Oratio 57

Libanius

Libanius, Oratio 57, Libanii Opera, Vol IV, Orationes LI-LXIV, Teubner, Foerster, 1908

150
[*](R III 227)

πάρεισι μὲν οἱ δικάσοντες ἡμῖν καὶ ὑπή- κουσαν εὖ ποιοῦντες ἀνίσχοντι τῷ θεῷ, δεῖ δὲ οὐδὲν ὅρκου πρὸς ἡμᾶς ἦ μὴν φυλάξειν ὑμᾶς τὸ δίκαιον. ἐν γὰρ δὴ τῷ τά δίκαια αἰδεῖσθαι καὶ φυλάττειν ἅπαντα βεβιώκατε τὸν χρόνον καὶ γίγνοιτ’ ἂν ὑμῖν ἀνθ’ ὅρ- κων ὁ τρόπος, ὥστε με καὶ πάνυ προσδοκᾶν δόξειν ὑμῖν μηδὲν ἀδικεῖν, εἰ καὶ μὴ τὸ τῆς Τύχης παρ’ ἐμοί τε καὶ τοῖς ἀντιδίκοις ἴσον.

2. Ἠξίουν μὲν οὖν ἔγωγε τὸν χρηστὸν Ἀντίοχον, εἰ καὶ μὴ κατηγορεῖν ἐξῆν αὐτῷ τῶν πεπραγμένων διὰ

  • C = codex Chisianus
  • Α = Monacensis gr. 483 (Augustanus)
  • Ρ = Palatinus gr. 282
  • Ι = Marcianus append. XCi 2
  • Par = Parisinus gr. 3016
  • [*](3 cf. p. 95, 8) [*](1 ξ ante κατά C 2 A 2 | κατά Σευήρου A 2 om Par τοῦ πρὸς ἀντἰοχον κατά σεβήρου: λόγ λδ Macar fol. 92 πρὸς τὴν βουλὴν Mor | Σευήρου scripsi e CA 2 σεβήρου ΡΙ Bong Re | οα΄ post σευήρου in marg C 2, λόγος λγ΄ I 2 2 άρεισι Par Ἄρα εἰσὶ Mor 4 ἡμὰς scripsi ὑμᾶς libri edd | ἡμᾶς Par Mor 5 δὴ om Bong 7 μοι Par Mor 8 ὑμᾶς Bong 9 ἴσον Ρ sed in ras m 4 ἶσον Ι Bong 10 οὖν om 1 Bong 11 εἰ om Re)
    151
    τὸ ζῆν | ὑπὸ Σευήρῳ καὶ δύνασθαι ῥᾳδίως κακῶς [*](R III 228) παθεῖν, ἔν γε τῷ σίγαν μένειν καὶ ταύτῃ γε, εἰ καὶ μη- δενὶ τῶν ἄλλων, νέμειν τι τοῖς δικαίοις· ἐπεὶ δὲ καὶ λέγει καὶ] πολλὰ καὶ μέμφεται καὶ βούλοιτ’ ἄν με μετα- πεισθῆναι καὶ εἶναι ἐν ᾧπερ ἣν, εὔχομαι μὲν αὐτὸν ὑπ᾿ ἐμοῦ μεταπεισθῆναι μηδενὶ τῶν νυνὶ τούτων βλαβεί- σὴς τῆς οὔσης ἡμῖν φιλίας· εἰ δ’ οὖν καὶ ἄχθοιτο τῷ μὴ λαβών με παρὰ τὸν Σευῆρον ἄγειν, ἀξιώσω μοι συγγνώμην ἔχειν, εἰ τὴν σπουδὴν αὐτοῦ τὴν ὑπὲρ ἄλλων ἐν τοῖς ὑπὲρ ἐμαυτοῦ μιμήσομαι.

    3. Μικρὸν δὲ ἄνωθεν ἀνάσχεσθέ μου λέγοντος, ὦ ἄνδρες δικασταί. γνώσεσθε γάρ, ὡς οὐδ’ ἐν οἷς ποιῶ νῦν ἀδικῶ.

    Τοῦτόν μοι παρέδωκεν ὁ πατὴρ ἐπαινέσας μου τὴν περὶ μισθοὺς μεγαλοψυχίαν καὶ πιστεύων ἐν ἴσῳ τὸν οὐ δώσοντα τοῖς διδοῦσιν ἔσεσθαι. δευτέρῳ | δὲ [*](R III 229) ἔτει θορυβήσας τι περὶ τὰς θύρας καὶ εἰσδραμὼν καὶ λαβόμενος τοῦ παιδὸς εἷλκεν ἐπ’ ἀγῶνας καὶ δικαστή- ριον καὶ δίκας.

