Oratio 57

Libanius

Libanius, Oratio 57, Libanii Opera, Vol IV, Orationes LI-LXIV, Teubner, Foerster, 1908

ἀλλ’, οἶμαι, πολὺς ὁ γέλως χάριν ταῦτα ποιεῖν. ἢ καὶ τοὺς ὀφθαλ- μοὺς ἐκκόψας ἠξίωσας ἄν μοι κεχαρίσθαι δοκεῖν τῷ μὴ καὶ τὴν γλῶτταν προσαφῃρῆσθαι, ὥσπερ ἂν εἴ τις δημεύσας τινὸς τά ὄντα φιλανθρωπίαν ἐκάλει τὸ μὴ καὶ αὐτὸν ἐψηφίσθαι δουλεύειν; οὕτω τοίνυν οὐκ ἦν ταῦτα χάρις, ὥστε οὐκ ἐτόλμησεν ἐν τῷ καιρῷ τῶν δεήσεων εἰπεῖν, ὅτι μοι δώσει τὸ μὴ τὸ καὶ τὸ παθεῖν τὸν ἄνθρωπον, ἄλλο δὲ οὐδέν. καίτοι γε εἰ ἣν χάρις, τίς βλάβη τῇ χάριτι καὶ πρὶν ἢ δοθῆναι φαίνεσθαι;

29. Καὶ παρώξυνέ με, φησί, ῥήμασί τισι θρα- συτέροις. εἰ δὲ μὴ ταῦτα εἴρητο, οὐκ ἂν ταῦτα ἐπεπόνθει. πῶς οὖν ἐν τοῖς πρὸ τῶν εἰρημένων τούτων ἀδικήματα ἔφασκες εἶναι τῆς ἐσχάτης | ἄξια [*](R III 240) δίκης; μὴ οὖν ἀμφότερα λεγέτω. ἀλλ’ εἰ μὲν ἡ περὶ τὸν οἶκον τὸν βασιλέως βλάβη τοσαύτην ἀπῄτει τὴν δίκην, τί μέμνηται τῶν ἐν τῷ δικαστηρίῳ ῥημάτων; εἰ δὲ ταῦτα τοιούτοις ἔδει κεκολάσθαι, σεσιγήσθω τὰ περὶ τὰ χρήματα. ἅ φησιν αὐτὸς οὐκ ἂν ἐξετασθῆναι τῷ φάσκειν τὰ ῥήματα τὴν ὀργὴν πεποιηκέναι.

σκε- ψώμεθα δὴ καὶ αὐτὰ τά ῥήματα τά, ὡς ὅδε φησί, δα- κόντα αὐτόν. ὡμολόγησε μὲν ὀφείλειν καὶ καταθήσειν, [*](8 cf. p. 144, 12 13 sq. cf. p. 157, 16 sq.) [*](2 γέλως Ρ sed ς in ras m 2 | ποιεῖ C | τοῖς ὀφθαλμοῖς Mor 86(1 τοὺς ὀφθαλμούς coni 3 δοκεῖν Ρ sed εἰν in ras m 2 | τὸ I Bong 4 καὶ μὴ C | προσαφῃρῆσθαι scripsi auctore Co- beto Coll. 262 προσαφαιρῆσαι libri Bong Re προσαφαιρεῖσθαι Mor 6 τῳ C 6 signum interrogationis posui, punctum libri edd 8 μοι οὐ δώσει Mor | τὸ μὴ cancellavit Mor 11 τισι] τε C 15 ἡ Mor sed εἰ coni 16 οικον om sed inser coni Bong 19 ἅ φησιν Re ἀφεὶς ἂν libri ἀφ᾿ ὦν ἂν Mor 21 τά inser Re om libri Mor Bong)

162
οὐ μὴν εὐθύς γε δύνασθαι, δεῖν δέ οἱ μηνῶν δύο. ταῦτ᾿ οὖν ὀργῆς ἄξια; ταῦτα θυμοῦ; ταῦτα χαλεπό- τητος; ταῦτα ἀγριότητος; οὐκ ἀφ’ οὗ γένος ἀνθρώπων καὶ τὸ εἰσπράττεσθαι καὶ τὸ ὀφείλειν, τοῦτ’ ἔχει τοῖς ὀφείλουσι βοήθειαν τῶν μὲν αἰτούντων ἀναβολήν, οἷς δὲ ἔξεστιν ἀνανεύειν, διδόντων κἀν τούτῳ τοῖς ὀφεί- λουσιν ἀναπνεῖν παρεχόντων; ὃ γὰρ οὐκ ἂν δυναίμην διαλῦσαι τήμερον, ὕστερον ἄν. κατέχει δὲ αὐτὸν ὁ δεδανεικὼς ὁ μὲν δύο μῆνας, ὁ δὲ τρεῖς, ὁ δὲ δὶς τοσούτους, ὁ δ’ ἐνιαυτόν, ὁ δὲ καὶ πλεῖον, εἶθ’ ὕστερον ἃ προεῖται κομιζόμενος αὑτόν τε ἐπαινεῖ καὶ τὴν αὑτοῦ μέλλησιν, ὡς αὐτὴν οὖσαν τὴν ἀποδοῦσαν. [*](R III 241)

ἤδη δέ τινες ἀφορήτοις | ἀνάγκαις ἐνδήσαν- τες τὸν ὀφείλοντα τὸν μὲν ἐπὶ βρόχον ἔπεμψαν, αὐτοὶ δ’ ἐφ’ ὃν ἔλθοιεν οὐκ εἶχον. οὕτω δὲ ἀνθρωπίνως τοῦτ’ ἔχειν ἔδοξεν, ὥσθ’ ὁ νόμος καὶ δικαστὴν ἐν τοῖς τοιούτοις χρόνου κύριον ἐποίησε. κἂν ὁ ὀφείλων μη- δενὸς ἐπιεικοῦς παρὰ τῶν εἰσπραττόντων τυγχάνῃ, καταφυγὼν ἐκεῖσε τὸ μὴ ἤδη καταβάλλειν εὕρετο, καὶ οὐκέτ’ ἂν ὁ εἰσπράττων ἄγξειεν οὐδὲ ἐπιλάβοιτο.

