Oratio 59
Libanius
Libanius, Oratio 59, Libanii Opera, Vol IV, Orationes LI-LXIV, Teubner, Foerster, 1908
οὐκ ἣν εἰρήνη τὸ γιγνόμενον ὑπὸ τῶν Περσῶν, ἀλλ’ ἀναβολὴ πολέμου, οὐδ’ Τνα μὴ πο- λεμήσαιεν, τῆς ἡσυχίας ἐπεθύμουν, ἀλλ’ ἴν ἀξίως λό- γου πολεμήσαιεν, τὴν ἡσυχίαν ἠγάπων. οὐδὲ τὸ κιν- δυνεύειν καθάπαξ φεύγοντες, ἀλλὰ πρὸς μέγεθος κιν- ὀύνων εὐτρεπιζόμενοι ἐμίγνυσαν δὴ τρόπον τινὰ εἰρή- εἰρήνην πολέμῳ σχῆμα μὲν εἰρηνικὸν προβεβλημένοι, γνώμῃ δέ πολεμούντων χρώμενοι. ἐπειδὴ γὰρ ἐν τοῖς ἄνω χρόνοις ἀπαράσκευοι ληφθέντες ἐπλήγησαν, οὐ τὰς εὐψυχίας τὰς αὐτῶν καταμεμψάμενοι, τῷ δὲ τῆς παρα- σκευῆς ἐλλείποντι τὴν αἰτίαν ἐπενεγκόντες εἰρήνην ἐπὶ παρασκευῇ πολέμου συνέθεντο καὶ διετέλουν δὴ τὸ ἐντεῦθεν πρεσβείαις μὲν καὶ δώροις πρὸς τὰς σπονδὰς ἀφοσιούμενοι, πάντα δὲ πρὸς ἐκείνην τὴν γνώμην συν- [*](7 Thuc. III 36, 3 11 Iul. or. I p. 18 B) [*](1 εἰ Mo | τὸ ante τοσοῦτον Mo et inser cm et coni Re Anim „sine dubio leg. ἐπῇρε τοσοῦτον“ Re ed, at τοσοῦτον coniungendum cum εἰς ut p.. 247, 1 et 270, 10, seiungendum a κίνδυνον 2 ἀναρρῖψαι ? cf. ad t. II p. 307, 9 | οὐδ᾿ CMoB 3 ἀκούσασθαι Mor | τοὺσ P sed ὺσ in ras m2 4 πρόσθεν La | αὐτοῖς La 5 ἐθελήσαι I sed e corr θελῆσαι Ca) [*](7 βαθείας I sed αθ e ραχ corr m2 8 γινόμενον CMoB 10 ἵνα PUICaLaM 13 δὲ Mo 15 ἐπειδὴ—16 ἀπαράσκευοι in marg Mo2 17 αὐτῶν P sed᾿ in ‘corr m3, I sed in ras m2, CaLaM αυτῶν U 19 τὸ ἐντεῦθεν in τοεντεῦθεν corr PI3)
| ἐξηρτύοντο δὴ τὰ σφῶν αὐτῶν διὰ πάσης ἰδέας τὴν παρασκευὴν διακριβούμενοι, τὴν ἵππον, τὴν ἀσπίδα, τοὺς τοξότας, τοὺς σφενδονήτας, τὰ μὲν ἐξ ἀρχῆς νενομισμένα πρὸς ἄκρον ἐκμελετῶντες, ὧν δέ οὐκ εἶχον τὴν ἐπιστήμην, ταῦτα πὰρ ἑτέρων εἰσφερόμενοι καὶ τῶν μὲν οἰκείων οὐκ ἀφιστάμενοι τρόπων, προστιθέντες δὲ τοῖς ὑπάρχουσι θαυμασιωτέ- ραν παρασκευήν.
ἀκούων δὲ τοὺς προγόνους ἑαυ- τοῦ Δαρεῖον καὶ Ξέρξην ἔτεσι δέκα τὴν κατὰ τῶν Ἑλλήνων μετρῆσαι παρασκευὴν καὶ καταγνοὺς ἐκείνων ἐνδεῶς ἐπιχειρῆσαι αὐτὸς εἰς τέτταρας ἐτῶν δεκάδας ἐκτεῖναι τὸν χρόνον ἠξίωσεν. ἐν δέ τούτῳ τοσούτῳ γεγονότι συνήγετο μὲν ὄγκος χρημάτων, ἡθροίζετο δὲ πλῆθος σωμάτων, ἐχαλκεύετο δὲ ὅπλων ἰσχύς. ἤδη δέ καὶ γένος ἐλεφάντων ἤγειρεν οὐκ εἰς θέαν ψιλήν, ἀλλ’ εἰς τὴν χρείαν τοῦ μέλλοντος. πᾶσι δὲ προείρητο πάν- των ἀφεμένους τῶν ἄλλων τὰ πολέμια μελετᾶν καὶ μήτε τοὺς πρεσβύτας ἐκβαίνειν ἐκ τῶν ὅπλων τούς τε νεωτάτους εἰς τὸν κατάλογον τελεῖν, γεωργίαν δέ γυ- ναιξὶ παραδόντας αὐτοὺς μεθ’ ὅπλων ἔχειν τὴν δίαιταν.
