Oratio 54

Libanius

Libanius, Oratio 54, Libanii Opera, Vol IV, Orationes LI-LXIV, Teubner, Foerster, 1908

καὶ ταῦτα ἐποίει καὶ παρέβαινε τοὺς νόμους οὐχ ὧς πονη- ρὸν μισῶν ἐκεῖνον οὐδ’ ὧς σκαιὸν εἰς τὰ δικαστήρια οὐδ᾿ ὡς εἰς αὐτὸν κακόν, ἀλλ’ ὧς εἰς ἐμὲ χρηστὸν καὶ νικῶντα τὴν τῶν οἰκετῶν θεραπείαν.

| δι᾿ [*](R III 143) ἢν, εἰ καὶ μὴ λίαν ἣν ἄμεμπτος, παρά γε τούτου τυγ- χάνειν ἣν δίκαιος ἐπιεικείας. ᾔδει γὰρ αὐτὸν συνόντα τε ἐμοὶ καὶ προνοίας ἀξιούμενον. καὶ ἣν καὶ τῶν εὖ τι πεποιηκότων αὐτόν, ὥστε μηδ᾿ εἰς ἄγνοιαν τῆς οὔσης αὐτῷ πρός με συνηθείας ἀναχωρεῖν. αὐτὸς γὰρ ἣν ὁ πρὶν ὑβρίζειν ἐμὲ τῆς βοηθείας ἢν ἐβοήθησεν αὐτῷ τὴν πρὸς ἐμὲ χάριν αἰτιώμενος, οὐ πρὸς ἕτερον, ἀλλὰ πρὸς αὐτὸν ἐμὲ ταῦτα λέγων.

29. Καὶ μὴν καὶ Καλλίμαχον ἐν μὲν ταύτῃ | ζῶντα τῇ βουλῇ, παρενοχλούμενον δὲ ὑπὸ τῆς [*](R III 144) σεμνοτέρας, δεόμενον δὲ μὴ τοῦτο πάσχειν, οὐδὲ γὰρ τὸν νόμον κελεύειν, κύριος ὢν δι᾿ ἐπιστολῆς παῦσαι τὴν ἀδικίαν οὐκ ἐβουλήθη διά τὸ λίαν ἐμὲ βούλεσθαι. ἔστι γὰρ ὁ Καλλίμαχος οὗτος τῶν ἡμῖν τε πεπλησια- κότων καὶ πρὸς τῷ δύνασθαι λέγειν κατὰ τὸν τρόπον [*](2 cf. t. III 248, 20 3 cf. t. I 137, 17 17 cf. Dem. p. 242,16 | cf. t. III p. 305 not. 4) [*](2 ὃ Par | σιγᾶσθαι Mor | ἀλλ’ ἃ Re ἀλλὰ libri Mor 3 ᾀδόντων scripsi auctore Cobeto Misc. 163 διδόντων libri edd | τὰς στοὰς Par Mor 5 σκαιὸν scripsi ἐκεῖνον libri edd ἀσεβοῦντα coni Re | τά om Mor 8 τοῦτον Par Mor 9 δικαίως Par Mor 11 τι om Par Mor | μὴ δ’ APIPar Mor | εἷναι ἄγνοιαν ἄγνοιαν inserendum videtur 12 ἀναχωρεῖν — 18 βοηθείας om Par Mor 13 ἐβοήθει Par Mor 18 δὲ τοῦ μὴ Par Mor 21 ἔστιν CA | τῶυ om Par Mor) [*](22 τὸ Par Mor)

84
εὐδοκιμῶν. φεύγων οὖν οἷς εὐφραίνειν εἶχέ με, δι’ ὧν ᾔδει λυπήσων ἔπραξε.

30. Καὶ τί ἂν δέοι περὶ ταῦτα διατρίβειν; ἀλλὰ προσέπεσε μὲν ἡ περὶ τὰ ἄρθρα μοι νόσος καὶ φλέβα ἐτμήθην καὶ ὕπνος οὐδαμοῦ, κακὸν οὐκ ἔλαττον τῆς νόσου. καὶ τοῦτο αὐτὸς οὐκ ἠγνόει. πῶς γὰρ ὄντος τε αὐτῷ παρ’ ἐμοὶ κατὰ τοὺς λόγους υἱέος καὶ πολλῆς ἀνάγκης οὔσης ἐκείνῳ φράζειν πρὸς τοῦτον ἄττα πρα- χθείη καθ’ ἑκάστην ἡμέραν; οὐκοῦν ὁ μὲν εἶπεν ἂν τὴν τοῦ μηδὲν λαβεῖν αἰτίαν, ὁ δὲ ἤκουσε.