Oratio 54
Libanius
Libanius, Oratio 54, Libanii Opera, Vol IV, Orationes LI-LXIV, Teubner, Foerster, 1908
τίς δ’ οὗτος ἣν; Ἡράκλειος ἣν ὁ ῥήτωρ γήμας μὲν ἐκ τοῦ ’κείνου γένους, ὁρῶν δὲ ἡμᾶς ἀμελουμένους, τὴν δ’ ἀμέλειαν ἐν ἀδοξίᾳ τὸν ἀμελοῦντα καθιστᾶσαν. δια- λεχθεὶς τοίνυν τινὶ τῶν ἔνδον καὶ τὸ πλῆθος εἰπὼν τῶν τὸ πρᾶγμα αἰτιωμένων καὶ ὡς οὐκ εἴη λόγος αὐτῷ πρὸς τοὺς ἐγκαλοῦντας, ἐξέβαλεν ἐξ αὐτοῦ τὰ μικρὰ ταῦτα ῥήματα.