66. Ὅ δέ με μικροῦ παρῆλθε, πολλῶν ἄξιον εἰς μέσον θεῖναι. ὁ γὰρ δὴ τῶν Περσῶν βασι- [*](1 Thuc. I 82, 2 9 Her. VII 1. 4. 20 15 Plat. Criti. p. 114 Ε. Ael. n. an. VI 61 21 Dem. p. 550, 26) [*](2 διακρι(??)νούμενοι Μο | τὸν Ca 3 σφενδονήτας reposui e libris σφενδονίτας edd 4 ἐξαρχῆς ULaB Mor 5 δ’ Re | παρετέρων La 7 προστιθέντες Μ sed σ inser m 2 8 ἑαυ- τοῦ προγόνους Re 9 ἐν ἔτεσι C et inser ΒΜ 15 γένος reposui e libris coll Plat. l. l. πλῆθος edd 16 δὲ om La 17 τῶν ἄλλων ἀφεμένους CMoB Re 18 τούς C sed ς add f) [*](19 τὸν om CMoLa 20 αὐτούς τε Μ sed τε eras | post δίαιταν ras 1—2 litt I 21 δὲ μικροῦ με UI | με om Ρ Mor μικρὸν Ca sed ου suprascr | παρὴλθεν)
ὡς οὖν ταῦτα διασκο- πῶν καὶ δυσχεραίνων ὡς ἐπὶ πλεῖστον ἐκάθητο, ἔδοξεν αὐτῷ δολερὰν ἐλθεῖν ὁδὸν καὶ ἀνελεύθερον καὶ στείλας πρεσβείαν καὶ θωπεύσας ὥσπερ εἰώθει καὶ προσκυνή- σὰς διὰ τῶν πρέσβεων αἰτεῖ σιδήρου πολύ τι χρῆμα, πρόφασιν μὲν ὡς ἐφ’ ἕτερον ἔθνος προσοίκων βαρβά- ρων, τὸ δὲ ἀληθὲς κατὰ τῶν δεδωκότων ἐγνωκὼς χρῆ- σθαι τῇ δωρεᾷ. ὁ δὲ τὴν μὲν ἀληθεστέραν αἰτίαν οὐκ ἠγνόει, τὴν γὰρ ὑποψίαν παρεῖχεν ἡ τοῦ λαμβά- νοντος φύσις, εἰδὼς δὲ ἀκριβῶς ὅποι φέρει τὰ τῆς τέχνης, παρὸν ἀντιτείνειν προθύμως ἔδωκεν ὁρῶν μὲν ἅπαν τὸ μέλλον τοῖς λογισμοῖς ὥσπερ ἂν ἤδη γεγενη- μένον, αἰσχυνόμενος δὲ τῷ παιδὶ πολεμίους καταλιπεῖν ἀόπλους, βουλόμενος δὲ σκῆψιν ἅπασαν αὐτοῖς προανῃ- ρῆσθαι, φράττων δὲ τοὺς ἐναντίους ἀκριβῶς, ὅπως τοῖς ἅπασιν ἀνθοῦντες κατενεχθεῖεν. ἡ γὰρ τῶν ἡττη- [*](1 τοι Ca Mor qui τι coni ed. sec. | αὐτοῦ Ρ sed ‘ in ras m 2 αὐτοῦ U αὐτοῦ ICaLaBM Mor ἑαυτοῦ Re 6 δ’ Re | αὐτῷ scripsi αὐτῷ libri edd 8 ἔπι Ρ sed ' suprascr m 2, Μ ἐπιπλεῖστον Β 10 προσκινήσας U 12 γένος Ρ sed γρ ἔθνος suprascr m 3 13 δ’ ΜοΒ 16 δ’ Re 17 ἀντιτείνειν re- posui e CMoPCaLaBM ἀντιλέγειν UI edd | προσθύμως La) [*](19 καταλιπεῖν προφάσεως) ἀόπλους Mor qui προφάσει coni vide ad 1. 21 | δὲ inser P 3 μὲν Μ ὲ cum ras 1 litt ante ε U μὲν Ca | προφάσεως ante φράττων U, post πρόαν Bast, Lettre crit. 164 ras 9—10 litt I 22 ἡττημένων Μ sed ἐναντίων suprascr m 2 ἐναντίων Ca sed γρ ἡττημένων in marg)
ὁ μὲν δὴ ταύτῃ τῇ μεγαλοφροσύνη καὶ ταῖς ἐλπίσιν ἑτοίμως ἔδωκεν ὥσπερ ἐνδείξασθαι βουλό- μενος, ὅτι κἂν εἰ τά Χαλύβων ἐκκαρποῖντο μέταλλα, οὐκ ἂν παρὰ τοῦτο βελτίους φανεῖεν ὧν ἐτάχθησαν χείρους εἶναι· τῷ δὲ ἄρτιος ἣν ἐνταῦθα ἡ παρασκευὴ τῶν μὲν ἔνδοθεν ὑπαρχόντων, τῶν δὲ ἔξωθεν πεπο- ρισμένων, καὶ τῶν μὲν ἀφθόνων προκειμένων, τῶν δὲ οὐκ ἐλαττόνων τῆς χρείας προσγεγενημένων.