σὺ δ’ ἀκούσας δύο μῆνας ἐπήδας ἐπὶ Μάλχον. τοῦ χάριν; ἔλυέ σοι ταῦτα τὴν ζώνην; ἀλλ’ ἀφῃρεῖτο [*](11 Plat. Gorg. p. 520 C. Phaedr. p. 231 C 13 Her. I 11,2; IX 16, 3 16 Cod. Theod. XI 7, 3; III 2, 1) [*](1 τε C 4 ἔχει Mor sed γρ ἔχειν in marg 6 τῶν Ι 6 δ’ Re 8 διαλύσαι Ρ sed in corr m 4, I Bong | αὐτὸν Ι) [*](10 δέ Re 11 ἂν πρόηται CA sed in hoc γρ ἁ προεῖται in marg f, I Bong ἁ ’ν (pro ἃ ἂν) coni Re 12 αὐτοῦ CP sed in hoc ’in‘ corr m 2, Ι Mor Bong αὐτὸν coni Bong | τὴν ἀποδοῦσαν om I Bong | ἀπολλύουσαν Mor 14 τὸν (2) ΡΙ 16 δὲ Re | ὧν Mor 19 καταβάλλει Ι καταβάλλῃ Bong | εὕρατο Mor 20 οὐκ ἔτ᾿ ΑΡ sed in hoc ε eras | ἄγξειεν Ρ sed αγ in ras m 4 22 ἀφῄρει τι τοῦ Mor)

163
τοῦ τῆς ἀρχῆς χρόνου; ἀλλά πενίαν ἔφερεν; ἀλλ’ ἀσθε- νέστερον ἐποίει σε τῶν ἐχθρῶν εἶναι βουλομένων; ἀλλὰ τὴν οὖσάν σοι παρά τῷ κρατοῦντι δόξαν εἰς τοὐναντίον μετέβαλλεν; ἀλλ’ ἐκώλυεν ἀρχῆς τυχεῖν; οὕτως ἐξεῖναι πολύ τι δεινὸν εἰπεῖν, ὅτι δύο μῆνες συλλέξουσι τὸ συνέχον τοῦτο τὴν Ῥωμαίων ἀρχὴν χρυ- σίον; ἀλλ᾿, οἶμαι, πρόφασις μὲν οἱ μῆνες, τὸ βούλημα δὲ τύπτειν ἐν Μάλχῳ τοὺς Μάλχου κηδομένους. οὓς οὕτος μὲν ὑλακτῶν οὐ πέπαυται, πολλαχοῦ δὲ Μάλχος εὑρηκὼς ἐπικούρους οὐκ ἔμελλε φυγὼν ὡς τοῦτον μεταπηδήσειν.

καὶ δὴ δῶμεν ἀγροικότερον αὐτῷ τὰ περὶ τοῖν μηνοῖν εἰρῆσθαι. οὐκοῦν ἐξήρκει μὴ τυ- χόντα ἐκβαλεῖν | κἀν τούτῳ μὲν λαβεῖν τὴν δίκην, [*](R III 242) πληγῶν δὲ οὐκ ἦν καιρὸς καὶ τοιούτων καὶ τοσούτων οὐδὲ ἐν γυμνῷ τῷ σώματι οὐδὲ ἐν στρεφομένῳ τοῦ μηδέν μέρος εἶναι πληγῶν καθαρόν. οὕτω μὲν οὐ σφόδρα τὸ δίκαιον ἣν ἐν οἷς Μάλχος ἔπαθεν· εἰ δ’ οὑν καὶ θείη τις, αὐτὸς ἔχοιμ’ ἂν ἐγκαλεῖν τὸ καὶ οὕτως ὑβρίσθαι.

34. Ἀλλ’ ἥκω, φησὶν Ἀντίοχος, ἐκείνου πεπομ- [*](9 cf. t. III 316, 14 20 cf. p. 157, 7) [*](2 ἐποίει σε scripsi ἐποίησε libri sed in ἐποίεισέ corr P 4, edd | ἐχθρῶν Ρ sed ρων in ras m 2 4 μετέβαλεν I Bong Ι εὐχῆς vel εὐχῆς Re Anim 6 οὕτως scripsi οὐ τό libri edd, sed οὐ (= ubi) τὸ coni Re | ἐξεῖναι πολύ, ἢ δεινὸν coni Re | ὅτι] οὔτε Mor 7 ; posui auctore Re, punctum libri edd | πρόφασις scripsi auctore Cobeto Coll. 263 προφάσεις libri edd 8 δ’ Re | τύπτειν scripsi auctoribus Re Anim et Cobeto 1. 1. ἔτυπτεν libri edd 9 μὴ Mor 10 φεύγων Mor 11 ἀγροικότερον Ρ sed ὁ (2) in ras m 2 13 μὲν scripsi auctore Bong μὴ libri edd sed delendum vel in ἱκανὴν mu- tandum censuit Re Anim, μὴ φαύλην coni in ed 16 μὲν οὖν οὐ coni Re 19 οὕτω I Bong)

164
φότος καὶ τοῦτο ἔστι λύοντος τὴν αἰτίαν. ἔστι δὲ τοῦτο μὲν ὁμολογοῦντος τὴν αἰτίαν, τὸ δὲ ταύτην λύον οὐδεὶς ἄν μοι δεῖξαι δύναιτο. τὸ γάρ δὴ πε- πραγμένον ἀνίατον καὶ ἕως ἂν ἐπιδειχθῇ Σευῆρος ἁ εἶπεν οὐκ εἰρηκώς, οὐκ ἔστιν ἐμὲ μὴ παρακεκροῦσθαι.