    ὁρῶν δὲ ταῦτα ἐγώ, τοῦτον, ἔφην, τὸν τηλικοῦτον; τὸν ἐν προοιμίῳ τῆς τέχνης; πῶς μὲν οἴσοντα τοῦ δικάζοντος τὸ πρόσωπον; πῶς δὲ τῶν συνηγόρων τὰς τόλμας; πῶς δ’ αὐτοῦ [*](5 cf. p. 157, 8 11 cf. t. III 463, 5; II 309, 9) [*](1 Σευήρῳ scripsi σεβήρῳ libri edd 2 γε scripsi auctore Re τε libri edd | καὶ (2) CAPI Re 3 τι in ras P 4 ἐπὶ Par Mor 4 καὶ cancellavi cum Mor 6 τούτωι A Mor τούτω CP sed in hoc ν add m 4, Par 7 ἔχθοιτο Mor | τὸ I Bong 8 Σευῆρον reposui ex AP Σεβῆρον reliqui libri edd) [*](9 ὑπὲρ ἄλλων ἐν] ὑπερβάλλουσαν Par Mor 10 αὐτοῦ I Bong 16 δοῦσιν I Bong δώσουσιν Mor | δ’ Re 18 παι- δὸς des. Par fol. 34 v post quod duo folia exciderunt quibus continebantur verba sequentia usque ad πέπομφεν Ἀντί[οχον] p. 157, 8 20 προοιμίος Μορ)

    152
    τοῦ δικαστηρίου τὸ σχῆμα; ταῦτα ἀκούων οὐδὲν ἔφη με λέγειν οὐδὲ πείσεσθαι. κρατῆσαι δὲ οὐ δυνη- θεὶς ἐγὼ τοῦ πατρὸς ᾔτουν παρὰ τῶν θεῶν μὴ γε- νέσθαι τι κακὸν ἀπὸ τῆς δυσβουλίας ἢ τὸν νέον ἀπῆγε.

    καὶ μὴν οὔπω τρίτος, καὶ λόγος πολὺς εἶναι πολ- Λὴν τῷ Σευήρῳ δύναμιν ἐν συνηγορίαις, εἶτα πλεί- στην, εἶτα πάντας ἡττῆσθαι τοὺς νικᾶν εἰωθότας. καὶ ἤσαν οἱ λέγοντες χρυσίον ὑπὲρ τούτου γόητι γεγενῆ- σθαι καὶ εἶναι τὸ πραττόμενον ὑπὸ τῆς ἐκείνου σο- φίας, οὐ τῆς τοῦ ῥήτορος, καὶ μαρτυρεῖν τὸ μηδὲν εἶναι καλὸν ἐν τοῖς λόγοις.

    ἐγὼ τοίνυν τὰς μὲν νίκας ἡδέως, ταῦτα δὲ οὐχ ἡδέως ἤκουον κἀν τοῖς δευτέροις καὶ τρίτοις τῶν αὐτῶν μὲν συμβαινόντων, [*](R III 230) ἐνίκα γάρ, τῶν | αὐτῶν δὲ θρυλουμένων πάλιν ἐγὼ τοῖς μὲν ἡδόμην, τοῖς δὲ ἠχθόμην πράττων τὸ τοῦ φιλοῦντος ἐν ἀμφοτέροις.

    μετὰ ταῦτα τοίνυν πολ- λοῦ γε ἐλθόντος τοῦ τῶν ἀγαθῶν ῥεύματος καὶ παρα- δοξοτέρου καὶ μείζω χώραν τῷ λόγῳ παρέχοντος τῷ περὶ τοῦ γόητος τῶν μὲν τὸν γόητα λεγόντων κατε- γέλων ῥητορείας καὶ καλοκἀγαθίας ἀξιῶν ἅπαντα ταῦτα εἶναι, Σευῆρον δὲ οὐκ ἐλάνθανον ταῖς ἐκείνου τιμαῖς καὶ χαίρων καὶ φιλοτιμούμενος.

    καὶ χωρῶν τε ἐπ’ Αἰγύπτου καὶ πάλιν ἐκεῖθεν ὡς βασιλέα δι’ ὧν ᾤετο δόξειν εἶναι περὶ ἐμὲ δίκαιος ἅπαντα ἔπραττε καὶ [*](2 δ’ Re 4 τί Ι | ἀπῆγεν ΑΡ sed in hoc ν del 5 πο- λὐν I Bong 6 Σευήρῳ reposui ex AP σιδήρῳ reliqui libri edd τε εἶναι.] post συνηγορίαις Μοι 7 ἡττᾶσθαι Mor 11 ἐγὼ δὲ τοίνυν Mor 14 ἐνίκα γάρ ἐν τούτοις. καὶ γὰρ Mor | θρύλου μένων scripsi ex ΑΡ coll. 1 ἑ 403, 3 θρυλλουμένων re- liqui libri edd, post quod colon I Bong, comma Re 15 τοις (1 et 2) Ρ 16 μεταταῦτα Ρ 17 γ’ Re | τοῦ τῶν] τούτων Re) [*](18 χαρὰν Mor 19 καταγελῶν Mor 21 Σευῆρον reposui e libris Σεβῆρον edd 23 Αἴγυπτον Bong)

    153
    τοὐμοῦ γήρως ἐραστὴν αὑτὸν ἐκάλει. γενόμενος δὲ ἐν ταῖς νυνὶ ζώναις ταυταισὶ ταῖς δύο γράμμασί τε με ἐκόσμει τό τε μάλιστα αὐτὸν δεῦρ’ ἄξον ἐμὲ ἔφασκεν εἶναι. καὶ πολλὰ μὲν τοιαῦτα ἀπὸ Θρᾴκης ἐφοίτα, ἦλθε δέ τινα καὶ ἀπὸ Ταρσῶν πόλεως ἧς διὰ μέσης ἔρχεται Κύδνος ὁ ποταμός.