ἀκίδες δὴ καὶ σαγάρεις καὶ αἰχμαὶ καὶ ξίφη καὶ πᾶν ὄργανον [*](R III 296) πολεμικὸν ἐν εὐπορίᾳ τῆς ὕλης ἐχαλκεύετο. | πάντα δὲ διερευνώμενος καὶ καταλιπὼν οὐδὲν ἀνεξέταστον ἐπενόησεν ἱππικὸν ἄτρωτον ὧς εἰπεῖν κατασκευάσασθαι. οὐ γάρ ὅσον εἰς κράνος καὶ θώρακα καὶ κνημῖδας τῴ παλαιῷ τρόπῳ τὴν ὅπλισιν ὥρισεν οὐδ’ ὅσον μετώπου καὶ στέρνων ἱππικῶν προβάλλεσθαι χαλκόν, ἀλλ’ ὥστε [*](4 Aesch. Prom. 714 714 5 Plat. Leg. V p. 728 Α; Pol. p. 305 Β. Lys. Ep. § 31 12 cf. t. II p. 326, 7 sq. Iul. or. II p. 63C) [*](10 σάγαρίς] κοπὶς ἢ πέλεκυς γράφεται δὲ ἐπὶ θηλυκοῦ ἡ σάγαρις in marg C m P 3 sed in hoc γράφεται δὲ om, B 2 sed ἀντὶ pro ἐπὶ cf. to. IV p. 316, 8 R) [*](2 γὰρ inter μέν et δὴ Β et inser C m M 2 3 ἔδωκεν ἑτοί- μως Mor 4 εἰ in ras Ι2 | χαλύβων edd | ἐκκαρποῖντο Ρ sed ἐκ in ras m 3 ἐγκαρποῖντο U 5 num ἐτέχθησαν? 6 τῷ δὲ — 7 ὑπαρχόντων om Ca 7 τῶν Ρ sed ~ add m 2 | ἔνδον CMoB Re | τῶν Ρ sed ~ add m 2 | δ’ ΜοΒ | ἔξωθεν I sed θεν add m 2 8 τῶν (1 et 2) Ρ sed ~ add m 2 | προσκειμένων Mor δ’ Re 9 προγεγενημένων C sed σ inser s, U 11 ἐμπορίᾳ Mor 12 διερευνησάμενος Re 13 κατασκευάσασθαι Μ παρασκευάσασθαι Β 14 κνημῖδας Ρ sed ~ in ras m 4 16 προ- βάλλεσθαι scripsi e ΡΙ sed in utroque in προβαλέσθαι corr m 2, U sed λ prius eras, CaLa προβαλλέσθαι ΒΜ sed in hoc supra α del προβαλέσθαι CMo edd)
ἔφης ἂν τούτοις μᾶλλον πρέπειν τὴν τῶν χαλκῶν ἀνδρῶν προσηγορίαν ἤ τοῖς παρ’ Ἡροδότῳ στρατιώ- ταις. ἔδει δὴ τούτους τὸν μὲν ἵππον ἐλαύνειν ἀντὶ χαλινοῦ τῇ φωνῇ πειθόμενον, αἰχμὴν δὲ φέροντας, ἑκατέρας χειρὸς ἔργον, ἀπερισκέπτως τοῖς πολεμίοις ἐμπίπτειν περὶ τὸ δρᾶσαι μόνον τὸν λογισμὸν ἔχοντας, τῇ δὲ τοῦ σιδήρου φυλακῇ τὸ σῶμα πεπιστευκότας.