εἰ δὴ δώσομεν τοῖς ἀδικοῦσι ποιοῦσιν ἃ βούλον- ται φίλους ἔχειν τοὺς κακῶς πεπονθότας ἀπ᾿ ὀλίγων συλλαβῶν, μεγάλην ἂν εἴημεν αὐτοῖς πλεονεξίαν δε- δωκότες, εἰ παροινοῦντες εἰς οὖς ἂν ἐθέλωσι μηδὲ μισοῖντο παρά τῶν ὑβρισμένων ὡς ὧν ἔδρασαν αὐτοὶ κατεγνωκότες. ἔσται δέ, οἶμαι, ῥᾴδιον καὶ τῷ κακῶς ἀγορεύσαντι καὶ τῷ ῥαπίσαντι καὶ τῷ καταβλάψαντι καὶ τοῖς τά μείζω τολμῶσιν ἐν ταπεινότητι τῇ τῶν μετεγνωκότων προσελθοῦσι φίλους ἔχειν τοὺς ἔχοντας ὃ κατηγοροῖεν ἄν.

ἀλλὰ γὰρ οὐκ οἶδ’ ὅπως ἀπη- νέχθην εἰς τοὺς ὁμολογοῦντας ἁμαρτεῖν. ὁ γὰρ ἀνὴρ [*](R III 243) ἡμῖν οὐδαμοῦ τοῦτο φθέγγεται | οὐδ’ εἶπεν Ἀν- τίοχος οὐδαμοῦ τὸ ῥῆμα τοῦτο φέρειν οὐδ’ ἀκήκοεν ἡμῶν οὐδείς. τί οὖν ἄν τις συγγιγνώσκοι τῷ λέγοντι [*](20) μήτ’ ἐμὲ μήτ’ ἐκεῖνον ἠδικηκέναι μηδέν, ἀλλ᾿ ἅπερ ἂν θεός, ταῦτα αὐτὸν ποιῆσαι;

37. Ἀλλ’ εἰ καὶ μὴ τοῖς ῥήμασι, τοῖς δὲ ἔρ- γοις ὡμολόγηκεν ἐν λύπῃ τε ὤν καὶ τὴν σὴν ποθῶν συνουσίαν. σὺ δ’ ἐλέγξας πολλοὺς ἡμαρ- τηκότας εἰς σὲ διηλλάγης. πάνυ γε. εἰσὶ δέ γε καὶ πρὸς οὖς οὐ διηλλάγην, οὐδ’ ἱστᾶι χρόνος ὁ τοῦτο [*](4 ἂν om I Bong | Σευῆρος reposui e libris Σεβῆρος edd 6 δὴ om Bong „cum δέ malim“ Re 9 μὴ δέ ΑΡΙ 11 ἔσται scripsi ἔστι libri edd | δ’ Re 13 τῇ om I Bong 19 συγγιγνώσκοι reposui ex AI συγγινώσκοι reliqui libri edd 21 ταῦτ’ Re 24 πείθων Mor 25 πρὸς I Bong) [*](26 καὶ om Re)

165
ὀψόμενος οὐδ’ ὁ παρὰ τοῖς κάτω θεοῖς, ἀλλά ψυχή ψυχὰς φεύξεταί τε καὶ οὐ διαλέξεται κατὰ τὴν Αἴαντος τοῦ Σαλαμινίου, ἡνίκα Ὀδυσσεὺς ἐν Ἅιδου τὴν αὑτοῦ διεμέμφετο νίκην.

ἐγὼ δὲ οἶδα μέν, οὗ δεῖ παῦσαι μῖσος, οἶδα δέ, ἐν οἷς οὐδέποτε. καὶ δυναίμην ἂν εἰπεῖν πρὸς ἄνθρωπον σπονδάς μοι γεγενημένας. τίνος τοῦτο πείθοντος; τοῦ μηδὲν ἀνήκεστον εἰς τοὺς ὑπὸ χεῖρα περὶ ὧν ἐδεήθην πεπρᾶχθαι. ᾔτησέ τις ἡμερῶν ἀριθμὸν εἰς τὸ τῶν ἀγρῶν τινας ἐπελθεῖν τῶν ἑαυ- τοῦ. οὐκ ἔδωκεν ὁ ἄρχων. ἀπῆλθον ἀγανακτήσας. | χρόνος ἐκοίμισε τὴν ὀργήν· οὐ γὰρ κακῶς, ἀλλ’ [*](R III 244) οὐκ εὖ ἐπεπόνθει περὶ οὗ διειλέγμην. ἑτέρῳ κατα- δίκην ἀνελεῖν ἠξίωσα διδόντος τοῦ νόμου, ὁ δὲ οὐκ ἐβουλήθη. καὶ τοῦτο ἔχθραν τὴν μέχρι τινὸς ἐποίησεν, ἀλλ’ οὐ τὴν εἰς ἅπαν. ἔπειτα ἦλθον οἷ πρότερον. οὐδὲν γάρ ἄσχημον ἐγεγόνει περὶ τὸν φίλον οὐδ’ οἷς κατέθηκεν ἄτιμος ἣν.

τά δὲ νῦν, τὰ δ’ ὑπὸ τού- του, τά δ’ εἰς τοῦτον τῆς Αἰσχύλου καὶ Σοφοκλέους [*](3 Od. λ 543 sq. 18 Aesch. Prom. 93 sq. Soph. Oed. R. 336) [*](2 διαλλάξεται I Bong at cf. Od. λ 561 sq. 3 τοῦ] τὴν C | ν αὐτοῦ I Mor Bong 4 δίκην CA 5 μῖσος Mor sed γρ μέσοι in marg 6—7 τίνος τοῦτο πείθοντος; scripsi τινὸς τοῦτο πεἰ- θοντες libri Mor Bong τίνος τοῦτο πείθοντος, Re sed προφέ- ροντα καὶ πυνθανόμενον τίνος coni 8 ἐδεήθην scripsi auctore Re ἐδεήθη libri edd num διελέχθην ? | πεπρᾶχθαι ΑΡ sed in hoc in corr m 4, I Bong 9 τῶν ἀγρῶν Bong τὸν ἀγρὸν libri Mor Re qui εἰς τῶν ἀγρῶν coni | ἐπελθεῖν scripsi auctore Re Anim coll. Od. π 27 ἀπελθεῖν libri edd | τῶν Bong et coni Re τὸν libri Mor Re 10 ἀπῆλθον scripsi ἀπῆλθεν libri edd 11 ἐκοίμισε Ρ sed σ in ras m 2 14 τὴν om Bong 15 εἰσάπαν C | οἳ I Bong qui οἷ coni οἱ C Mor num ᾗ? 16 οὐδὲ I Bong 17 τὰ (2) Ι τάδ Bong | δὲ Re | ὑπὀ του I) [*](18 τα Ι)

