Oratio 59

Libanius

Libanius, Oratio 59, Libanii Opera, Vol IV, Orationes LI-LXIV, Teubner, Foerster, 1908

εἴτ’ οὖν τῳ τὸ κρεῖττον εὐβουλίᾳ γνωρίζεται, καὶ τῶν οἰκείων καὶ τῶν ἀντιπάλων ἀμείνων ὁ βασιλεὺς οἷς ἐβουλεύσατο δέδεικται, εἴτε τῳ τὰ ἔργα ψιλὰ δοκι- μάζειν ἥδιον, οἶ μὲν τὸ στρατόπεδον ἐκλιπόντες ἐπὶ τὴν σχεδίαν ὥρμησαν, τῶν δὲ ἡμετέρων οἱ μὲν πε- σόντες ταῖς μὲν ψυχαῖς ἐνίκησαν, τοῖς δὲ σώμασιν ἀπεῖπον, οἱ δὲ ἐπανελθόντες οὐ πρότερον ἀπενόστησαν πρὶν ἢ τὴν χώραν τῶν πολεμίων ἐκάθηραν. καὶ οὐ προστίθημι τοῦ χωρίου τὴν φύσιν πλείω λυπήσασαν τῆς τῶν πολεμίων ἀλκῆς οὐδ’ ὅτι Πέρσαι μὲν αὐταῖς γυναιξὶν συνήραντο τοῦ κινδύνου, τῆς δ’ ἡμετέρας στρατιᾶς τὸ κράτιστον οὐ μετέσχε τῆς μάχης.

115. Τρεῖς δ’ οὖν ὄρους θέντες ταύτῃ σκοπῶμεν τὴν κρίσιν, ἔνα μὲν τὸν πρὸ τῆς μάχης, ἕτερον δὲ τὸν ἐν τοῖς ἔργοις, τρίτον δὲ τὸν ἐπὶ τῆς τροπῆς.

116. Οὐκοῦν τὴν μὲν ἀπόβασιν ἐποιήσαντο καὶ τὸν ποταμὸν ἔζευξαν οὐ βιασάμενοι τοὺς εἴργοντας, ἀλλά παρὰ τῶν οὐ βουληθέντων κωλύσαι λαβόντες τὴν ἐξου- σίαν, ἀποβάντες δὲ καὶ περισκεψάμενοι κρίσει τὰ καρ- [*](14 cf. t. II 280, 16) [*](1 ἡττῆσθαι I sed η (2) in ras m2 4 τῳ om UICaLaM | τὸ Ρ sed in τῳ corr m3 om CMoB | κρείττων Β 5 τῶν (2) om La 6 τὸ Ρ sed ὸ in ω corr m3, UICaM 9 μὲν om CaM 10 ἀπενόστησαν reposui e libris sed ὑ supra ἁ C3 ὑπενόστησαν edd 14 δὲ Ρ sed ὲ in corr m3, UICaBM) [*](15 στρατείας La | οὐ om U 17 τῆ κρίσει CaM 21 κωλῦσαι Ρ sed in corr m3, Μ fortasse recte sed cf. ad p. 61, 12)

266
τερὰ τῶν τῶν χωρίων κατέλαβον, ἀλλ’ οὐχ ὥσπερ ἐν ὅπλων [*](R III 312) ἀπορίᾳ τοῖς φανεῖσιν ἐπέδραμον.

| μέχρι μὲν οὖν τούτων ἐκείνων ἡ πλεονεξία, συνιόντων δὲ τῶν στρατοπέδων ἀντὶ μὲν τοῦ δέξασθαι τοὺς ἐπιόν- τὰς καὶ ποιήσασθαι τὴν μάχην ἐν χερσὶν ἀπὸ τῆς φυ- γῆς ἤρξαντο. εἰς δὲ τὸν περίβολον πατακλεισθέντες οὐδ’ ὑπὲρ τοῦ τείχους ἠμύναντο, ἀλλ’ ἀπέβαλον μὲν τὸ φυλακτήριον, προσαπέβαλον δὲ καὶ τὸν ἐν ταῖς σκηναῖς πλοῦτον. οἱ δὲ ἐγκαταληφθέντες ἔπιπτον οὐδενὶ κόσμῳ, ἐπεῖδον δὲ τὸν τοῦ βασιλέως παῖδα, τὸν τῆς ἀρχῆς διάδοχον, ἐζωγρημένον καὶ μαστιγού- μενον καὶ κεντούμενον καὶ μικρὸν ὕστερον κατακοπτό- μενον. εἰ δέ τί που καὶ δεδράκασι, κλέμμα τὸ συμβάν, οὐκ ἀνδραγαθία γεγένηται.

118. Τὰ μὲν ἐν τῇ μάχῃ ταῦτα, τά δὲ ἐπ’ ἐκείνῃ, τούς μὲν νεκροὺς οὐκ ἀνείλοντο, πρὸς δὲ τὴν φυγὴν ἠπείχθησαν, τὰς δὲ γεφύρας διέλυσαν, ἀναμαχεῖσθαι δὲ τὴν πληγὴν οὐδὲ ὄναρ ἐλπίζουσιν. ὁ δὲ τὰ λαμπρὰ δυνάμενος καὶ μέχρι τῶν ἀπειλῶν γενναῖος κόμην μὲν [*](9 Thuc. III 33,3 10 Iul or. I p. 24 D 17 cf. t. I 104, 8; t. II 211, 12. Iul. or. I p. 24 C. Themist. or. IV p. 57 b 18 Iul. or. I p. 23 D et 24 D) [*](1 ἀλλ’ — 2 ἐπέδραμον praemisso κείμενον in marg I2 om U 3 οὖν om UILa 6 ἤρξαντο La sed ν inser s | κατα- κλεισθέντες I sed ιθέν suprascr m2 8 καὶ om PUICaLaBM Mor 9 δ’ Re | ἐγκαταλειφθέντες Ρ sed in marg λη, UICaM Mor | μὲν post ἔπιπτον CaM edd delevi 14 ἀνδραγαθίας CMoPICaBM sed in hoc ς eras, fortasse recte 15 οὑν post μὲν Re delevi | δ’ CMo edd | ἐπ’ ἐκείνῃ Ρ sed επ in ras m2, I sed π’ ἑ in ras m2 ἐν ἐκείνη C sed μετ’ ἐκείνην infra scr f cui βέλτιον praepos m, Μο sed γρ μετ’ ἐκείνην in marg, U κατ’ ἐκείνην La μετ’ ἐκείνην CaMB 16 ἀνείλοντο Ρ sed ει in ras m 3 17 ἠπείχθησαν I sed ἠπει in ras m2 18 οὐδ’ Re)

267
ἐκείνην ἥν ἐκόσμει πρότερον τίλλων ἐξανήλωσε, κόπτων δὲ πυκνὰ τὴν κεφαλὴν ὀδύρεται μὲν τοῦ παιδὸς τὴν σφαγήν, ὀδύρεται δὲ καταλόγων ὄλεθρον, δακρύει δὲ χώραν γεωργῶν ἔρημον, ἀποτέμνειν δὲ τὰς κεφαλὰς βεβούλευται τῶν οὐ καλῶς αὐτῷ προξενησάντων τὴν Ῥωμαίων εὐδαιμονίαν.

ταῦτα οὐχ ἡμέτερος λόγος εἰς χάριν συγκείμενος, ἀλλ’ αὐτόμολοι τὰ σώματα παρα- βαλλόμενοι διαρρήδην ἀγγέλλουσιν. οἷς οὐκ ἔνεστιν ἀπιστεῖν. οὐ γὰρ κινδύνων ψευδολογίᾳ τέρπουσι. ταῦτ’ οὖν οὐκ ἀμφισβητήσιμόν ἐστι ποιοῦντα τὴν νίκην, ὡσπερ τὴν ἐν Τανάγρᾳ καί, νὴ Δία γε, τὴν Ὀρεσθίδι Τεγεατῶν καὶ Μαντινέων.