    ἔλεγε δὲ ταῦτα πάντα, ὧς ἀδικεῖσθαί τε τῷ μὴ τεθεᾶσθαί με νομίζοι σπεύδοι τε ὅπως ἴδοι. καὶ ἐπειδὴ τὸ | πρῶτον συνεμίξα- [*](R III 231) μὲν, καταβάς ἔχων ἑστῶτα πλησίον τὸν ἐφεστηκότα ταῖς ἑῴαις πόλεσι πλείοσί με φιλήμασιν ἢ τῶν ἄλλων ἕκαστον ἠσπάσατο, καὶ τοῦτο διατριβὴν οὐκ ὀλίγην ἐνεποίησεν.

    οἷς τοίνυν ταραχήν τε καὶ φόβον παρ- έσχεν ἥκων τε καὶ μέλλων, εἰδότες μὲν οἵδε τὰ δεύ- τερα, ἰδόντες δὲ τὰ τρίτα μίαν ἄδειαν καὶ μίαν ἀπο- στροφὴν καὶ μίαν καταφυγὴν ἕξειν ἐλπίσαντες τὴν αἰδῶ Σευήρου τὴν πρὸς ἐμὲ κοινῇ πάντες ἐφέροντο πρὸς ἐμέ τε καὶ ταυτὶ τὰ γόνατα, οἶ μέν τι καὶ ὐπουρ- γηκότες ἡμῖν, τοῖς δ’ ἣν αὐτὸ δίκαιον τοῦτο τὸ βε- βοηθηκέναι με πολλοῖς οὐδὲν εὖ προπαθόντα. δείλης οὑν αὐθημερὸν ἐπιτρέψαντος ἀπελθὼν αὐτὰ ταῦτα ἀπήγγελλον, τήν τε ἐλπίδα τῶν ἀνθρώπων καὶ τὸν [*](13 cf. l. 2 14 cf. l. 10) [*](1 τοῦ μοῦ ΑΡ sed in hoc supra μ m 4 τοῦ ’μοῦ Re 2 νυνὶ] μετά ταῦτα coni Re 3 μ’ Re | αὐτὸν scripsi αὐτὸν libri edd 6 Ταρσῶν] cancellavit Cobetus Coll. 261 at ur- bem Ciliciae a Bithynica distinguere voluit Libanius ut t. Ι 146,14; t. II 181, 12; 369, 17 Περσῶν Mor Πέρσεως coni Re | πόλεων Mor 7 „malim θεᾶσθαι“ Re | σπεύδει Α 8 το Ι | πρόσωπον συνέμιξα μὲν Mor 9 post ἑστῶτα ras 2 — 3 litt A) [*](13 οἶδε A 14 καὶ μίαν ἀποστροφὴν om libri Bong Re retinui cum Mor coll. t. II 434, 20; III 412, 13; 457, 12 16 III 412, 13; Σευ- ήρου reposui e libris Σεβήρου edd 17 μέντοι πα- θόντα C)

    154
    ὡς ἐμὲ δρόμον καὶ ὡς εἴη κύριος εὐεργέτην με πολι- [*](R III 232) τῶν ἐμαυτοῦ καταστῆσαι καὶ ποιῆσαι | τιμιώτερον.

    11. Ὁ μὲν οὖν Ὅμηρός φησι· καὶ ἐλίσσετο πάν- τας <'Αχαιούς>, 'Ατρείδα δὲ μάλιστα, ἐγὼ δ’ ὑπὲρ ἀπάντων δεόμενος ὑπὲρ Μάλχου μάλιστα τοῦτο ἐποίουν διὰ τὸ μείζους εἶναι τοὺς κινδύνους ἐκ μειζόνων τῶν διαβολῶν.

    Σευῆρος δὲ χρηστός τε ἦν ἐν τοῖς ῥή- μασι καὶ τιμήσειν ἔλεγε τῇ πρᾳότητι τὸν Μειλίχιον Δία, ὥστε τὸν παρακαθήμενον Ἀλέξανδρον ἐπαινεῖν τὴν εἰς ταῦτα ἑτοιμότητα. τίνα δὴ τἀπὶ τούτοις; ἐκέ- λευσε θαρρεῖν τοὺς δεδεμένους καὶ πάντα τὰ ἀληθῆ πρὸς αὑτὸν περὶ πάντων λέγειν, Μάλχον δὲ μετὰ τοὺς ἄλλους λόγους καὶ ὡς φανεῖται τὸ χρυσίον. ταῦτα τῆς μὲν ἐπιούσης ὁ ἄρχων ἐφύλαξεν, ἐν δὲ τῇ μετ’ ἐκείνην ἐκίνησε.