166
δεῖται ψυχῆς· ἀτελεύτητον εἶναι βούλεται τὴν ἀπέ- χθειαν. καὶ τά κεκινηκότα τοσαύτην πόλιν εἰς ὀδυρμὸν ἀποκρούσεταί με τῶν θυρῶν μονονουχὶ βοῶντα· μὴ σύ γε, μὴ κατάθῃ τὴν ἔχθραν, μὴ σβέσῃς τὸ μῖσος, μὴ θεραπεύσῃς ὄφιν, μὴ γένῃ κακὸς εἰς ἱκέτην δοῦλον οἷς ἔπαθε τῶν αὑτοῦ δούλων γεγενημένον, οὐκ ἐγκαλέσαι δυνάμενον οἰκέ- ταις, οὐ κατηγορῆσαι ῥᾳθυμίας υἱέων, οὐ μέμ- ψασθαι γυναικὸς ὕπνον, πανταχοῦ γεγυμνω- μένον φρονήματος καὶ τῆς παρρησίας ταῖς τε ῥάβδοις καὶ ἃ προσεγένετο ταύταις ἐκβεβλη- μένον.

40. Ἔλεγε δὲ καὶ τὴν ἀρχὴν Ἀντίοχος καὶ δύνα- [*](R III 245) μιν | καὶ ὅση τὸ μέγεθος αὕτη καὶ ὧς οὐκ ἀκίν- δῦνον ἄρχοντος ἔχθραι. ἐγὼ δὲ τοῦτο πάλαι μὲν ἠπι- στάμην, οὐ μὴν φόβῳ γε τῆς δυνάμεως προὔδωκά ποτε τὸ δίκαιον οὐδὲ ἐκείνους ἐκολάκευσα μᾶλλον ἢ μετὰ τῶν ἠδικημένων ἔστην. καὶ ταῦτα πολὺς μέν μοι σύνοιδε χρόνος, πολλαὶ δὲ πόλεις, πολλὰ δὲ ἔθνη, πολλοὶ δὲ ἄνθρωποι, πολλοὶ δὲ τόποι καὶ τὸ δὴ μέ- γιστον ἀπάντων, οἱ θεοί, οἳ ἀνθ’ ὅπλων μοι καὶ περι- βόλων καὶ τειχῶν γεγένηνται. οὐ γὰρ ὧς οὐκ ἐπεβου- λευόμην εἴποιμ’ ἄν, ἀλλ’ ὡς τῇ τῶν θεῶν ῥοπῇ διε- σωζόμην, ὥσπερ ἐκεῖνος ὁ τὴν Τροίαν ἑλὼν τῇ τῆς Ἀθηνᾶς εὐνοίᾳ, ἢ τά τε ἄλλα αὐτῷ συνέπραξε καὶ τά [*](5 Theogn. 602. Aes. fab. 97 24 Od. α 344 sq. 88 sq.) [*](1 ψυχῆς ἢ coni Re Anim 4 κατάθες Mor sed γρ κατάθῃ 6 ἱκέτιν C 7 ἱκέταις Ι 8 υἱέων scripsi auctore Re ὑμῶν libri edd 14 αὕτη scripsi αὐτὴ libri edd οὐκ — 15 ἔχθρα)

167
οἴκοι συγκατέστησε.

πέπεικα τοίνυν ἐμαυτόν, ὧς οὐδὲν ῥᾳθυμοτέρων αὐτῶν συμμάχων τεύξομαι οὐδὲ καταγνόντες τῆς περὶ ἐμὲ σπουδῆς ἄρχοντος δυνάμει προήσονται οὐδ᾿ ὂν ἐν νεότητι προνοίας ἠξίωσαν, τοῦτον ἐν γήρᾳ προδώσουσι. μετὰ δὲ τῆς τῶν θεῶν ἐπικου- ρίας ἤδη τις ἐπίστευσε καὶ μεθ’ ἑνὸς ἑταίρου πέρας ἐπιθήσειν οἷον ἐβούλετο τῷ Τρωικῷ πολέμῳ.

ὅλως δὲ εἰ τοῦτο ὑπακουσόμεθα φόβῳ, τί τῶν ἀπάντων οὐ χαριούμεθα φόβῳ, ὥστε ἡμῖν εἶναι τὴν ἀσφάλειαν ἐν τῷ μηδὲν ἐκεῖνον αἰτῆσαι τῶν οὐ καλῶν; φέρε γάρ, εἴ με κελεύοι λελουμένον καὶ πεπωκότα χωρεῖν εἰς τὸ διδασκαλεῖον, πείσομαι; τί δαί, μισεῖν τινα τῶν φί- λων, πείσομαι; τί δαί, κύβους ἐν χεροῖν ἀντὶ βιβλίων ἔχειν, πείσομαι; καὶ μήν, εἰ τὸ νῦν ἀνεξόμεθα δι᾿ ἢν ἔχει δύναμιν, κἀκείνων ἕκαστον [δι᾿ ἢν ἕκαστον]. τοῦ γὰρ αὐτοῦ δέους ἐπόντος οὐκ ἔστιν οὐδὲν φυγεῖν.