120. Ἔχω δὲ λέγειν πολὺ τούτου μεῖζον, ᾧ μηδ’ ἂν αὐτὸν ἀντειπεῖν οἶμαι τὸν Περσῶν δυνάστην. ὅτι μὲν γὰρ ἐν τῇ | νυκτομαχίᾳ πάλιν ἀπῆλθον οἱ [*](R III 313) λεικόμενοι, παρ’ ἀμφοτέρων ὡμολόγηται· τούτου δὲ [*](7 Iul. or. I p. 4 Β II. ι 322. Thuc. II 44,3 11 Plat. Menex. 13 p. 242 Α. Diod. Sic. XI 80 12 Thuc. IV 134) [*](1 ἐξανάλωσε Ρ sed α (2) in η corr m3, UI 3 κατὰ λό- γων Μο κατά λόγον Mor sed καταλόγου coni 5 αὐτῷ inser I2 om U | προξενησάντων αὐτῷ CMo Re | τὴν τῶν ῥωμαίων CaM Mor 7 προβαλλόμενοι Κβ 9 κινδύνων C sed κίνδυ- νον suprascr s κινδύνῳ PUICaLaM Mor qui κινδύνων scri- bendum coni p. 94 ed.1 κίνδυνον Β ψευδολογίαι C et αι iterum suprascr s, B ψευδολογία Μο ψευδολογίαν PUILa ψευδο- λογιτέρπουσιν Ca 10 νίκην reposui e libris coll. νίκη ἀμφιδή- ριτος Thuc. IV 134 μάχην edd 11 Ὀρεσθίδι reposui e C sed θ in τ corr s, ΜοΡ sed in hoc s supra σθ m3, CaLaM sed in hoc θ in τ corr m2 ὀρεστιάδι UI sed in hoc ια in ras m 2 ὀρεστίδι Β edd 13 μὴ δ’ ΜοΡ sed in hoc add m2, Β 14 τὸν] τῶν Μο τὸν τῶν ΡΜ 15 ἐπὶ CMoP sed in hoc in ras m3 et γρ ἐν in marg m3, Β 16 τῶν Περσῶν post λειπό- μενοι Mor del Re | ὡμολόγηται scripsi e CBM sed in hoc ὁμο- λογεῖται suprascr m2 ὁμολογῆται Μο ὁμολογ ται cum ras 1 litt Ca ὡμολογεῖται I sed εῖ in η corr ὁμολογεῖται reliqui libri edd |δ᾿ CMo)

268
οὕτως ἔχοντος δυοῖν ἀνάγκη θάτερον, ἢ κρατηθέντας φυγεῖν ἢ κρατήσαντας ὅμως εὐλαβηθῆναι τὸ μέλλον. εἰ μὲν οὖν τὸ πρότερον θείημεν, καθαρῶς ἡ νίκη μεθ’ ἡμῶν ἕστηκεν· εἰ δὲ τῇ νυκτομαχίᾳ τὸ πλέον σχόντες οὐκ ἐθάρρησαν ἐπεξελθεῖν τὰ λοιπά, πολὺ πλέον ἡ νίκη τοῦ βασιλέως γίγνεται. οἱ γὰρ τῶν μὲν συμβα- λόντων κρατήσαντες, πρὸς δὲ τὴν ἐκείνου δεξιὰν οὐκ ἀντάραντες δῆλον δήπου πᾶσιν ἐποίησαν, ὡς οὐκ ἐν τοῖς ἑπομένοις ἤ τῇ φύσει τὴν ἰσχύν ὁ βασιλεὺς κέκτηται.

121. Οὐ τοίνυν ἐν μὲν τοῖς πολέμοις τοιοῦτος, ἐν δὲ τοῖς λοιποῖς οὐδεμίαν παρέχων εἰς εὐφημίαν ἀφορ- μήν, ἀλλ’ οὕτως ὢν ἐν τοῖς ὅπλοις λαμπρὸς πλέον ἀμείνων ἐστὶν ἐν τοῖς λοιποῖς ἢ τοῖς ὅπλοις, ὥστ’ ἐξεῖναι λέγειν βασιλεύς τ’ ἀγαθὸς κρατερός τ’ αἰχμητής. οὐ γάρ, εἰ μᾶλλον ἑτέρων ἀγριαίνων ὀφθείη, τούτῳ βελτίων φαίνεσθαι τῶν ἄλλων ἡγεῖται, ἀλλ’ εἰ πλέον τῶν ἄλλων πρᾳότητι χαίρων μηδέν ἧτ- τον ἀπάντων κρατοίη.

οὐδ’ αὖ βασιλικὸν ὑπο- λαμβάνει τὸ ταρακτικὸν τοῦ βλέμματος, ἀλλά μανίᾳ [*](12 Men. p. 376.108(1. 15 II. γ 179 18 Iul. or. I p. 48 A sq.) [*](1 δυεῖν Re 5 τὰ Ρ sed add m2 6 βασιλέως I sed έως in ras m 2 | γίνεται ΜοΒ | εἰ Μ sed οἱ suprascr m2 | συμ- βαλλόντων CaLa 8 ἀντάραντες I sed ἀντάρα in ras m2 9 μᾶλλον ante ἢ in marg inser M2 at cf. ad t. III 464, 13) [*](10 κέκτηται I sed ται in ras m3 11 πολεμίοις Ρ sed in πολέμοις corr m 3, ΙΒ 12 οὐδέ μίαν CM 18 οὕτος Μο | ὢν om Re 15 βασιλεύς τ’ Ρ sed in ras et τ’ inser m2 | τ’ om CaLa | κρατερός Ι sed κρ in ras m2 καρτερός Β 16 post ἑτέρων ras 9 litt I 17 ἡγεῖται Μο ἡγεῖτο La Mor 18 πραότητι MoIBM 19 ὑπολαμβάνειν Β Mor 20 πρακτικόν La et in marg Μ0)