    καὶ τοὺς μὲν ἄλλους ὅπως μετα- χειριεῖται, θεὸς οἶδε· τά δὲ δὴ Μάλχου, τρὶς ἀποθα- νεῖν αὐτῷ βέλτιον ἣν καὶ γενέσθαι τῷ Πολυφήμῳ δεῖπνον ἢ παθεῖν ἃ πέπονθε μενούσης ἡμῖν τῆς πολι- τείας καὶ οὐ μεταπεσούσης. ἃ γὰρ οὐδ’ ἀγοραίων πα- [*](R III 233) σχόντων ἐνέγκαι τις ἂν | ἀδακρυτί, ταῦτα ὁ ἄρξας, ταῦτα ὁ ζώνην, ὁ θρόνον, ὁ δικάζειν παρὰ τοῦ κρα- τοῦντος λαβών, ταῦτα ὁ στρατιώταις ἐπιτάξας, ταῦτα [*](3 11. α 16. 374 10 Dem. p. 1268, 7) [*](1 εἴη scripsi auctore Re εἷ libri edd εἰ Mor) 4 Ἀχαιούς inserui (Mus. Rhen. XXXII 88) ex II. ll. ll. om libri edd | Ἀτρεί- δας Mor | δέ Mor Re 6 „post μείζους aut in hac regione de- esse videtur αὐτῷ“ Re 7 Σευῆρος reposui e CAP σεβῆρος Ι edd 8 πραότητι ΡΙ 10 τίνα Ρ sed τινα in ras m 2 | τά ’πὶ Α τἀπὶ Ρ 11 τἀληθῆ Re 12 αὐτὸν scripsi αὐτὸν libri edd | περὶ Bong παρὰ libri Mor 13 λόγους] „aut deest aliquid e. c. ὡς ἀφήσει ἔλεγε, vel simile quid aut aliquo alio modo corrupta haec sunt“ Re αὐτὸν Mor 19 ἀγορέων I Bong | πασχόντων om Bong 22 ταῦθ’ (2) Mor)

    155
    ᾧ βασιλεὺς ἐπέστειλε πολλάκις.

    οὐ γάρ ἔτι κρύ- ψαι τὸ μῖσος οἷός τε γενόμενος οὐδὲ ἀντισχεῖν τῷ μεγέθει πᾶν ὅσον εἶχεν ἐν τῇ καρδίᾳ κείμενον ἐξέχεε μικρὸν ἀπέχων μανίας. καὶ γυμνούσθω τῆς χλα- μύδος, καὶ ἦν ἐκείνη χαμαί, καὶ τοῦ πρώτου χι- τῶνος, καὶ ἣν ὁ χιτὼν χαμαί, καὶ τοῦ τρίτου τοῦ λινοῦ, καὶ ἣν καὶ οὗτος μετ’ ἐκείνων.

    δεινὰ μὲν οὖν καὶ ταῦτα καὶ ἣν οὐδεὶς ὃς οὐκ ἐξεπέπληκτο, στή- σεσθαι δὲ αὐτὸν ἐνταῦθα τῶν πολλῶν οἰομένων μετ- έωρος μὲν ὁ Μάλχος ταῖς ἐσομέναις πληγαῖς ὑποκεί- μένος, ῥάβδων δὲ ἐπὶ γῆς ἑωρῶντο φάκελλοι. τῶν δὲ ἀεὶ ταῖς πληγαῖς τριβομένων ἀπορριπτουμένων ἑτέρων ἀκραιφνῶν ἔδει. ταὐτὸ δ’ ἣν καὶ περὶ τοὺς τύπτοντας τὸν ἀπειπόντα ἀκμῆτος ἐκδεχομένου, καὶ δέκατος ὁ τελευταῖος ἣν. τούτων δὲ ἐξ μὲν εἰς τὰ νῶτα τὴν ἰσχὺν | ἀνάλωσαν, αἰ πλευραὶ δὲ τέτταρας εἰς [*](R III 234) αὑτὰς ἐκένωσαν τούτου τοῦτο κελεύσαντος ἀντὶ τοῦ νώτου γενέσθαι τὰς πλευρὰς τοῖς τὰς ῥάβδους ἔχουσι. καὶ πολὺ μὲν τὸ ῥέον αἷμα, πολλαὶ δὲ αἰ διασπειρό- μεναι σάρκες ὑπὸ τῶν πληγῶν ἐκτεμνόμεναι τοῦ σώ- μάτος, Μάλχος δὲ μέχρι μὲν μέσων αὐτῶν ἐβόα, τὸ δ’ [*](11 Her. IV 67, 1 19 cf. t. III 75, 2) [*](1 ὁ l Mor Bong | ἐνέτειλε Mor 2 οὐδ’ Re | ἀντισχὼν API Mor | τῷ μεγέθει] „aut interponendum aut certe subaudien- dum αὐτοῦ“ Re 3 εἶχεν Ρ sed χ in ras m 2 6 καὶ <τοῦ δευτέρου καὶ> τοῦ τρίτου, τοῦ λινοῦ coni Re 9 δέ inser A f P om I Bong δ᾿ Re 11 δ’ Re Ι φάκελοι Mor 13 δέ Re 14 ἀκμῆτος scripsi auctoribus Lobeckio Soph. Ai. p. 242 et Cobeto Coll. 262 coll. II. λ 802; o 697 ἀδμῆτος libri Bong Re ἄτμητος Mor 16 ἀνήλωσαν Bong Re 17 αὐτάς scripsi ex ΑΡ sed in hoc ‘e’ corr αὐτάς reliqui libri edd | τοῦτο τούτου C τούτου om Mor | τοῦτο fortasse delendum 18 αἵρουσι C 20 ἐκτεμνόμεναί Re ἐκπεμπόμεναι libri Mor Bong cf. t. III 75,3) [*](21 αἰτίων Mor)