43. Ἀλλὰ καὶ | πολλοί, φησίν, ἀποστερή- [*](R III 246) σονται βοηθείας, ἢν μὴ εἰσιὼν παρ’ αὐτὸν βοη- θήσῃς. καὶ τί τὸ πεῖθόν ἐστιν, ὧς ἐγὼ τοῦτο ποιῶν λύσω τινὶ συμφοράν; τὰ πεπραγμένα μὲν γὰρ οὐ τοῦτο [*](6 Diomedes II. ι 48 sq.) [*](2 αὐτῶν scripsi auctore Re τῶν libri edd 4 νεότητι Ρ sed ε in ras 1—2 litt m4 8 τοῦτο scripsi auctore Cobeto Coll. 263 τούτῳ libri edd | > φόβῳ coni Re 9 φόβῳ del Cobet at cf. ad p. 126, 8 ἡμῖν Mor sed γρ τὸ ἡμῖν in marg 11 οἶμαι I Bong qui εἴ με coni ut Cobetus Mnem. Ν. S. II 408, Re 12 τί — 14 πείσομαι om I Bong 12 et 13 δὲ C δέ Mor 13 χεροῖν Ρ sed οι in ras m 2 15 δι᾿ ἢν ἕκαστον om Re sed δι’ ἢν ἐκείνων ἕκαστον <ἐπιτάξει> scribendum coni cancellavi ut ex antecedentibus male repetita | ἕκαστος coni Mor 16 num ὑπόντος ? 17 φησι Ι 18 εἰ βοηθή- σεις I Bong 19 τί τὸ] τὸ τί C 20 μὲν om I Bong)

168
λέγει, τὸ δ’ ἀφανὲς ἐκ τοῦ φανεροῦ λαμβάνει κὰγ Ἰσοκράτην τὴν κρίσιν. εἰ μέν εἰσιν οἶ εὑ πὰρ αὐτοῦ δι’ ἐμὲ πεπονθότες, δεῖ πιστεύειν ἔσεσθαί τι παρα- πλήσιον· εἰ δ’ οὐδεὶς ἀγνοεῖ τά Μάλχου, εὔηθες αὑτοὺς ἐξαπατᾶν καὶ τοῖς οὐδέποτε ἐσομένοις δελεάζεσθαι.

χωρὶς δὲ τούτων οὐδὲ σπάνιν ὀρῶ τῶν τοῖς δεησο- μένοις συμμάχων παραστησομένων. οἳ ἀντὶ τοῦ τὰς ἱκετείας ἀναμένειν αὐτοὶ θηρῶσιν, ὅπως τοὺς δεομέ- νους ἕλξουσι. καὶ εἰσὶ πολλοὶ πανταχοῦ τῆς πόλεως οὐδὲν αἰσχυνόμενοι τὸ μισθοῦ ταῦτα ποιεῖν. ὥστε τοῦτο μηδένα φοβείτω. τὸ γὰρ μυρίους ἄρξαι συχνοὺς ἐποίησε τοὺς δυναμένους ἀμύνειν. ἐκεῖνοι καὶ εὖ ποιήσουσι καὶ ἀντευπείσονται, φίλτατε Ἀντίοχε, οἱ τὸν ἄνθρωπον καταδεδούλωνται τοῖς περὶ τῶν πονηρῶν ἔργων ἐπαίνοις τοῖς ἐν τοῖς συμποσίοις. ὥσπερ γὰρ Αἰακῷ συναριστῶντες, ἀλλ’ οὐκ ἀγορᾶς περιτρίμματι, τὴν τῶν πραττομένων ὑπ’ αὐτοῦ φύσιν οὐκ ἐξετάζοντες πίστει χρῶνται τοῦ τὸ δίκαιον ἐν ἐκείνοις εἶναι τῷ τοῦ- [*](R III 247) τὸν εἶναι τὸν ταῦτα πεποιηκότα. ἐν οὑν | φιάλαις ὢν τοιαῦτα ἐχούσαις ἄνθη ταχὺς δοῦναι χάριν γίγνεται.

[*](2 [Isocr.] ad Dem. p. 9 c 11 cf. p. 8, 16; 32, 19 sq. 13 Plat. Gorg. p. 520 Ε 16 Dem. p. 269, 19; Ar. Nub. 447)[*](1 τὸ—2 κρίσιν citat omissa δ’ particula Macar 2 τὴν inserui e Macar auctoribus Re Anim et Cobeto Coll. 263 4 ἄηθές αὐτούς Mor 5 οὐδἐποτ’ Re 9 ἕλξουσι Ρ sed ἕλ in ras m 4 ἕλξωσι C εἴξουσι Α sed γρ ἕλξουσι in marg f, I Bong ἄξωσι Mor | πολλοὶ om Mor | πανταχῆ I Bong πολ- λαχοῦ τῶν Mor 10 μισθοῦ rursus inc Par fol. 36 13 ἀν- τευπείσονται scripsi ἀντ’ εὑ πείσονται libri edd cf. Plat. l. 1.)[*](18 τοῦ τὸ Α sed eras τοῦτο ΡΙ Mor Bong | τῷ τοῦτον εἷναι Re τὸν τὸ Mor qui τῷ coni) τοιοῦτον εἷναι Par Mor om reliqui libri Bong 20 ταχὺ Μοι | γίνεται Ι Bong Re | γίγνε- ται ἂν· ἴστω 9 Mor) Par Mor)
169

45. Ἀνίστω δὴ καὶ ταῦτα ἀπάγγελλε. ποίοις πο- σὶν ὑποστρέψας; ἴσως ἐρεῖς. οἷς Αἴας, οἷς Ὀδυσ- σεύς. οὐ γάρ ἐκείνων τὸ μὴ πεῖσαι, τοῦ τοιαῦτα δέ ὑβρικότος ἣν, ἃ καὶ νῦν οἶμαι δόξειν. ἀλλ’ ἐγὼ πο- ρεύσομαι παρ’ αὐτὸν καὶ ὄψομαι καὶ συνέσομαι καὶ καθεδοῦμαι πλησίον καὶ τὰ τῶν φίλων διαλέξομαι εἰδὼς οἷα τοιούτοις ἔργοις ἀκολουθήσει ῥήματα; τί μὲν γὰρ ἐροῦσιν ἄνδρες; τί δὲ γυναῖκες; τί δὲ παῖδες; τί δὲ νεότης; τί δὲ γῆρας; οὗτος ὁ φιλοικτίρμων; οὗτος ὁ ἐλεήμων; οὗτος ὁ τοῖς χαλεποῖς ἐχθρός; οὗτος ὁ τοῖς ἠπίοις φίλος; τῷ δὲ ἡλίῳ ταῦτα ἀρέσειν νομίζομεν; τῇ δὲ ἡμέρᾳ; τῇ δὲ νυκτί; τοῖς δὲ ἐν ἑκατέρᾳ δαίμοσι; τῇ δὲ πάντα ὁρώσῃ Δίκη; εἶτα τὸ μὲν ζῆν ἐλευθέρως ἐπαινεῖ, τὰ δὲ τῶν ἑκόντων δουλευόντων ποιῶν οὐκ αἰσχύ- νεται; οὐ γὰρ δὴ μαχούμενος εἰσῆλθεν αὐτῷ καὶ ἐξελέγξων ὁπόσα ἠδίκηκεν, ἀλλ’ ἔστιν ἅπαν τοῦτο πτήξαντος καὶ δείσαντος καὶ | κολα- [*](R III 248) κεύειν εἰδότος.