269
πρέπειν ἡγούμενος ἐν τοῖς νοσήμασιν ἀριθμεῖ τὸ μὲν τραχὺ πρὸς τὰς συνουσίας τυραννικὸν οἰόμενος, τὸ δὲ εὐπρόσοδον τῶν τρόπων ἄρχοντος μοίρᾳ προστιθείς, μέγα φρονῶν οὐκ εἰ φόβῳ συνέχοι τὴν βασιλείαν, ἀλλ’ εἰ τῷ φίλτρῳ τῶν | ἀρχομένων φρουροῖτο, δεινὸς [*](R III 314) εὐνοίᾳ μὲν ἀμοιβήν, πταίσματι δὲ νεῖμαι συγγνώμην, φιλονεικίας κρείττων, ὀργῆς βελτίων, ἡδονῆς ἄρχων, οἴεται γὰρ προσήκειν μὴ τῶν μὲν πόλεων κρατεῖν, τοῖς δὲ τῆς ψυχῆς πάθεσιν ὑπηρετεῖν, τὸν γὰρ οὕτω διακείμενον οὐ μᾶλλον ἀξιοῖ δεσπότην ἢ δοῦλον κε- κλῆσθαι, ἄτρωτος μὲν πρὸς σωμάτων ὥραν, ἀήττητος δὲ πρὸς θυμὸν ἄκαιρον, ὧν μὲν αὐτὸς εὑρίσκοι, τού- των τὴν βουλὴν εἰς μέσον ἄγων, τὰς δὲ τῶν πέλας συμβουλίας οὐκ αὐθαδείᾳ φαυλίζων, ἀλλ’ ἔργῳ τὸν παλαιὸν λόγον βεβαιῶν, ὧς ἄρα καὶ τοῦτο φρονήσεως τὸ τοῖς βελτίστοις εἰδέναι τὴν ψῆφον τίθεσθαι, οὐ ῥαψῳδῶν εἰς μῆκος λόγον μάταιον, ἀλλ’ εἰς βραχύτητα ῥημάτων ὄγκον κατακλείων πραγμάτων, εἰς μὲν τὸν [*](3 Thuc. VI 57, 2; Men. p. 375, 10 3 Thuc. III 82, 4. Dem. p. 639, 25 5 sq, Iul. or. I l .l. 7 Iul. or. I p. 46 D. Themist. or. IV p. 58c 11 Amm. XXI 16, 6 15 Plat. Men. p. 97 Β. Arist. eth. Nicom. VI 5 17 Plat. Phaedr. p. 277 Ε. Soph. Ant. 446 18 Men. p. 376, 17) [*](2 οἰόμενος I sed οἷο in ras m2 ἡγούμενος Mor sed γρ οἰόμενος in marg | δ’ CMoB et in marg Mor 3 εὐπρόσωπον La et γρ in marg Mor | μοίρα Β 4 φόβῳ I sed φο in ras m 2 | συνέχοι scripsi cum CaLa auctore Re συνέχει reliqui libri edd 6 νεῖμαι I sed νεῖμ in ras m 2 8 πόλεων μὲν CaM 10 κεκλῆσθαι I sed κ (1) et κλῆ in ras m 2 12 εὑρίσκοι scripsi e CMo sed in hoc o in ε corr, PLaM εὑρίσκει Ca εὑρίσκει liqui libri edd 13 μέσον Ρ sed o in ras ex ω corr m 2 16 γε post τοῦτό edd delevi 17 λόγων Β et coni Cobetus Coll 265 | βραχύτατα ῥήματα Cobet l. l. et Misc. 153 18 κατα- κλείων Ι sed εί in ras m2 | εἰς I sed ς add m 3 | τὸν in ras I2)
270
τῶν ἐπιτηδείων κατάλογον οὐδένα προπετῶς ἐγγράφων, οὖς δὲ ἐγγράψειεν ἅπαξ οὐκ εἰδὼς ἐξαλείφειν οὐδ’ ἀναλίσκων χρόνῳ τὸ φίλτρον, ἀλλ’ ἐπιτείνων τῇ συνη- θείᾳ τὸν πόθον, ὑπὲρ μὲν τῶν δικαίων κινδυνεύειν ἀοκνότατος, ἔρωτι δὲ τοῦ πλείονος ἐγεῖραι πόλεμον ἁπάντων ἀμαθέστατος, εἰς μὲν εὐποιίας ὀξύς, εἰς δέ τιμωρίας μελλητής, πενίᾳ μὲν εἰδὼς ἔλεον νεῖμαι, πλούτῳ δὲ οὐκ εἰδὼς φθόνον προσενεγκεῖν, οὐ τοῖς ἀδικήσασι κολάσεις ἀναζητῶν, τῷ δὲ πρὸς αὑτὸν ζήλῳ τῶν ἀδικημάτων ἀποτρέπων, σωφροσύνην μὲν εἰς τοσ- οῦτον ἠσκηκώς, ὥστε καὶ τῇ προσηγορίᾳ τῆς ἀκολασίας αἰσχύνεσθαι, ἐπιορκίας δὲ τοσοῦτον ἀποστατῶν, ὥστε καὶ πρὸς τἀς εὐορκίας ἔχειν εὐλαβῶς, τὸ δὲ μὴ τὴν γαστέρα λιμῷ συνεθίζειν οὐ πόρρω τιθεὶς ἀνανδρίας, μεγίστοις μὲν ἀεὶ κατορθώμασιν ἐγγεγραμμένος, μέγα δὲ οὐδὲν οὐδεπώποτε φθεγξάμενος, τοῖς μὲν καιροῖς ὑπακούων ὀξέως, οὐ μέντοι τὴν ὀξύτητα σὺν ταραχῇ ποιούμενος, οὐ πλήθει στρατιωτῶν εἰς τὴν νίκην θαρ- ρῶν, τῷ δὲ τῆς εὐσεβείας συνειδότι τά βελτίω προσ- δοκῶν, οὐδὲν μὲν εἰς παρασκευῆς ἐλλείπων ἀκρίβειαν, | [*](R III 315) πιστεύων δὲ τῷ θεοφιλεῖ πλέον ἢ τοῖς ὅπλοις εἰς [*](6 cf. t. IV 661, 18 et 21 R 11 Themist. or. I p. 5 a 15 Amm. XXI 16, 15) [*](2 δ’ Re | οὐδ’ Ρ sed δ in ras m3 et γρ οὐκ in marg m3 οὐκ ICaLa 3 συνουσίᾳ Mor 4 τὸν πόλεμον Β 7 μελ- λητής Ρ sed ελλ in ras m3, Β sed λ (1) del 8 δ’ Re | προσ- ενεγκεῖν Ρ sed εν in ras m2 9 ἀδικήσασι scripsi ἀδικήμασι libri edd | αὐτὸν Ρ sed in ras m3, I sed ‘ eras et ’ supra α m2 αὐτὸν MoUCaLaM Mor 13 πρὸς πρὸς om Ca | ἀσφαλῶς ὢ) [*](14 ἀνανδρίας Β sed ἀν in ras m2 ἀνανδρείας Μ 15 ἐπι- γεγραμμένος Cobet l. l. at cf. p. 244,5 16 οὐδὲ πώποτε sed in hoc eras, ILaBM)
271
τὸ κράτος, ἐγχειρήσεως μὲν οὐδεμιᾶς ἀποκρουσθεὶς οὐδεπώποτε, ῥᾷστα δ’ ἂν ἐνεγκών, εἰ καὶ σφαλεὶς ἐτύγχανεν, οὔτε λύπη κατηφὴς οὔτε τῷ περιχαρεῖ μι- κροπρεπής, ἀλλ’ ἑκατέρου τὸ κατάδηλον ἀφελὼν ἐπὶ τοῦ μετρίου σχήματος τὸ πρόσωπον καταστήσας ἔχει, τὰς μὲν τῶν συνόντων ἀρετὰς ἐπαινῶν, τὰ δὲ ὧς ἑτέ- ρως ἔχοντα τῇ σιωπῇ διορθούμενος, ὃ γὰρ ὑφ’ ἑτέρων ἐπιπλήξει σωφρονίζεται, τοῦτο παρὰ τοῦδε σιωπῇ τὴν διόρθωσιν δέχεται, ὥστε δι’ ὧν μὲν ἐπαινεῖ τὸ στὸν ἐμφανίζει, τῇ δ’ αὖ πρὸς τἀναντία σιωπῇ τὸ μὲν ἁμαρτηθὲν οὐδὲν χεῖρον ἰᾶται, τὸ δὲ τοῦ φιλαιτίου διαφεύγει βαρύ, οὐκ εἰς ὕπνον καὶ ῥᾳστώνην τῆς ἡσυ- χίας διατρίβων τοὺς χρόνους, ἀλλ’ εἰς τὴν τῶν πολε- μικῶν ἄσκησιν τὰς ἀναπαύλας μεθιστὰς οὐδὲ πρὸς ψυχαγωγίαν τὴν ἀπὸ τῆς ὀρχήστρας ἀσέλγειαν ἐφελκό- μενος, ἀλλ’ ἵππων ἁμιλλητηρίων θέᾳ τὴν ψυχὴν θήγων πρὸς ἀνδρίαν, κουφότατος μὲν ἀπάντων ἵππον ἀνα- βῆναι, τῶν δέ παρ’ Ὁμήρῳ πρὸς ἐμπειρίαν τοξικὴν ὑμνουμένων ἀκριβέστερος εἰς σκοπόν, τἀς μὲν τῶν [*](8 Men. p. 374, 32 12 Amm. XXI 16, 6 18 II. ν 313; β 718 et 827; Od. θ 215 sq. cf. Men. p. 374,2) [*](19 ὑμνουμένων] Τεύκρου καὶ Πανδάρου suprascr P2I3) [*](1 ἐγχειρίσεως Β | οὐδέ μιᾶς ΜοΜ 2 οὐδὲ πώποτε Μο ΒΜ | δὲ Re | ἀνενεγκὼν Mor 5 ἔχει om CMoP sed in hoc ras 4 litt, γρ in marg Mor cf. p. 227,3 6 ἀρετὰς I sed ἀρε in ras m2 | δ’ Μ | ἑτέρως Ρ sed ἑ in ras 3 litt m3, I ἐτ in ras m2 7 ὑφ’ Ρ sed ὑ in ras m3 ἐφ’ UCa 8 σιωπῆ I sed in ras 13 τρίβων PUICaLaBM Mor | πολεμίων Ρ sed in πολεμικῶν corr m2, U sed ι eras, ICaLaM sed in hoc πολεμικῶν in marg πολέμων Β sed πολεμικῶν suprascr m2 14 μεθιστῶν Ca 16 ἁμιλλητηρίων Μο Mor 17 ἀνδρίαν scripsi e CP sed in hoc ι in ει corr m3, UICaLaB ἀνδρείαν reliqui libri edd cf. ad p. 232,19 19 ἀκριβέστερον La)
272
ἀρχομένων ψυχάς ἐλευθερώσας ὡς μάλιστα, μέτρον δὲ τῆς συντελείας αὐτοῖς ἀποφήνας τῆς χρείας τὸ μέτρον. τοιγαροῦν εἰς τοιοῦτον τρόπον καταστήσας τὴν ἀρχὴν μετ’ ἐξουσίας μὲν μείζονος ἢ ἐβούλετο διεβίω, μετ’ ἀσφαλείας δὲ πλείονος ἤ τῶν ἰδιωτῶν ἕκαστος.