    156
    ἐντεῦθεν ἄφωνος ἐτύπτετο τὸ καὶ δύνασθαι βοῆσαι τοῖς κακοῖς ἀφαιρεθείας.

    τίνα ἄν τις δίκην ἑτέραν ἐπὶ τούτοις προσέθηκεν; ἀφείλου τὴν δέλτον καθ’ ἢν ἦρξεν. ἐγύμνωσας οὐ τῶν μέν, τῶν δ’ οὔ, πάντων δὲ ἱματίων. πληγὰς δὲ οὐδ’ ἂν ἀριθμήσαι τις. ἄφες δὴ τοῖς τε ἰατροῖς καὶ τοῖς οἰκείοις τὰς τοῦ σώματος χαράδρας, ἢν πως ποιῶσι τὰ διεστηκότα συνελθεῖν. ὁ δὲ ἐπ’ ἄλλο προὔβη πολὺ τῷ πάσχοντί τε ἀλγεινό- τερον καὶ τοῖς ὁρῶσιν ἐλεεινότερον. παρέδωκε τοῖς διὰ τῆς πόλεως ἄξουσι τὸ καλὸν ἐκεῖνο θέαμα, τά ἐν τῷ σώματι βάθη, καὶ οὐδεὶς ἦν ὃς οὐκ ᾤμωξέ τε καὶ [*](R III 236) τὸ πρόσωπον ἔπληξε | καὶ τοὺς λυθέντας νόμους ἐθρήνησεν.

    εἶχον δέ τινα ὕβριν καὶ αἶ ἀναξυρί- δες, ὧν ὅσον ὑπὲρ τοὺς μηρούς ἐξελήλεγκτο ταῖς ῥάβδοις καὶ τοὖργον ἀπολωλέκει σκέπειν οὐ δυνάμενον. Μάλχῳ δὲ αἰτοῦντί τι τοιοῦτον ὃ πρὸ τῶν ὀφθαλμῶν ποιησάμενος οὐκ ἂν ἐθεᾶτο τοὺς θεωμένους αὐτόν, ὁ δώσων οὐκ ἣν, πολλοὶ μὲν ἂν δόντες ἡδέως, φόβῳ δὲ τῶν ὁρωμένων εἰργόμενοι.

    ὁ δ’ αὐτὸς φόβος καὶ τῆς ἀκριβοῦς θεραπείας ἀπεστέρησε Μάλχον ἰατρῶν τῶν μὲν οὐ προσιόντων, τῶν δ’ οὐ πᾶσιν οἶς ἐνῆν χρωμένων εἰδότων, ὡς ἥδιστ’ ἂν ἀκούσαι τεθνεῶτα [*](9 cf. t. III 75, 17 20 cf. t. III 75, 16 1 τὸ cancellavit Mor | δύναιτο Mor | βοῆσαι om C 2 τί Mor | ἕτερον Mor sed γρ τε καὶ ἕτερον in marg 4 τῶν (1) Ρ) [*](5 οὐδ’ ἂν] οὐδεὶς Mor sed γρ οὐδέ in marg 7 ποιῶσι scripsi πείσωσι libri edd 8 δ’ Re 9 τοῖς om Mor 11 τε scripsi auctore Re γε libri edd 13 αἰ om Mor 14 ταῖς reposui e ΑΡ τοῖς Ι edd 15 ἀπολωλέκει Ρ sed ο in ω corr 16 αἰτοῦντι τί API | πρὸ τῶν] πρῶτον Mor | ὀφθαλμὸν I Mor 21 των (1) Ι 22 ἀκοῦσαι AP sed in hoc in corr m 4, I Mor Bong)

    157
    τὸν Μάλχον. καὶ τοῦθ’ ὡς εἰκότως ἐπεπείκεσαν αὐτούς, αὐτὸς οὗτος ἐμαρτύρησεν ὁ πρὸς τὸν περὶ τῆς τελευ- τῆς γενόμενον λόγον οὕτω διατεθείς, ὡς καὶ σκιρτῶν ὁρᾶσθαι.

