ κεχαρισ- μένων εἰπεῖν, πολλοστῷ χρόνῳ δίκην ὑπὲρ τῶν ἐξ Εὐβοίας Ἑλλήνων ἀνηρπασμένων ἐπράξατο ἀντὶ τῶν Ἐρετρικῶν γενῶν τούσδε ἐκ τῆς ἐκείνων ἀνασπάσας.