123. Ἀλλὰ γὰρ εἰ τά πλείω τῶν τούτῳ προσόντων ἀριθμησαίμεθα, οὐδενὸς τῶν ὑπαρχόντων θατέρῳ μνη- μονεῦσαι δυνησόμεθα. ἐπιστρεπτέον δὴ τὸν λόγον | [*](R III 316) πρὸς τὴν ἐσπέραν καὶ πειρατέον γε οὕτως ὅπως ἂν παρείκῃ βραχέα μὲν ἐκ πολλῶν ἐκλέξαι, βραχέως δὲ περὶ αὐτῶν ἐκείνων διαλεχθῆναι.

124. Ἔχω μὲν οὖν ἐν κεφαλαίῳ τὸ πᾶν σημῆναι τοσοῦτον ἀποφθεγξάμενος, ὅτι τὸ τῆς φύσεως ἴσον τῷ τῆς προαιρέσεως ἐβεβαίωσεν ἴσῳ καὶ τὸ τῆς προσηγο- ρίας ὅμοιον ἐπὶ τὴν τῶν πράξεων ὁμοιότητα διεβίβασε δοὺς κἀκείνας ἀδελφὰς ἀνακαλεῖν. ὥσπερ γὰρ ἐκεῖνος ἅπαντα φόβον ἐκ Περσικῆς ἐφόδου προσερχόμενον ἐπέσχεν, οὕτως οὗτος τὰ περὶ τὴν ἐσπέραν ἔθνη βάρ- βαρα πανταχόθεν περικεχυμένα τὴν ἡσυχίαν ἄγειν κατηνάγκασε.

θεοῦ δὲ ἦν ἄρα τὸ μὲν τέλος ἴσον [*](8 Choric. p. 87, 15 ed. Boiss. 10 Thuc. III 1 15 Euseb. vit. Const. IV 40 17 cf. p. 244, 16) [*](6 μετάβασις εἰς τὰ τοῦ ἀδελφοῦ UI2La) [*](1 „post ὡς μάλιστα videtur δέους aut φόβου aut tale quid deesse“ Re 3 ψυχὴν CMoIB et ἐν ἄλλωι ψυχὴν in marg) [*](4 μὲν om Μ 6 ἀλλὰ I sed ἀλλ in ras m2 8 ἐπι- τρεπτέον Ca 10 παρήκῃ Mor | βραχέως Mor sed γρ βραχέα in marg 11 περὶ] „malim καὶ περὶ“ Re 13 τὸ om Mor | ἴσον Ρ sed e corr m2, I sed et ov in ras m2 ἶσον CaLa | τῷ 6 τὸ corr M2 15 ὅμοιον scripsi οἰκεῖον libri edd 18 ἔσχεν UILa | οὕτος reposui e libris sed οὗτ in I2 αὐ- τὸς edd 20 δ’ edd | ἶσον Ρ sed in corr m2, CaLa)

273
ἑκατέρῳ πρυτανεῦσαι, τρόπον δέ διαλλάττοντα πρὸς τὸ τέλος ἑκατέρῳ δοῦναι. ὁ μὲν γὰρ κινηθέντας τοὺς προσοίκους ἐπεστόμισεν, ὁ δέ οὐδὲ κινηθῆναι τὴν ἀρχὴν ἐπέτρεψεν, ὅπως εἴτε τὸ πρότερόν τις ἄγοι θαύ- ματος ἄξιον εἴτε τὸ δεύτερον ἡγοῖτο λαμπρότερον εἴτε ἀμφοτέρων ἐπίσης ἄγαιτο, μηδέτερον ἐκπεφευγὸς εἴη τὴν παροῦσαν βασιλείαν.

126. Λέγω δὲ ἤδη μικρόν τι τὸν Θουκυδίδην μι- μησάμενος. οὐ γὰρ ἀβασανίστως τὴν ἀκοὴν εὐθὺς ἐδεξάμην οὐδὲ τὸ ταλαιπωρῆσαι | περὶ τὴν ζήτη- [*](R III 317) σιν τῆς ἀληθείας φυγὼν τοῖς ἑτοίμοις προσέδραμον, ἀλλ’ ἐπιπόνως τε καὶ μετὰ τῆς ἐσχάτης ἀκριβείας περὶ τὸ πρᾶγμα διατρίψας οὐκ ἂν ἀπιστηθείην εἰκότως.

Τίνα δὴ τά κατορθώματα; ἔστι γένος Κελτι- κὸν ὑπέρ Ῥῆνον ποταμὸν ἐπ’ αὐτὸν Ὠκεανὸν καθῆκον, οὕτως εὖ πεφραγμένον πρὸς τὰ τῶν πολέμων ἔργα, ὥστε τὴν προσηγορίαν ἀπ’ αὐτῶν εὑράμενοί τῶν πρά- ξεων ὀνομάζονται Φρακτοί, ὃ δὲ ὑπὸ τῶν πολλῶν κέ- [*](1 cf. p. 254, 13 8 sq. Thuc. I 20 12 Thuc. I 22 14 Iul. or. I p. 34 D; II p. 56 Β 18 cf. cf. 275, 9; 276, 6 et 9; 277, 1; t. II 266, 17) [*](14 Περὶ Κελτῶν οἱ καὶ Φρακτοὶ λέγονται CMo) [*](2 νικηθέντας La 3 τηναρχὴν ΡΙ sed e τὴν ἀρχὴν corr P2I2, Β 4 ὥστε in ras P3 et Mor sed in hoc γρ ὅπως in marg | τίς PILaM 5 εἴτ’ CMoB 6 ἐπ’ ἴσης Re cf. ad p. 253, 6 | ἄγοιτο C sed αι suprascr m | μηδ’ ἕτερον CP sed in μηδέτερον corr C3P3, Ca 8 τὸν om CaM 9 ἀβα cum lacuna 8 litt Ca | εὐθὺς om Μ 12 ἐπόνως C sed μ post ἑ inser f ἐμπόνως Μο sed ἐπιπόνως in marg 14 δέ Μο | καὶ ante ἔστι Μο, lac 2 litt U 15 περὶ Ca 16 πολεμ ων U cum ras 1 litt post μ πολεμίων I sed in πολέμων corr m2, Ca LaBM 18 ὃ reposui CMoPILaBM coll. t. I 98,4 οἳ relinn- qui libri edd)

274
κληνται Φράγκοι, τοῦτ’ ἔστι προσηγορία τῇ τῶν πολ- λῶν ἀμαθίᾳ διεφθαρμένη.

οὔτοι πλήθει μὲν πάντα ἀριθμὸν ὑπερβαίνουσιν, ἰσχύι δὲ τοῦ σφῶν αὐτῶν πλήθους τὴν ὑπερβολὴν παρέρχονται. τούτοις ζάλη μὲν θαλάττης οὐδὲν ἠπείρου φοβερωτέρα, κρυμὸς δὲ ἀρκτῷος εὐκρασίας ἀέρων ἡδίων, συμφορά δὲ με- γίστη βίος ἀπράγμων καὶ πέρας εὐδαιμονίας οἱ τῶν πολέμων καιροί, κἂν εἴ τις ἀκρωτηριάσειε, τῷ λειπο- μένῳ μάχονται, καὶ οὔτε κρατούντων ἡ δίωξις δέχεται πέρας εἴτε κρατηθῆναι συμβαίη, τῆς φυγῆς τὸ τέλος ἀρχὴν ἐφόδου ποιοῦνται. γέρα δὲ ἀπονοίας καὶ τιμὰς θρασύτητος νομοθετήσαντες ἔχουσιν. ἀρρώστημα δέ ὅλως τὴν ἡσυχίαν κρίνουσι.