    19. Ταῦτα τοίνυν ἅπαντα ποιήσας οὕτως ἐναντίως ἔχοντα ταῖς ἐμαῖς ὑπὲρ Μάλχου δεήσεσιν ἀδικεῖσθαί φησιν οὐκ ἀφικνουμένου μου παρ’ αὐτὸν καὶ πέπομφεν Ἀντίοχον πείσοντά με ποιεῖν ὃ πρόσθεν. ἀλλ’ εἰ μὲν ἀνελεῖν, Ἀντίοχε, δύνασαι τά πεπραγμένα καὶ ποιῆσαι μὴ γεγενῆσθαι, βαδίζωμεν, | ἴωμεν, εἰ καὶ ἡ νὺξ [*](R III 236) ἕτερα λέγει· εἰ δ’ οὐδὲ θεῶν τοῦτο ἄν τις δύναιτο, τί τὸν μετέχοντα τῆς ἀτιμίας Μάλχου πείθειν ἐπιχει- ρεῖς ἑαυτὸν καταισχύνειν καὶ πρὸς ἅπαντας ὁμολογεῖν, ὧς ἀναίσθητος εἴη καὶ οἷος τοὺς ὑβρίζοντας προσ- κυνεῖν;

    20. Ἀδικοῦντα γάρ, φησί, Μάλχον ἔλαβον περὶ τὸ βασιλέως χρυσίον. οἶδα ὡς ἐπλημμέλησέ τι τοι- οῦτον ὐπ’ ἀνδρῶν πανούργων ἐξαπατηθεὶς ἐλπίσι γλυ- κείαις τε καὶ δειναῖς ἄνθρωπον λαβεῖν. τὸ δὲ τῆς ἀπάτης τοῦτο καὶ τοῦ μεγίστου τῶν θεῶν ἴσμεν ἀψά- μένον. ἀλλ’ ἴστω πᾶν τοῦτο Μάλχου καὶ τῆς ἐκείνου γνώμης τὸ ἀδίκημα.

    τί οὖν; ἡνίκα ἠξίουν, ἤκουές μου λέγοντος, ὅτι σῶσον ἡμῖν ἄνθρωπον ἀναμάρ- [*](8 cf. p. 150, 10; 163, 20 20 II ξ 360; o 31) [*](3 ὧς om Mor 7 μου om Bong 8 voce Ἀντἰ]οχον rursus inc Par fol. 35 | πείσαντα Par Μοι 10 νόσος? 11 δὲ Re | οὐ CP | δύναιτό τι Par 12 μάλχον Par Mor 14 εἴη Mor εἴην libri Bong Re 17 τοῦ Par τὸ τοῦ Mor sed γρ τοῦ in marg | ἐπλημμέλησέ ΡΙ cf. t. III 343, 4 18 γλυκείαις — 19 λα- βεῖν] „videor mihi iambum alicuius tragici cernere ubi ἐλπὶς ap- pellata fuit γλυκεῖα καὶ δεινή τις ἀνθρώπου λαβεῖν“ Re 18 γλυκέσι Par Mor 19 τε om Par Mor 22 γνώμης om I Bong)

    158
    τητον καὶ πανταχοῦ γενόμενον ἄγρυπνον τοῦ δικαίου φύλακα; ἀλλ’ εἰ τοῦτο τοιοῦτον ἣν, αὐτὸς ἂν αὑτὸν ἔσωζεν ἐν <αὐτοῖς> τοῖς πράγμασι τὴν σωτηρίαν ἔχων. ἔλεγον τὸν ἄνθρωπον ἔχειν μὲν τὰ ἀλλότρια καὶ ὁμολογεῖν καὶ ἀποδώσειν, ἄξιον δὲ εἶναι δι’ ἔργα τινὰ καλὰ μηδὲν πλέον παθεῖν. καὶ ταῦτα λέγων ἐδόκουν δίκαια λέγειν καὶ οὐκ ἄλλως ἔφησθα ποιήσειν καὶ ἐπί- [*](R III 237) στευον καὶ πρὸς αὐτόν | τε ἐκεῖνον καὶ τοὺς ἄλ- λους φίλους ἀπήγγελλον τά φιλάνθρωπα, ἐφ’ οἶς σὲ μὲν ἐπῄνουν, Μάλχῳ δέ συνέχαιρον. ταῦτ᾿ οὐκ ἂν μὴ οὕτως ἔχειν εἴποις.