ταῦτα, ὦ φίλε Ἀντίοχε, περὶ τοῦ σοῦ φίλου βούλει λέγεσθαι; ταῦτα ἐλθεῖν ἐπ’ ἐμὲ τά βέλη; καὶ τίνας οἴει πρὸς ἐμὲ τοὺς ἄλλους ἄρχον- τας ἔσεσθαι βλέπειν ἔχοντας εἰς τὰ τοιαῦτα παρα- [*](2 II. ι 626 3 II. ι 645 | Agamemnonis II. ι 315) [*](2 οἴοις bis Re at cf. t. II 69, 12; 105, 21; 500, 5 8 με coni Re 10 οὕτος ὁ ἐλεήμων om Mor 11 ἠπίοις ΑΡΙ Bong cf. p. 40, 19 | Ἡλίῳ Bong 12 τῇ δὲ ἡμέρᾳ om Re 13 δ᾿ Re 15 ἑκόντως Mor sed γρ ἑκόντων in marg 16 μα- χόμενος Par Mor | εἰσῆλθον Mor 17 ἠδίκησεν C 18 δεί- σαντος καὶ πτήξαντος I Bong 19 εἰπόντος C 20 βούλει om I Bong Ι ταῦτ’ Re 21 τίνας Par sed ς abreptum τινὰς Mor | οἴει Ρ sed ε in ras m 4, abreptum Par οἷς Mor qui οἵους coni 22 τὰ om CAPI Bong Re)

170
δείγματα; οὐ τοιαῦτα πρὸς αὐτοὺς ἐρεῖν; ἀνὴρ οὗτος ἀτιμαζόμενος μὲν οἶδεν οὐκ ὢν ὁπόσος ὁ ἄρχων, τιμώμενος δὲ συρίττει.

47. Ἀναπηδήσας γάρ; φησίν, εἰ φανείης, φι- λήσει τὴν <σὴν> κεφαλήν. πάνυ γε. καὶ γάρ ἄλλας μυρίας. καὶ κομιδῆ τινας ὀλίγους οἶδα τοὺς οὐ τοῦτο λαβόντας. φίλος μὲν γάρ ἐστιν οὐδενὶ οὐδὲ βούλοιτ’ ἂν εὖ πρᾶξαί τινα ἀνθρώπων, τοῖς δὲ χείλεσιν ἐξαπατᾷ καὶ βούλοιτ’ ἂν ἕκαστον νομίζειν αὑτὸν παρ’ αὐτῷ προκεκρίσθαι τῶν ἄλλων. ἐπειδὴ γάρ οἶδε τοῖς πράγ- μασιν αὐτοῖς οὐ κτησόμενος ἐπαινέτας, ταύτην εὕρηκε τὴν τέχνην, ὡς εἰς ἀτιμίας τάξιν ἥκειν αὐτοῦ τὰς τιμάς.

48. Ἀλλὰ μισοπόνηρός εἰμι, φησί, καὶ τὴν φύσιν ἴδει κἀνταῦθα κρατεῖν καὶ λόγους ἤκουον ὑπὲρ Μάλχου βοηθεῖν βουλομένους. ἀλλ’ οὐ [*](R III 249) ταῦτά φησι | Μαρέας οὐδ’ ὁ τούτῳ παρεδρεύων, δι’ οὓς πάντα ἀργυρίου, πάντα ἐν πράσει. καὶ πολὺς ὁ νιφετὸς τῶν λημμάτων διδόντος μὲν τοῦ διώκοντος, διδόντος δὲ τοῦ φεύγοντος, τὰ μὲν ἀλλήλων οὐκ εἰδό- τῶν, ὄντων δὲ ἐπὶ τῆς αὐτῆς ἐλπίδος. ἰνὶ δὲ οὐδὲ τοῖς ἡττημένοις ὃ προήκαντο κομίσασθαι ὅρκοις τισὶ προδιῳκημένου τοῦ πράγματος. προῖκα δὲ οὐδέν, οὐ ψῆφος, οὐκ εἴσοδος, οὐκ ὄνομα, οὐ συλλαβή τις, οὐ [*](1 αὐτούς CIPar Mor Bong 2 οἶδεν Par sed δεν ab- reptum οἶος Mor | ὁ om Par Mor 4 φιλήσει scripsi aucto- ribus Re Anim et Cobeto Mnem. Ν. S. II 408 τιμήσει libri edd „nullus dubito leg. esse φιλήματι τιμήσει“ Re ed 5 σὴν inserui auctore Re | πάνυ — μυρίας] πάντας γάρ ἄλλους μυρίους Par Mor | καὶ om Α sed inser f, Ρ sed inser m 4 in textu et in marg 6 κομιδῆι Α 7 βούλοιτ’ ἂν scripsi βούλοιτο libri edd 8 πράξαι ΑΡ sed in hoc in corr, Ι Par Mor Re 9 αὑτὸν Re αὐτὸν libri Mor Bong 12 αὐτῶ̣ CAPI Bong Re) [*](20 δ’ (1) Re 23 τις delendum?)

171
γράμμα.