τὸν μὲν οὖν ἔμπρο- σθεν ἅπαντα χρόνον οἶ τὴν πάροικον ἐκείνοις βασι- λείαν λαχόντες οὔτε λόγους εὕρισκον οἷς πείσουσιν οὔτε ὅπλων ἰσχὺν οἷς ἀναγκάσουσιν ἠρεμεῖν, ἀλλ’ ἔδει προσιδρυμένους συνεχῶς νύκτα καὶ ἡμέραν ταῖς ἐκδρο- μαῖς ἀπαντᾶν καὶ μήτε σῖτον ἔξω τῶν ὅπλων αἱρεῖ- σθαι μήτε τὸ κράνος ἀποθεμένους ἐπ’ ἀδείας ἀνα- [*](2 Paus. I 9, 6 7 cf. p. 111,20. Thuc. I 70,5 18 Her. VII 120. Thuc. II 75, 3) [*](1 Φράγκοι deest in libris fortasse recte Φραγκοὶ edd τοῦτ’—2 διεφθαρμένη cancellaverunt Mor Re | μέν πλήθει Re) [*](4 αὐτῶν om Mor2 Re 6 εὐκρασίας ἀέρων ἀέρων e libris ἀέρων εὐκρασίας edd 9 οὔτε scripsi ex I sed ε in ras 2 litt et add m2, Β οὐ τῶν reliqui libri sed οὔτε suprascr C m, ῶν eras U, (γρ οὔτε in marg Patm2), edd „οὔτε vel δὲ“ Sintnis 10 εἴτε Mor sed γρ οὔτε in marg 12 ἀρ- ρώστημα δὲ Re ἀρρώστημά τε libri Mor 13 χρίνουσιν Re 16 οὔθ’ CMoP sed in hoc θ’ in ras m3, Β | ἀναγκάζουσιν Re | ἡρεμεῖν MoI Mor 18 μήγε Μο | αἱρεῖσθαι Mor sed γρ ρῆσθαι in marg ἀναιρεῖσθαι CMoB)

275
παύεσθαι, ἀλλὰ μονονοὺ τῇ σκευῇ συμπεφυκότας σι- δηροφορεῖν κατὰ τοὺς παλαιοὺς Ἀκαρνᾶνας.

καὶ ταὐτὸ συνέβαινεν ὅπερ ἐπὶ τῶν προβόλων, ἐπειδὰν ἡ θάλαττα | ποικίλοις ἐλαυνομένη πνεύμασιν εὶς [*](R III 318) συνέχειαν ἐγείρηται κυμάτων. ὥσπερ γὰρ ἐκεῖ πρὶν καθαρῶς τὸ πρῶτον κῦμα περὶ τοὺς προβόλους ῥαγῆ- ναι τὸ δεύτερον ἐγκαταλαμβάνει καὶ τὸ τρίτον αὖθις καὶ τοῦτο διατελεῖ γιγνόμενον, ἴως ἂν λήξῃ τὰ πνεύ- ματα, οὕτω δὴ καὶ τὰ τῶν Φρακτῶν γένη τῷ τῶν πολεμικῶν ἔρωτι πρὸς μανίαν κινούμενοι πυκνὰς ἐποι- οῦντο τὰς προσβολὰς καὶ πρὶν τὴν πρώτην ἱκανῶς ἀπο- κρουσθῆναι φάλαγγα, δεύτερος στρατὸς ἐπέπιπτεν.

131. Ἀλλ’ ἔδει καὶ τὰ τούτων ποτὲ λῆξαι κύματα καὶ στῆναι τὴν κίνησιν βεβαίως. ἐφάνη γὰρ βασιλεύς, ὃς τὸν ἀκόρεστον ἐκείνοις τῶν πολεμικῶν ἔρωτα πρὸς εἰρήνης ἐπιθυμίαν ἔτρεψε κὰτ ἄλλο μὲν οὐδέν, μείζω δὲ τῆς ἐκείνων περὶ τὰς μάχας προθυμίας τὴν οἰκείαν προδείξας. οὔκουν εἰς πεῖραν χειρῶν ἐλθεῖν ὑπέμειναν, ἀλλ’ ἤρκεσεν ὁ φόβος τὰ τῆς πείρας ἐργάσασθαι, καὶ δεξιὰς εἰς μὲν δορατίων ἄφεσιν οὐκ ἀνέτειναν, εἰς δὲ συνθηκῶν αἴτησιν προὔτειναν.

τεκμήριον δέ· ἐδέξαντο πὰρ ἡμῶν ἄρχοντας ὥσπερ ἐπόπτας τῶν δρω- μένων καὶ τὴν θηριώδη λύσσαν ἐκβαλόντες λογισμοὺς [*](2 Thuc. I 5, 3 sq.) [*](1 μονονουχὶ CMoB et γρ in marg P Re 3 ταὐτὸν CMo PCaLaB | ἐπεὶ δ’ ἂν C 6 βόλους M 8 πράγματα La sed del et πνεύματα in marg 9 δέ Mo et γρ in marg Mor 10 κινούμενα CaM sed in hoc α ex οι corr cf. t. II 363, 7) [*](12 στρατὸς scripsi auctore Cobeto Coll. 266 στρατηγὸς libri edd | ἀπέπιπτεν Mo πίπτεν cum lac 1 litt ante π (1) U 17 ἐπιθυμίας B 18 ὑπέμειναν P sed αν in ras m 2 ὑπέμειν U cum ras 1 litt ὑπέμεινεν ILa)

276
ἀνθρωπίνους ἠσπάσαντο καὶ τὴν πλεονεξίαν ἀφέντες τὴν τῶν ὅρκων φυλακὴν ἐτίμησαν. πάντως δ’ ἂν καὶ τῆς ἐκ τῶν ὅρκων ἀνάγκης ἀπούσης τὴν ἡσυχίαν ἠγά- πησαν. οὕτως εἴωθε τὸ χεῖρον ὑπὸ τοῦ κρείττονος κατείργεσθαι.

καὶ νῦν βασιλεὺς οὐ ταῖς φύσεσι τῶν Φρακτῶν, τῷ δὲ πὰρ· αὑτοῦ φόβῳ τὰς ἐκείνων ὁμολογίας τηρεῖν παραδοὺς ἐν ταῖς Παιόνων πόλεσιν ὑπὲρ τῶν ὅλων βουλεύεται. τοὺς δὲ ἐν τοῖς ἄνω χρό- νοις ἄρχοντας ἡ Φρακτῶν αἰφνίδιος φορὰ πρὸς αὐτοὺς [*](RIII 319) βλέπειν ἀναγκάζουσα οὐδέ εἰδέναι | τὴν ἀρχὴν ἐπέτρεπεν, ἀλλ’ ἀκοῇ μόνη τὸ ὑπήκοον τοῖς κρατοῦσιν ἐγιγνώσκετο. εἴ τις οὖν ἐραστὴς νίκης ἀκμῆτί γινο- μένης, ἐμφορείσθω τῶν παιδικῶν, ὡς οὐδείς ἐστιν ὅστις οὐκ ἀπὸ ψιλῆς ἐκπλήξεως τὴν δουλείαν ὡμολό- γησεν.

ὁπότερον μὲν οὖν ἄμεινον, εἴτε κινου- μένων κρατεῖν εἴτε μηδὲ κινεῖσθαι παρέχειν, ψηφι- ζέσθω κατὰ τὴν οἰκείαν ὁ βουλόμενος τύχην καὶ φύσιν, ὧς ὁπότερον ἂν κρατήση, τοῦτο ἀμφοτέρων γίγνεται. πλέον γὰρ τοῖς ἀλλήλων ἡ τοῖς οἰκείοις μεγαλαυχοῦνται.

[*](8 cf. p. 63, 3)[*](1 ἐσπάσαντο Mor 2 Re 2 δ’ ἂν] δέ B 6 αὐτοῦ C Re αὐτοῦ reliqui libri Mor 9 ἀφνίδος CMo 10 βλέπειν πρὸς αὐτούς CaM | ἰδεῖν Cobet Coll. 266 11 ἀκοὴ Ca ἁ cum ras 3 litt U | μόνη P sed supra μο m 3 om MoUI sed in hoc ras 2—3 litt, CaLaBM | τοῖς om UCa 12 ἐγινώσκετο CaM Mor | εἴ τις scripsi ex ICaB ὅστις U (et γρ in marg Patm) et coni Re τίς reliqui libri edd | ἀκμῆτί B sed ἀκόπως suprascr m 2, (Patm sed γρ ἀκο]νιτὶ in marg) et citat Plan fol. 103 | γινο- μένης I sed γιν in ras m 2 15 μέν om UIB | οὔτε La 16 μή δέ ΜοΡΙΒ μὴ M 17 ὁ om Mor | τύχην P sed τέχνην suprascr m 2, om CMoUILaB cancellavit Mor <καὶ om CMoUILaB cancellavit Mor 19 γίνεται edd)
277

135. Φρακτοὶ μὲν οὑν τοιοῦτον ὑπῆλθον ζυγὸν δουλείας, τὸ γὰρ μὴ ἔχειν ἑτέρους ληίζεσθαι, τοῦτο ἐκείνοις δουλεία· ἔστι δὲ καὶ ἄλλα βαρβάρων πάμπολλα γένη πανταχόθεν προσπεφυκότα καθάπερ θηρία καὶ κυκλούμενα τὴν ἀρχήν, τὰ μὲν μείζω, τά δὲ ἐλάττω, πάντα δὲ ὁμοίως δύσμαχα. περὶ ὧν τί ἄν τις πλέον φθέγξαιτο ἢ ὅτι τὸν Ὁμήρου κατάλογον τῷ τῶν ἐθνῶν ἀριθμῷ παρέρχονται;