    καίτοι χρῆν τὸν ἅπερ ἔλεγε ποιήσειν οὐ πράξοντα μηδὲ λέγειν ὅτι ποιήσει. ῥᾴδιον γὰρ ἣν ἀποκρίνασθαι, ὅτι, ὦ φίλτατε, βού- λομαι μὲν ταῦτα, Μάλχου δὲ ἡ πονηρία κωλύει τὴν χάριν πληγάς τε ἀπαιτοῦσα καὶ τἄλλα δὴ τά τε πρὸ αὐτῶν τά τε μετ’ αὐτάς. οὐ γὰρ δὴ δέος ἣν μὴ χαλεπήνας δήσω τὸν ἄρχοντα οὐδὲ μὴ γενοίμην δυσμενής. οὐ γὰρ οὕτως ἄτοπός τις ἦν, ὥστ’ ἀντὶ τῆς τοῦ πράγματος φύσεως τοῦ μὴ δόντος αἰτιᾶσθαι τὴν γνώμην. ἀλλ’ ᾔδειν ἂν αὐτῷ τοῦ τἀλη- θὲς ἀκηκοέναι χάριν καὶ τοῦ μήτε αὐτὸς ἠπατῆσθαι μήτ’ ἄλλον τινά.

    νῦν δὲ αἰσχύνη πολλή· ἀπήγγελ- ται μὲν ἄλλα, πέπρακται δὲ ἄλλα, καὶ ἤλπισται μὲν [*](2 τοιοῦτο Par Mor 3 ἂν ἂν om C | αὐτὸν Par Mor | αὐτοῖς τοῖς scripsi auctore Re Anim coll. p. 170,11 τοῖς libri Bong Re αὐτοῖς Mor 4 „malim ἐγὼ δ’ ἔλεγον“ Re 5 δ’ Re 7 ποιεῖν C 10 μοι Mor sed γρ μὴ in marg 12 ἔλεγον Par Mor | πράξαντα Par Mor | μὴ δέ APIPar 15 ἀπαιτοῦσα Ρ sed α (3) in ras m 2 | τἆλλα Α 36 τε Ρ sed ε in ras m 2 | πρὸ Ρ sed ο in ras m 2 | μετὰ ταύτας Par Mor 17 δήσω om Ι 19 τοῦ (1) om C 22 „post τινα deesse videtur δι’ ἐμοῦ vel δι’ ἐμέ“ Re | δ’ Re | αἰσχύνηι A αἰσχύνῃ P Bong Ι πολλῆι Α πολλῆ CP sed in hoc in corr m 3, Bong πολλὴ Ι | ἀπήγγελται Ρ sed α (1) in ras m 4 ἐπήγγελται Ι cf. l. 9)

    159
    ἐπιεικῆ, πέφηνε δὲ ἄγρια, οἶς τε ἔργον κακῶς με λέ- γειν, ἀφορμὴ γέγονεν εἰς ἃ βούλονται τοῦτ᾿ αὐτὸ λέ- γουσιν ἐμὲ πατέρα τῶν ῥημάτων, ἀλλ’ οὐ σὲ γεγενῆ- σθαι καὶ πεπλασμένῃ προσδοκίᾳ μεῖζον ποιῆσαι Μάλχῳ τὸ κακὸν βλέποντι μὲν εἰς ἀμείνω, πειρωμένῳ δὲ τῶν χειρόνων. καὶ κινδυνεύω γέρων ἄνθρωπος ἐνέγκασθαι προσηγορίαν ἢν οὐδ’ ὄναρ νέος ὤν.

    24. Καίτοι, φησίν, ἠπίου μου τετύχηκεν ὁ Μάλχος ἐπὶ τῆς προτέρας ἡμέρας. τί δέ; οὔτε αὐτὸς ᾔτουν ἡμέραν μίαν αἵ τε ὑποσχέσεις αἰ σαὶ τὸ πᾶν εἶχον. τί γὰρ πλέον ἔχειν πρᾳοτέραν ἡμέραν θη- ριώδους τῆς μετ’ | ἐκείνην ἐσομένης καὶ τῆς μὲν [*](R III 238) φεισομένης, τῆς δ’ ἀπολούσης; οὐδὲ γὰρ ἰατρός, εἰ κτείνειεν αὔριον ὂν ἔσωσε τήμερον, μισθοῦ μεμνῆσθαι δίκαιος διὰ τὸ τήμερον ἔργον ἢ μίσους τυγχάνειν διὰ τὸ δεύτερον. οὐδ’ αὖ λῃστὴς ὂν ἐθήρασεν ἑστιάσας πρότερον, εἶτα ἀποσφάξας ἧττον ἀπέσφαξε διά τὴν προλαβοῦσαν τράπεζαν. ἴσμεν δὲ καὶ τοὺς Διοσκόρους οἷς ἂν ὦσιν εὐμενεῖς μέχρι λιμένων παραπέμποντας αὐτούς τε καὶ τὸν γόμον, ἀλλ’ οὐ τοῦ μὲν ῥύονται κλύδωνος, τῷ δὲ προίενται.

