Oratio 57
Libanius
Libanius, Oratio 57, Libanii Opera, Vol IV, Orationes LI-LXIV, Teubner, Foerster, 1908
καίτοι χρῆν τὸν ἅπερ ἔλεγε ποιήσειν οὐ πράξοντα μηδὲ λέγειν ὅτι ποιήσει. ῥᾴδιον γὰρ ἣν ἀποκρίνασθαι, ὅτι, ὦ φίλτατε, βού- λομαι μὲν ταῦτα, Μάλχου δὲ ἡ πονηρία κωλύει τὴν χάριν πληγάς τε ἀπαιτοῦσα καὶ τἄλλα δὴ τά τε πρὸ αὐτῶν τά τε μετ’ αὐτάς. οὐ γὰρ δὴ δέος ἣν μὴ χαλεπήνας δήσω τὸν ἄρχοντα οὐδὲ μὴ γενοίμην δυσμενής. οὐ γὰρ οὕτως ἄτοπός τις ἦν, ὥστ’ ἀντὶ τῆς τοῦ πράγματος φύσεως τοῦ μὴ δόντος αἰτιᾶσθαι τὴν γνώμην. ἀλλ’ ᾔδειν ἂν αὐτῷ τοῦ τἀλη- θὲς ἀκηκοέναι χάριν καὶ τοῦ μήτε αὐτὸς ἠπατῆσθαι μήτ’ ἄλλον τινά.
νῦν δὲ αἰσχύνη πολλή· ἀπήγγελ- ται μὲν ἄλλα, πέπρακται δὲ ἄλλα, καὶ ἤλπισται μὲν [*](2 τοιοῦτο Par Mor 3 ἂν ἂν om C | αὐτὸν Par Mor | αὐτοῖς τοῖς scripsi auctore Re Anim coll. p. 170,11 τοῖς libri Bong Re αὐτοῖς Mor 4 „malim ἐγὼ δ’ ἔλεγον“ Re 5 δ’ Re 7 ποιεῖν C 10 μοι Mor sed γρ μὴ in marg 12 ἔλεγον Par Mor | πράξαντα Par Mor | μὴ δέ APIPar 15 ἀπαιτοῦσα Ρ sed α (3) in ras m 2 | τἆλλα Α 36 τε Ρ sed ε in ras m 2 | πρὸ Ρ sed ο in ras m 2 | μετὰ ταύτας Par Mor 17 δήσω om Ι 19 τοῦ (1) om C 22 „post τινα deesse videtur δι’ ἐμοῦ vel δι’ ἐμέ“ Re | δ’ Re | αἰσχύνηι A αἰσχύνῃ P Bong Ι πολλῆι Α πολλῆ CP sed in hoc in corr m 3, Bong πολλὴ Ι | ἀπήγγελται Ρ sed α (1) in ras m 4 ἐπήγγελται Ι cf. l. 9)
24. Καίτοι, φησίν, ἠπίου μου τετύχηκεν ὁ Μάλχος ἐπὶ τῆς προτέρας ἡμέρας. τί δέ; οὔτε αὐτὸς ᾔτουν ἡμέραν μίαν αἵ τε ὑποσχέσεις αἰ σαὶ τὸ πᾶν εἶχον. τί γὰρ πλέον ἔχειν πρᾳοτέραν ἡμέραν θη- ριώδους τῆς μετ’ | ἐκείνην ἐσομένης καὶ τῆς μὲν [*](R III 238) φεισομένης, τῆς δ’ ἀπολούσης; οὐδὲ γὰρ ἰατρός, εἰ κτείνειεν αὔριον ὂν ἔσωσε τήμερον, μισθοῦ μεμνῆσθαι δίκαιος διὰ τὸ τήμερον ἔργον ἢ μίσους τυγχάνειν διὰ τὸ δεύτερον. οὐδ’ αὖ λῃστὴς ὂν ἐθήρασεν ἑστιάσας πρότερον, εἶτα ἀποσφάξας ἧττον ἀπέσφαξε διά τὴν προλαβοῦσαν τράπεζαν. ἴσμεν δὲ καὶ τοὺς Διοσκόρους οἷς ἂν ὦσιν εὐμενεῖς μέχρι λιμένων παραπέμποντας αὐτούς τε καὶ τὸν γόμον, ἀλλ’ οὐ τοῦ μὲν ῥύονται κλύδωνος, τῷ δὲ προίενται.