οὗτοι τὰ μὲν ἔμπροσθεν κατέθεον καὶ διήρπαζον καὶ κακῶν Ἰλιάδα τοῖς προσ- οικοῦσι Ῥωμαίων περιίστασαν καὶ καθ’ αὑτοὺς θρασυ νόμενοι καὶ μετ' ἀλλήλων συνιστάμενοι, ἐπεὶ δὲ εἶδον | τὸ κεφάλαιον ὑποκύψαν καὶ τοὺς ταράττειν εἰθισ- [*](R III 320) μένους ἐκπλαγέντας, ἠκολούθησαν τῇ παρὰ τοῦ φόβου κρίσει καὶ πρὸς τὸ παράδειγμα σωφρονισθέντες τὰς ἐπιδρομὰς κατέλυσαν. καίτοι τί ποτ’ ἂν ἔδρασεν ὁ τοιοῦτος εἰς ἀνάγκην χειρῶν ἀφιγμένος, ὅστις ἐλπι- ζόμενος τοὺς μανικωτάτους συνέστειλεν;

137. Οὐ τοίνυν οὐδὲ τὸν διάπλουν εἰς τὴν νῆσον [*](7 ΙΙ β 484 sq. 9 cf. t. II 267, 10 | cf. ad t. II 503, 21 10 Dem. p. 555, 5) [*](3 ἔστι I sed ἔ in ras m 3 4 καὶ κυκλούμενα scripsi e Ρ sed in marg ἐν ἄλλῳ κεκυκλωμένα, UICaLaBM κεκυκλωμένα CMo sed in hoc κυκλούμενα in marg, edd 5 τα (1 et 2) Ρ sed add m 3 7 τῶν ἐθνῶν scripsi e CMoUILaBM et γρ in marg Mor ἐθνῶν Ca σφῶν αὐτῶν Ρ sed σφῶν αὐτ in ras 6 litt m 3, edd 10 καὶ inser P 3 om UILaB | κατ’ μετ’ Patm sed γρ καθ' in marg) αὐτούς libri sed αὐτοὺς supra αὐτῶν B 2 11 ἄλλων Cobet Mnem. Ν. S. III 144; Coll. 266 | δ’ edd) [*](12 τούς in ras P 3 | ταράττειν I sed τα in ras m 2 απα- ράττειν Ρ sed σπαρ in ras m 3 et ταράττειν suprascr m 3 ἠθισμένους CaM 13 παρὰ scripsi e CaM auctore Re περὶ reliqui libri edd Ι φοβεροῦ Μο sed φόβου in marg 14 τὰς in ras 102 15 καίτοι — 17 συνέστειλεν citat Plan fol. 103 16 ὃς Plan)

278
τὴν Βρεττανίαν σιωπῇ παρελθεῖν ἄξιον, διότι πολλοῖς ἡ νῆσος ἠγνόηται. ἀλλ’ ὅσῳ πλέον ἠγνόηται, τοσούτῳ πλέον εἰρήσεται, ὥσθ’ ἅπαντας μαθεῖν, ὅτι καὶ τὴν ἵξω τῆς ἐγνωσμένης βασιλεὺς διηρευνήσατο. οἶμαι δὲ οὐ χείρονα τροπαίου τοῦ μεγίστου φανεῖσθαι τὸν πλοῦν. Ἡρόδοτος μὲν οὖν ὁ πλείω τῶν ἀναγκαίων ἐξητακὼς διαρρήδην διαμάχεται μὴ εἶναι τὸν πολυύμνητον Ὠκεα- νόν, ἀλλ’ Ὁμήρου φησὶν ἤ τινος ἄλλου γενέσθαι πλάσμα ποιητοῦ καὶ οὕτως εἰς τὴν ποίησιν τὴν προσηγορίαν εἰσενεχθῆναι, οἱ δὲ καὶ πιστεύοντες εἶναί που τὸν Ὠκεανὸν ἰλιγγιῶσι πρὸς τοὔνομα· ὁ δὲ τοσοῦτον ἀπέσχε τοῦ τοιοῦτόν τι παθεῖν, ὥστ’ εἰ μὴ καὶ γνοίη καὶ καθ- ελκύσειε ναῦν καὶ ἐμβὰς κομισθείη καὶ τοῖς Βρετ- τανίσς προσορμισθείη λιμέσι, τὸ μέγιστον ἡγεῖτο παρ- ἥσειν τῶν ἑαυτῷ προσηκόντων.

ἔστι δὴ λόγος μάρτυρας τὰς ὄψεις παρεχόμενος, ὡς ἄρα μεῖζον εἰς κίνδυνον πλοῖον στρογγύλον ὑπὲρ ἐκείνης ἀφεῖναι τῆς θαλάττης ἢ ναυμαχίαν ἑτέρωθι συνίστασθαι. οὕτω [*](1 t. II 271, 12 6 Her. II 23 17 Caes. b. g. IV 28sq.; 36) [*](6 οὐκ ἔστιν ὅστις τὴν περὶ τοῦ Ὠκεανοῦ δόξαν Ἡροδότου μετέχειν που καὶ ψεύδους δικάσει, εἰ ταῖς περιόδοις τῆς γῆς ἃς Πτολεμαῖος συνέταξεν ἐνησκήθη M3) [*](1 βρεττανίαν Ι sed αν (2) in ras m 2 σιωπῇ in ras M 3 παρ- ελθεῖν Μ sed πα in ras M 3 2 νῆσος in ras 1 2 | πλέον scripsi cum Cobeto Coll. 267 coll. ρ. 217, 15 et 279,14 πολλοῖς libri edd 3 ὧς Mor 4 δ’ Re 5 πλοῦν I sed ῦν in ras m 3 8 γενέσθαι Ρ sed αι add m 4 11 ἰλιγγιῶσι C sed ἰ ex εἰ corr f 12 τοιοῦτόν τι scripsi e LaM τοιοῦτότι Ι sed ὅτι in ras m 2 τοιοῦτον reliqui libri edd ὥστ’ reposui e libris ὥστε edd | καὶ μὴ U | γνοίη I sed η in ras m 2 13 κομισθῇ CMoUCa LBM Ι τοῖς τῆς Μ τῆς Mor cf. ρ. 280, 22 14 προσορμισθῇ Β 15 αὐτῷ CMoB | ἔστι I sed ἔ in ras m 2 17 πλοῖον Ρ sed o (1) in ras m 2 πλεῖον La 18 συνίστασθαι scripsi ex UCaLaM συστήσασθαι CMo sed in hoc συνίστασθαι in marg, P sed στήσ in ras m 3, I sed στῆ in ras m2, edd)

279
λαμπραὶ μὲν καταιγίδες εἰς οὐρανὸν κυρτοῦσι τά κύ- κύματα, ἐξῶσται δὲ ὑπολαμβάνοντες ἄνεμοι πρὸς ἀπέραν- ἀπέραντον ἐκφέρουσι πέλαγος. τὸ δὲ δεινότατον, | ἐπει- [*](R III 321) δὰν γὰρ τοῖς ἄλλοις ἅπασιν ὁ κυβερνήτης ἀντιστήσῃ τὴν τέχνην, ὑπονοστεῖ μὲν ἐξαίφνης ἡ θάλαττα, ἡ δὲ τέως μετέωρος ὑπὲρ τῶν κυμάτων ὁλκὰς ἐπὶ ψιλῆς ὁρᾶται τῆς ψάμμου κειμένη. καὶ ἢν μὲν ὀξεῖαν ἀντα- ἀνταποστείλῃ τὴν παλίρροιαν, ἀναλαμβάνει τε αὖθις τὸ σκάφος καὶ δεῖ τά λοιπὰ πονεῖν τοὺς ἐμπλέοντας· ἢν δὲ μελλήσῃ πρὸς τὴν ἐπάνοδον, δύεται κατὰ μικρὸν τὸ πλοῖον ὑπεικούσης πρὸς τὸ ἄχθος τῆς ψάμμου.