    τὴν μὲν οὖν ἐκείνης ἡδονὴν ἡ ἐπιοῦσα ἔσβεσε, τά δὲ τῆς δευτέρας ἡμέρας [*](12 cf. Hes. Opp. 822 sq. 15 cf. t. III 200, 8; 464, 13 18 cf. t. I 151,9; II 68, 19 sq.) [*](1 μέν Par Mor 4 μείζω Par Mor 8 ἠπίου APIMor cf. p. 40, 19 9 οὐτ’ CPar Mor 10 αἰ σαὶ Re αἰ libri Mor Bong 11 ἔχειν scripsi deleto ἔχων quod post εἶχον in- seruit Re εἶχον libri edd 12 τῆς om Par Mor | τῆς Ρ σήμερον C 16 αὖ λῃστὴς] αὐλητὴς Par Mor | λῃστὴς Ι | ἑστίας Par Mor 17 προτίρας Μορ 18 δὴ Par Mor 20 ἄλ- λου Par Mor | τῷ μὲν vel τῇ μὲν (-τῇ δὲ) coni Bong 21 τω PI | προΐενται Ρ sed ε in ras m2)

    160
    βοηθείας <τἰατρῶν δεῖται>. εἶτα τὰ μὲν ἣν σκιὰ καὶ οὐδέν, τὰ δ’ ὄντως ἰσχυρά καὶ μεγάλα.

    26. Ὁ δὲ καὶ ἀχάριστόν με καλεῖ μεγάλην εἰληφότα χάριν. οὐ γὰρ βασανισθῆναι δι᾿ ἐμὲ τὸν Μάλχον τῇ φρικωδεστάτῃ δὴ βασάνῳ οὐδὲ ἀποτμηθῆναι τὴν κε- φαλήν. καὶ τίς σοι τοῦ σοφοῦ τούτου διδάσκαλος ἢ ὅσπερ καὶ ἑτέροις, ἐκεῖνος ὁ Λίβυς, ὁ Ἶρος, εἶτα Μίδας; ὃς ὄν ποτε μὲν ἀποκτείνειε ξίφει, τοὺς τοῦ τεθνεῶτος οἰκείους ἠξίου χάριν αὑτῷ τοῦ μὴ πυρὶ γενέσθαι τὴν τελευτὴν εἰδέναι, οὗ δὲ πῦρ ἐποίει τὸν θάνατον, πά- λιν ἦγεν εἰς χάριν τῷ μὴ στερεῖσθαι τὸν τεθνεῶτα [*](R III 239) ταφῆς.

    καὶ σὺ δὴ τὴν αὐτὴν βαδίζεις | τοὺς καταγελῶντας οὐχ ὁρῶν. τίς γὰρ οὕτως ἢ παῖς ἤ ἀνὴρ ἀνόητος, ὃς οὐκ ἂν ῥᾳδίως καταλάβοι τὸν λόγον; πότε γὰρ οὐκ ἐν τοῖς δεδωκόσιν ἔσῃ χάριν ἀεί τινος ὄντος τοῦ παραλελειμμένου; καὶ γὰρ εἰ τὴν κεφαλὴν ἀποτε- τμήκεις, εἶπες ἂν ὅπερ ὁ πρότερος· καὶ εἰ κατὰ μέλος, εἶπες ἂν τὴν ταφήν. καὶ εἰ κυσὶ καὶ ὄρνισιν ἐδεδώ- κεις τὸν νεκρόν, ἦν ἂν εἰπεῖν· ὰλλ’ οὐκ εἰς λέβητας [*](6 Plat. rep. p. 602 D 7 cf. t. II 296, 12. ep. 143 14 Dem. p. 567, 18 18 II. ἁ 4 sq. 19 Her. I 119) [*](1 ἰατρῶν δεῖται inserui, δεῖται coni Re om libri edd εἶτα] καὶ coni Re | τὰ ΡΙ 2 τά in τά corr P 4 | ὄντως scripsi οὕτως libri edd 3 μεγάλην des fol. 36 in Par post quod exciderunt folia tria quibus continebantur quae sequuntur usque ad αἰσχυνόμενοι τὸ p. 168, 10 5 δὴ om C 7 ὅσπερ scripsi auctore Re ὥσπερ libri edd | Λίβυς Ρ sed υ in ras m 3 | Ἶρος scripsi cum Cobeto Mnem. Ν. S. II 408 (= Coll. 262) cf. Herm. XII 208 ἱερός libri Bong Re ἱερεύς Mor Βούσειρις coni Re Anim | εἶτα Μίδας] ἢ Νάβις Re Anim 9 αὐτῷ scripsi αὐτῷ libri edd 11 τῷ scripsi τὸ libri edd 14 ὃς inser Re | καταβάλοι Cobet Coll. 262 17 „post μέλος videtur κατεκεκό- φεις vel simile quid “ Re at ex ἀποτετμήκεις simile verbum mente repetere licet)

    161
    ἐνέβαλον οὐδὲ ἑψήσας ἔφαγον.