καὶ ταῦτα οὕτω πωλεῖται φανερῶς οὐδένα ὀφθαλμὸν οὐδὲ οὑς φοβούμενα, ὥστ᾿ εἷναι δόξαν μαν- τείαις αὐτοὺς πεπιστευκότας μηδὲν ὀκνεῖν. ὧς γοῦν οὐ δώσοντες δίκην ἅπαντα θερίζουσι πάντων Σύρων βοώντων, ὡς ὅσοις ἀπὸ τουτωνὶ τῶν θρόνων γεγέ- νηνται πλοῦτοι, πάντες εἰσὶ πρός γε τοῦτον πένητες. εἰκότως ἄρα καὶ οἳ] τοὺς ἐν μείζοσι σχήμασιν ἄρχον- τας ὠνοῦνται καὶ παρ’ ὧν ἔθνησκον ἄν, εἴ τι τῶν δικαίων ἐγίγνετο, τούτους ὑφ’ ἑαυτοῖς ἔχουσι. μέχρι μὲν οὖν ἀπῆν οὗτος, ἅτερος ἤσθιεν, ἥκοντος δὲ ἄμφω. ἢ τί ποτ’ ἂν ἕτερον τὰς βροντὰς ἐκείνας ἔπαυσε καὶ τὰς ἀστραπάς; οὐδέν.

ἀλλ᾿ ἔστι τῷ Μαρέᾳ τούτῳ κηδεστὴς πάσης Μηδείας δυνατώτερος. καὶ τὸ μὲν ἔργον τούτου, τἀληθὲς δὲ | ἀφανίζοντες Βίκτορα [*](R III 250) δὴ τὸν διαλλακτὴν ἐποίησαν ἐν πολλοῖς τοῖς ὁρῶσιν. ὁ δὲ τὸν οὐδὲ ἔτι δεδεμένον ἔλυεν, ὁ δὲ μισοπόνηρος ἔπεμπε Μαρέαν πάλιν τὰ αὐτὰ ἀμήσοντα καὶ τά αὐτὰ τρυγήσοντα καὶ τὰ αὐτὰ κεροῦντα, ἔπεμπε πάλιν ἐπὶ τὰς αὐτὰς πηγὰς καὶ τοὺς αὐτοὺς κρουνούς, καὶ] χρυ- σὸν καὶ ἄργυρον. ἃ κατὰ μικρὸν ἀγείρων εἰς μέγεθος ἤγαγεν. οἶδε γὰρ ὁ πέμπων αὐτὸν ἐφ’ ὁμοίαν βοράν, ὧς ἀμφοῖν ἡ θοίνη, τοῦ τε ἀπεσταλμένου τοῦ τε ἀπε- σταλκότος.

καὶ τί θαυμαστόν, εἰ κερδῶν οὗτος [*](16 p. 170, 13 20 Hes. opp. 361 sq.) [*](2 οὒς Α 3 γοῦν Ρ 4 θερίζουσι des fol. 36 in Par quae sequuntur usque ad finem desunt 7 οἳ cancellavi auctore Re 8 ὧν scripsi auctore Re ἡμῶν libri edd 10 ἕτερος Mor 11 ἢ] οἱ I Bong qui ἢ coni 14 Ἕκτορα η Mor Βίκτωρα Re cf. t. Ι 242, 3; II 522, 19 15 δὲ C 16 ἔλυε Ι 18 μεριοῦντα Mor 19 καὶ cancellavi 21 βορ- ρὰν C 22 θοίνη Ρ sed οι in ras m2)

172
ἡττᾶται τηλικούτων; ὅς καὶ τοὺς ἀποδέκτας ἐπλεον- έκτησεν ἐν ταῖς τιμαῖς ὧν βασιλεὺς ἐν] ταῖς ἀρχαῖς ἐκ τῶν παρά τῆς γῆς αὐτῷ προσιόντων δίδωσιν, ὠνεῖ- σθαί τε ἀναγκάζων ὧν οὐδέν ἐδέοντο καὶ προσέτι με- τροις ἀδικῶν οὐ συμβαίνουσι τῷ νόμῳ. οὕτω μὲν οὗτος ἐπώλει, κακῶς δ’ ἠγόραζον ἐκεῖνοι καὶ ἡ πενία πλοῦτον ἠναγκάζετο ποιεῖν. ἀλλ’ ὅμως εἰ μὴ Ἀριστεί- δην αὐτὸν προσερεῖς, ἀδικήσεις.

52. Ὢ τῆς ὅ τι βούλοιτο πραττούσης Τύχης, εἰ δὲ ὀρθῶς ἢ μὴ βούλεται μὴ σκοπούσης, ἀλλὰ τὰς | [*](R III 251) τῆς δυνάμεως ἐπιδείξεις ἐν τῷ μὴ σώζεσθαι τὸ εἰκὸς ποιουμένης. αὕτη Διονυσίῳ Σικελίαν ἔδωκεν εἰδότι τοὺς ὄνους τοῦ πατρὸς οὖς ἤλαυνεν, αὕτη τὴν αὐτὴν νῆσον Ἀγαθοκλεῖ καὶ ὁ πατὴρ ὁ κεραμεὺς οὐκ [*](15) ἐκώλυε. καὶ τί ἂν Ἑρμείαν τὸν εὐνοῦχον λέγοιμι καὶ τύραννον Ἀταρνέως; ἀλλὰ Πῶρος οὐκ ἐκ κουρέως μέν, [*](7 cf. t. Ι 478, 3; II 437, 15; III 399, 25 12 sq. Hellad. Bes. chrest. in Phot. bibl. cod. 279 p. 530 a 29 sq. Cf. Philol. XXXV 710 sq. Herm. XIV 469 sq.) [*](1 ἐπλεονέκτησεν scripsi coll. Dem. p. 1035, 26 πλεονεκτεῖσθαι ταῖς χιλίαις δραχμαῖς ἐξεπολέμησεν libri Bong Re ἐξεπολέμωσεν Mor 2 ἐν cancellavi auctore Re 3 παρά Ρ sed α (2) in ras m 2 4 πρὸσ ἔτι ΑΡ sed in hoc in προσέτι ras corr, Ι | μέτροις Mor sed γρ μέτρον in marg 6 ἐπώλει Ρ sed ω in ras m 5 9 ὦ Mor Re | τίς Mor | δ’ Re 10 εἰ Mor | βού- λεται scripsi auctore Bong βούλεσθαι libri edd quod aut de- lendum aut cum βούλεται mutandum censet Re 13 τἀς I Bong | ἤλαυνε I Bong 15 ἐκώλυσε C | ἂν om H. Valesius ad Diod. Sic. t. II 592 ed. Wesseling | καὶ τύραννον Ἀταρνέως scripsi (Philol. l. l.) coll. Hellad. l. l.; Diog. L. V 1,5,3 Ἑρμείαν, τὸν εὐνοῦχον Ἀταρνέως ὄντα τύραννον; Luc. Eun. 9 Ἑρμείαν τὸν εὐνοῦχον τὸν ἐκ τοῦ Ἀταρνέως τύραννον καὶ τὸν ἀταρνέα libri edd καὶ delendum censent Valesius l. l. et Bernhardyus Suid. s. v. Ἑρμίας t. II 528 16 ἀλλ’ ἄπορος Mor | οὐκ del Valesius κερκυραῖος Mor | ἦν post μὲν inser Valesius probabiliter)