τούτων οὐδὲν βασιλεὺς ἐσκόπησε, μᾶλλον δὲ πάντα σαφῶς εἰΓως οὐκ ἀπώκνησεν, ἀλλὰ τοσούτῳ πλέον πρὸς τὴν ἀναγωγὴν ἔσπευσεν, ὅσῳ πλέον ᾔδει τὸν κίνδυνον τραγῳδούμενον. καὶ τὸ ἔτι μεῖζον, οὐ γὰρ καθήμενος ἐπὶ τῆς ἠιόνος ἀνέμεινεν, ὥστε τῆς ὡραίας ἐπελθούσης Ὠκεανὸν πραῦναι τὴν ζάλην, ἀλr εὐθὺς ὡς εἶχε τοῦ χειμῶνος ἀκμάζοντος καΙ τῶν ὅλων ὑπὸ [*](Her. II 96,2 | Firm. err. prof. rel. 28,6 2 Her.II 113,2. Aeschin. ep. 1,3. Synes. ep. 113. p 264b 17 Hes theog. 254| Firm. l.l. Amm. XX 1,1; XXVII 8,4) [*](7 ψάμμος καὶ ἄμμος Ἀττικά, τὰ δὲ παράγωγα ψάμαθος καὶ ἄμαθος ποιητικά Β2) [*](1 καταιγῖδες LaB 2 δ᾿ MoP sed in hoc ᾿ in ras m3 3 ἐκφέρουσιν La | γρ τὸ δεινότατον in marg Mor | ἐπεὶ δ᾿ ἂν C) [*](4 γὰρ om B 5 θάλττα P sed ττ in ras m3 θάλασσα UILaM 7 εἰ P sed in ἢν corr m3, UICaLaM ἣν Mo ἡ Mor | ἀνταποστείλ cum ras 1 litt U ἀνταποστείλει Ι 10 με- λήσῃ PI sed λ alterum inser P3I2, UCaB | κατα P sed ᾿ add m3 καταμικρὸν UI 11 τὸ (1) inser C 12 πάντας La 13 τοσοῦτο U 17 ἐπελθούσης Ι sed ἐ in ras m2 | τὸν ante ὠκεανὸν CaM Re delevi | πραύναι ΜοP sed in hoc in corr m3, BMMor 18 ὑπὲρ P sed ερ in o corr m2, I sed o supra- scr m3)

280
τοῦ καιροῦ πρὸς ἄκρον ἐξηγριωμένων, νεφῶν, κρυμῶν, κλυδωνίου, οὐ προειπὼν ταῖς ἐκείνῃ πόλεσιν οὐδὲ προ- κηρύξας τὴν ἀναγωγὴν οὐδέ πρὶν ἢ πληρῶσαι τὸ ἐγχεί- ρημα θαυμασθῆναι βουληθεὶς ἀπὸ τῆς ἐννοίας, ἐμβι- βάσας ἑκατὸν ἄνδρας, ὧς λέγεται, λύσας τὰ ἀπόγεια τὸν Ὠκεανὸν ἔτεμνε, καὶ πάντα εὐθὺς πρὸς εἰρήνην μετεβάλλετο. Ὠκεανὸς δὲ τὸ κῦμα στορέσας λεῖον ἑαυτὸν παρεῖχε τῷ βασιλεῖ περαιοῦσθαι, ἡ δέ συνήθης ἐκείνη τῆς θαλάττης ἀναχώρησις τότε δὴ τὸν νόμον ἀνελοῦσα τὴν χώραν ἐφύλαξεν.

140. Οὐ τοίνυν ἡ μέν ἐπὶ τὴν νῆσον διάβασις οὕτως εἰρηνικῶς, ὁ δέ ἀπόπλους ἑτέρως ἐχώρησεν, ἀλλ’ ἀμείνω τὰ δεύτερα τῶν προτέρων ἀπήντησε τὴν παρ- οιμίαν σώζοντα, ὥστε μηδεμίαν ἀμφισβήτησιν ὑπάρ- χειν, ὡς οὐκ ἀθεεὶ ταῦτα νενεανίευται.

εἰ μὲν [*](RIII 322) τοίνυν ἀφεστηκυίας τῆς νήσου | καὶ τῶν οἰκητό- ρων νεωτεριζόντων καὶ τῆς ἀρχῆς περικοπτομένης καὶ τῆς ἀγγελίας ἐλθούσης θυμῷ πρὸς τὴν ἀκοὴν κατα- ληφθεὶς ἀνέρριψε τὸν περὶ τοῦ πλοῦ κύβον, οὐκ ἂν ἣν εἰς φιλοτιμίαν γνώμης τὴν τόλμαν ἀνενεγκεῖν, ἀλλ' ἡ παρὰ τῶν ἀφεστηκότων ἀνάγκη τὸ πλέον τῆς εὐκλείας ἀφῄρει· νῦν δὲ καθεστηκότων μὲν τῶν ἐν Βρεττανίᾳ [*](5 Luc. Herm. 28; Ver. hist. I 42 13 Aristid. or. XXI t. I 438,2 D (t. II ρ. 22, 26 K); XX ib. 427,9 (t. II ρ. 11,1 Κ). Diog. V 15. Apost. V 88 15 Od. σ 353 19 cf. ad t. II 520, 5) [*](1 κρυμμῶν Β sed prius μ eras 2 ἐκείνῃ scripsi e CMoB coll. ρ. 219,13; 246,10 ἐκεῖ reliqui libri sed γρ ἐκείνη in marg P 4, edd 5 ἀπόγεια Μο sed ἔγγεια in marg ἔγγεια Ρ sed in ras m 3 et ἀπό suprascr m 3, UILaM ἔγγυα Ca 7 μετε- βάλετο Β 10 ἐφύλαξεν I sed εν in ras m 3 14 μὴ δὲ μίαν CMo 15 οὐκ inser M 2 et inserui auctore Re coll. Od σ 353 | ἀθεεὶ Ρ sed ~ in ' corr m 3, Re | νενεανίευται scripsi auctore Re νεανιεύεται libri edd)

281
πραγμάτων, ἀδείας δὲ ὑπαρχούσης ἀπὸ γῆς τέρπεσθαι τοῖς Ὠκεανοῦ θαύμασιν, οὐδενὸς δὲ καταναγκάζοντος ἀνάγεσθαι φόβου μείζονος οὗ τὴν βλάβην ἴδει φέρειν ἀποκνοῦντα τὸν πλοῦν, τούτων οὕτως ἐχόντων καὶ παρούσης οὐδεμιᾶς ἀνάγκης, μᾶλλον δέ μιᾶς μόνης παρούσης ἀνάγκης τῆς τοῦ πᾶσιν ἐπιχειρεῖν ἐπιθυμίας ἑκὼν τοῖς μεγίστοις κινδύνοις ἑαυτὸν ἐπέδωκεν, ὥσπερ τᾲ μέγιστα ζημιωσόμενος, εἰ μὴ τὰ μέγιστα κινδυ- νεύσειε.

142. Θαυμαστῶν δὲ ὄντων τῶν ἔργων πολὺ μεῖζόν ἐστιν ὁ πρὸ τῶν ἔργων λογισμός. ἐκεῖνος μέν γάρ οἴεται μήτ' ἂν πρότερον ἐκλυθῆναι ψυχὴν σώματος πρὶν ἢ τοῦτο βουληθῆναι τὸν κρείττονα μήτ' ἂν ἐπὶ πλέον συμμεῖναι βουληθέντος ἐκείνου λελύσθαι καὶ μήτ' ἂν πλέον βιῶναι μηδένα παρὰ τὴν φυλακὴν μήτ' ἂν ἐπ' ἔλαττον παρὰ τὸ τολμᾶν. δεῖν οὖν ὂν ἔξεστι βιῶναι χρόνον ἀθανάτων κεχρῆσθαι λογισμοῖς.

143. Καὶ τί δεῖ δυοῖν ἢ τριῶν ἀρετῇ λεχθέντων ἢ πεπραγμένων μνημονεύειν, ὥσπερ οὐχὶ καὶ τῶν λοιπῶν ἐξίσης ἐπισημαινόντων τὸ θαῦμα; ἵνα δὴ μήτε σφόδρα [*](12 Plat. Phaed. p. 67 D) [*](1 δ’ ΜοΡ sed in hoc ’ ex ἑ corr m 3 5 οὐδέ μιᾶς CMo | δέ] μὴ δὲ La | γρ μηδεμιᾶς in marg Mor 6 ἀνάγκης om Β) [*](7 ἐπέδωκεν I sed ε (1) in ras m 2 8 ζημιωσάμενος ΡΙ sed α in o corr P 2 I 2 Ι κινδυνεύσειε Ι sed ε (3) in ras m 3 10 μεῖ- ζόν scripsi e Ρ sed in μείζών corr m 2, UI sed in hoc in μεί- ζων corr, CaLaM sed in hoc in μείζών corr μείζων CMoB edd) [*](11 ἐστι La 12 ᾤετο Ι 13 ἐπὶ πλέον Ρ sed add m 3 ἐπιπλέον ILaBM 14 λελύσθαι PILaBM 18 δυοῖν Ρ sed οι in ras m 2 δυεῖν LaM sed in hoc οἶν suprascr | γρ ἢ καὶ τριῶν in B 2 Ι ἀρετῶν CMoB sed in hoc γρ ἀρετὴ in marg m 2 Ι λεχθέντων ἢ πεπραγμένων Β sed γρ πεπραγμένων in marg m 2 20 ἐξ ἴσης Re Ι δὴ scripsi ex UICaLaM δὲ reliqui libri edd)

282
ῥᾴθυμος εἶναι δοκοίην μήτε τοῖς ἀδυνάτοις ἐπιχει- ρεῖν, οὔτε πάντων ποιήσομαι τὴν μνήμην ἐφεξῆς οὔτ ἐπ’ ὀλίγων κομιδῆ στήσομαι.