ὡς οὖν ἡτοίμαστο πάντα καὶ διὰ πάντων ἡ δύνα- μις εὐτρέπιστο, οὐκέτι κατέχειν οἶός τε ἣν αὑτόν, ἀλλ’ ὀρῶν μὲν τὸ πλῆθος τῆς στρατιᾶς, ὁρῶν δὲ τὸ τῆς ὁπλίσεως ἀρραγές, λογιζόμενος δὲ καὶ τῆς παρασκευῆς τὸ μῆκος καὶ τῆς μελέτης τὸν χρόνον καὶ τῆς κρείτ- τονος τύχης ἀνατυπωσάμενος τὴν ἐλπίδα πέμπει πρε- σβείαν ὑπὲρ τῶν ὅρων ἀμφισβητήσουσαν, ἴν εἰ μὲν παραχωρήσαιμεν τῆς χώρας, ἀκμῆτί κεκρατηκὼς εἴη, εἰ δὲ μηδαμῶς εἴξαιμεν, ἀφορμὴν ταύτην τοῦ πολέμου προστήσαιτο.
βασιλεὺς δὲ ὁ μέγας ὡς ἤκουσε, μι- σήσας τὸν ἄνδρα τῆς ὑπερηφανίας αὐτὸς ἔφη βούλε- [*](6 Her. II 152, 2 sq. 17 Plut. Alex. fort. aut virt. I 6 p. 329 Β; 10 p. 391 D. Philostr. im. II 17 21 Constantinus) [*](1 τὸν (2) Ρ sed add m 2 | δ’ Re 10 δράσαι MoUIB M 13 ηὐτρέπιστο CMo Re | οὐκ ἔτι Ι Mor | κατέχειν Μο sed κατα- σχεῖν in marg κατασχεῖν CB | τ’ Re | αὐτὸν Ρ sed ’ in ‘ corr m 2, La Mor 14 στρατείας ΡΙ sed in στρατιᾶς corr P 3 I 2, La) [*](15 ὁπλίσεως I sed ι in ras m 2 ὁπλήσεως Mor 19 ἀκμητὶ Patm sed γρ ἀκονητὶ in marg 21 δ’ Ρ sed ’ in ras m 2, La edd 22 ὑπερηφανείας Μ | βούλεσθαί CM sed γρ βουλεύ- σεσθαί suprascr C m M 2 βουλεύσεσθαί Β)
73. Ὅπως μὲν οὖν Πέρσας ἐπῆρεν εἰς θράσος τὸ συμβάν καὶ ὡς ἤδη τὰς πόλεις ἔχειν ἡγοῦντο, πρόχει- ρον τεκμαίρεσθαι, ταῖς δὲ ἄρα φύλαξ καταλέλειπτο μέγ’ ἀμείνων καθ’ Ὅμηρον ἢ τό γε ἀληθέστερον κατ’ οὐδὲν δεύτερος. ἐν ἐκείνῳ μέντοι τῷ καιρῷ δυοῖν τοῖν μεγίστοιν συνέπεσε χρεία. ἔνθεν μὲν γὰρ ἡ τοῦ πα- τρὸς ἐπέστρεφε ταφή, ἑτέρωθεν δὲ Περσικῆς ἐφόδου κτύπος. ἔδει δὲ ἢ τοῖς πολεμίοις ἀπαντῶντα τῆς ὁσίας καταμελεῖν ἢ τὴν ὁσίαν θεραπεύοντα τοῖς πολεμίοις ἀνοῖξαι τὴν ἀρχήν.
τί οὖν ἐποίησεν; οὐ μᾶλλον τὸ κέρδος ἢ τὴν ὁσίαν ἐσκέψατο, μᾶλλον δὲ ἄμφω κα- λῶς ποιοῦντα συνῆλθε καὶ τὸ τῆς ὁδοῦ πάρεργον [*](2 Euseb. vit. Const. IV 56 3 Nicomediam cf. Eutrop. X 8; Chron. min. I p. 235; Cassiod. chron. p. 647 ed. Mommsen 12 II. β 239; ψ 315 cf. p. 272, 17 20 cf. Philostr. iun. im. 4 cum nota Iacobsii p. 606 ad p. 117, 9) [*](2 δ’ PUILa edd 4 ἐγίγνετο reposui e libris ἐγίνετο edd 5 ἐκεῖνος om Ca | ἐπιγέγραπται Cobet Coll. 264 at cf. p. 270, 15 7 οὕτω I sed ω in ras m 2 | αὐτὸν ΡΙ sed ’ in ‘ corr P 3 I 2, UCa Mor 8 τώ Ρ sed ~ add m 2 9 θάρσος La) [*](10 ἡγεῖτο La 11 τῶν UILa τ cum ras 3 litt Ca καταλέλειπτο reposui e libris sed αλέλει in ras I 2 κατελέλειπτο edd 12 ἢ — 13 ἐκείνῳ in marg Mo | γ’ Re 13 δυοῖν μὲν τοῖν PLaM 16 δ’ Re 18 τǹυ ἀρχήν I sed τὴν ἀρχ in ras m2)