173
Ἰνδοῖς δὲ ἐπέταξεν; εἴπω τὸν ἀνθρακέα Βάρδυλιν ὂν προσεκύνουν Ἰλλυριοί; μικρὸν ἂν Ὀρθαγόρας μετὰ τούτους δόξειε Σικυῶνος κρατῶν ὁ μάγειρος.

καὶ νῦν τοίνυν τὴν αὐτὴν ὁρῶμεν οὖσαν τὴν θεόν. καὶ τὸ τῶν ἐπιδείξεων τούτων εἶδος οὐ πέπαυται, ἀλλ’ ἄνθρωποι καὶ τοῖς γείτοσιν ἀγνῶτες καὶ δικαίως ἂν αἰπολοῦντες ἢ ποιμαίνοντες ἢ βουκολοῦντες ἢ ἐν συ- βώταις ὄντες μετέωροι φέρονται τοῖς παρὰ τῆς Τύχης δεδομένοις πτεροῖς. ἡ δ’ ἀκούει μὲν κακῶς ἐν ἅπασι τόποις ὡς οὐ ταῖς ἀρεταῖς ταῦτα τηροῦσα μόναις, ποιήσει δέ, μέχρις ἂν ἡ γένος ἀνθρώπων, ἃ δὴ πολ- λάκις πεποίηκε. κἂν ἴδῃς συβώτην ὑσὶν ἑπόμενον, μὴ διαπτύσῃς λογιζόμενος, ὧς τάχ’ ἂν καὶ οὗτος κοσμη- θείη τῇ Τύχῃ.

54. Δεῖνόν μὲν οὖν καὶ αὐτὸ τοῦτο καὶ οὐδαμῆ φορητὸν ἀπὸ μυλώνων καὶ τῶν ἐν αὐτοῖς ἀγρυπνιῶν ἄγεσθαί τινας ἐπὶ δυνάμεις τε καὶ ἀρχῶν λαμπρότητας, πολὺ δέ γίγνεται καὶ δεινότερον καὶ ἀφορητότερον, ὅταν οἱ ἐπὶ τοιαῦτα μετενεχθέντες ἀπὸ τοιούτων μὴ θέλωσιν εἰδέναι, τίνες ἐκ τίνων γεγένηνται, μηδὲ [*](9 [Men.] Mon. 624. 625. Thuc. III 59, 1) [*](1 Βάρδυλιν ὃν scripsi auctoribus Valesio et Re Anim βαρδυλῖνον libri sed in βάρδυλιν ὃν corr P 4, edd 2 προσεκἰ- νουν Ι 9 ἢ ΑΡ sed in hoc 'in' corr m4 | κακῶς Ρ sed κ (2) in ras m 3 10 τηροῦσα om C 11 μέχρι ΑΡ sed in hoc in ras m 3, I Bong Re Cobet; cf. t. II 524,11; t. III 179, 22; 464, 19 | ἂν Ρ sed α in ras m 3 | ᾖ scripsi cum Cobeto Coll. 263 εἴη libri edd 12 πεποίηκεν ΑΡ | ἴδοις I Bong 13 ὧς Ρ sed ω ex ἁ corr m 2 15 δεινὸν — p. 174,2 δευτέρων citat Macar | οὑν καὶ αὐτὸ τοῦτο om Macar | οὐδαμῆι Α 16 καὶ τὸ ante ἀπὸ Macar 18 γίνεται CI Bong Re 19 οἱ om I Bong 20 μὴ δέ ΑΡΙ)

174
[*](R III 252) παρέχωσι καὶ τοῖς προτέροις τὴν ψυχὴν | ἐνοικεῖν, ἀλλ’ ἐξελάσαντες ὅλην ποιῶσι τῶν δευτέρων.

οἷος ἡμῖν καὶ οὗτος. ὂν ἔδει μὲν περὶ τὸν Τίγριν πανδο- κεῦσιν ὑπὲρ κόπρου μάχεσθαι, γέγονε δὲ κύριος τοῦ πολὺ μέρος τῆς οἰκουμένης κυκᾶν.

Ἀλλά, ὦ θεοὶ καὶ θεαί, πείσατε τὴν Τύχην ἃ περὶ Σευήρου προσήκει <ποιῆσαι> > καὶ τῆς ἀλόγου σπουδῆς αὐτὸν τῆς παρ’ ἐκείνης ἐκβαλόντες δείξατε τὸν κολοιὸν τὸν ἐν τῷ μύθῳ.

[*](8 Aesop. fab. 200 b et 201 b)[*](1 παρασχῶσι Macar 2 ἐξελάσαντες] „aut addendum aut certe subaudiendum ταῦτα vel ἐκεῖνα“ Re 6 ἀλλ’ Bong Re 7 Σευήρου reposui e CA σεβήρου ΡΙ edd | ποιῆσα inserui „post προσήκει deest aut ἐνθυμεῖσθαι aut ἐννοεῖσθαι aut tale “ Re 9 τέλος κατὰ σευήρου subscr A, κατά σεβήρου Ρ)