144. Ἐκείνῳ τοίνυν ἡμέρα μὲν ἐν ἔργοις, νὺξ δὲ ἐν ἴσῳ ταῖς ἡμέραις. μέθη δ’ ἀπελήλαται καὶ τὸ νή- φειν ἐν συνηθείᾳ, ἀργὸς δέ ἅπας ἔχθιστος, ὁ δ’ ἐγρη- γορὼς ἐπιτήδειος. φρουρὰν δὲ σώματος οὐκ αὐτὸς ἔχει τὴν παρὰ τῶν δορυφόρων, τὴν δὲ πὰρ αὑτοῦ τοῖς δορυφόροις παρέχει. ἐπειδὰν γὰρ αἴσθηται κατ- εἰλημμένους ὕπνῳ πολλῷ, τοῖς μέν οὐκ ἀσύγγνωστον τὴν ἀνάπαυλαν ἀφίησιν, αὐτὸς δὲ ὥσπερ ἀνταγωνιζό- μενος τῇ φύσει τὸ δόρυ λαμβάνων περίπολον αὑτὸν [*](R III 323) τῶν Ι βασιλείων καθίστησιν. ὁ δὲ πόνος συνεχὴς τέταται διὰ πάσης ὥρας ἔτους καὶ καιρῶν ἀπάντων.

Ὅμηρος μὲν οὖν φησί που λέγων εἰς Ἀχαιούς· ἐπεὶ οὔ σφι λίθος χρὼς οὐδὲ σίδηρος· εἰ δέ γε τούτῳ συγγεγονὼς ἐτύγχανε, πάντως οὐδ’ ἂν τὴν ἐξ ἀδάμαντος εἰκασίαν εἰς τὴν τοῦ σώματος στερρότητα λαβεῖν ἀπηξίωσεν. οὔτε γὰρ θέρμαις θεριναῖς εἰς ἀσθένειαν ἐκλύεται οὔτε χειμερίοις κρυμοῖς εἰς νάρκην συστέλλεται οὔτε χάρισιν ἠριναῖς πρὸς ἀπόλαυσιν τέρ- ψεως ἄγεται οὔτε φθινοπώρου δώροις εἰς τρυφὴν καθέλκεται, ἀλλὰ μία τρυφή, μία πανήγυρις σῶφρον [*](15 II. δ 510 18 cf. ρ. 256, 19. Hes. opp. 147) [*](3 ὀλίγον Ρ sed o in ω corr m 2, La 4 ἐν om Ca inser M 2 Ι νύξ Ι sed ξ in ras m 2 5 μέθη δέ Mor sed γρ μέθης ἀπελήλαται in marg, Re 6 ἐγρήγορος CMo 8 αὐτοῦ Re σὐτοῦ libri Mor 9 κατειλημμένους Ρ sed ου ex o corr m 2) [*](12 αὑτὸν Ρ sed ‘ in ras m 2 ἑαυτὸν Β αὐτὸν MoILaM Mor αυτὸν U αὐτῶν Ca 14 καὶ om Re 15 πρός Β 22 φθορὰν L)

283
ἐργάσασθαι τὸ ὑπήκοον, περίφοβον τὸ ἀλλόφυλον, ἁμιλ- ληθῆναι τοῖς ὑμνουμένοις, προσθεῖναι τοῖς νενομισ- μένοις, κόσμον δοῦναι τῇ βασιλείᾳ μᾶλλον ἢ παρ’ ἐκείνης ἐνέγκασθαι, ἐν προσθήκῃ διορθωμάτων διεξελ- θεῖν τὸν βίον, ἀλλ᾿ οὐκ ἐν τῇ τῶν κατορθωμάτων ἀπολαύσει.

θέατρα μὲν οὖν καὶ σκώμματα καὶ γέλως καὶ πᾶν θαυματοποιῶν ἔθνος ἐν ἴσῳ τοῖς ἄγε- σιν ἀπέρριπται, νῆψις δὲ καὶ τὸ πεφροντισμένον καὶ τὸ πρὸς τοὺς πόνους εὔκολον καὶ τὸ πρὸς ἀρετὴν εὐφυές καὶ πᾶν τὸ τοιοῦτον ἐν πρώτοις ἄγεται. γυ- ναικῶν δὲ κάλλος ἅπαν κεκράτηται. ὁ δὲ δωροφορῶν ἀπὸ μὲν τῆς δόσεως οὐδενὸς ἐντιμότερος, πεῖραν δὲ τῆς γνώμης παρέχων ἀπ’ εὐνοίας μᾶλλον τεθαύμασται.

μέλλον δὲ ἅπαν ἐγχείρημα λέληθεν, εἷς δὲ πρό- οιδεν ὃς καὶ ἐβούλευσεν. ἔγνωσται δὲ οὐδὲν ὁ μὴ τετέλεσται. ἐξόδων δὲ καὶ πάλιν ἀναχωρήσεων ἀμοι- βαῖα τάχη τὰς τῶν πολλῶν δόξας ἀποσφάλλει. | ἐν [*](RIII 324) βασιλείοις ἱδρύσθαι νομιζόμενος ὀρῶν ὑπερβάλλει κο- ρυφάς, ὁδοιπορεῖν νομιζόμενος ἐν βασιλείοις βουλεύε- ται. πλεῖν δοκεῖ θάλατταν, ὁ δὲ πεζεύων προσέρχεται. [*](7 Thuc. II 13, 1) [*](1 ἀλλόφυλον Ρ sed λ alterum et γρ τριον suprascr m 4 ἀλ- λότριον CMo et γρ in marg Mor 3 τῇ Ρ sed η in ras m 2 5 κατορθωμάτων scripsi κατορθωμένων ΜοΡ sed in hoc o in ω corr m 2, IM κατωρθωμένων reliqui libri edd sed γρ κατορθω- μάτων in marg Mor 7 πὰν] τὸ in ras 3 litt quarum tertia v I om Β Ι θαυματοποιοῦν Re typographico vitio quod correxit Cobetus Coll. 267 10 τὸ om CaM 11 δωρυφορῶν Μο δορυ- φορῶν Mor sed δωροφορῶν coni 12 μέν om Β | οὐδέν CMo BCa et γρ in marg Mor 13 ἐπ’ εὐνοία CaM 14 „malim ἅπαντας vel ἅπαν ἅπαντας“ Re Ι προοῖδεν Ρ sed in πρόοιδεν corr m 3, La προεῖδεν CaM 15 ὡς Mor | μὴ τετέλεσται] „vide- tur καὶ interponendum" Re 18 ἱδρῦσθαι? cf. ad t. I 134,8 | ὀρῶν — 19 νομιζόμενος om La 20 πλεῖυ Ι sed εῖ in ras m)

284
πεζεύειν δοξάζεται, ὁ δέ γῆν ἀποκρύψας πελάγιος φέ- ρεται.

καὶ ταῦτα μὲν τοιαῦτα καὶ τοσαῦτα διεξέρ- χεται οὔτε θεραπείαν εἰς παραμυθίαν τῶν πόνων οὔτε στρατοπέδου πλῆθος εἰς φυλακὴν ἐπαγόμενος, ἀλλ᾿ εὐαριθμήτους δή τινας ἐξευρὼν οὖς ἐπίστευεν ἀκολου- θήσειν τῷ τάχει, τούτοις προειπὼν ἕπεσθαι ἡ ἂν ἡγῆ- ται, καθάπερ αὐτός τε πτεροφυήσας καὶ τούς ἑπομένους πτερώσας ὀξύτερον νοήματος ἵεται πανταχῆ.