Oratio 54
Libanius
Libanius, Oratio 54, Libanii Opera, Vol IV, Orationes LI-LXIV, Teubner, Foerster, 1908
72
[*](R III 125). . . . . . . . ἐπειδὴ περὶ τούτων οὐ κακῶς, ὥς γε ἐμαυτὸν πείθω, διελέχθην, φέρε κἀν τοῖς ἄλλοις οἷός τις εἰς ἐμὲ γεγένηται διέλθω καὶ πείσω τοὺς βελ- [*](R III 126) τούτους τούτους συνδίκους | ὄντας γέ μοι φίλους, ὧς παρεώραμαι μᾶλλον ἢ τοῦτο πεποίηκα.
2. Μικρὸν δὲ ἀναλήψομαι. τὰ μὲν τοῦ παντὸς οὐ λέγω χρόνου, τὰ δ’ ἐν τῷ περὶ τῆς βασιλείου π·ροσ- όδου δεξαμένῳ φροντίδας. ἐν τοίνυν τούτῳ τὰς μὲν νύκτας ἐκείνοις οὗτος προσέκειτο, τὴν δ’ ἡμέραν εἰς ταὐτόν τε καὶ τὴν ἐμὴν συνουσίαν ἔτεμνεν. ἔστι δ’
73
ὅτε καὶ πλέον ἔνεμε τούτῳ λόγους τε ποιῶν καὶ συν- τιθεὶς καὶ κριτὴν ἐμὲ ποιούμενος καὶ ἐπαινούμενος. καὶ γὰρ ἐπῄνουν, ὅπως ἡδίων ἀπέρχοιτο μᾶλλον ἢ λυπούμενος. ᾤμην γὰρ αὐτὸν ἐκ τοῦ τοιοῦδε πρός τι προβήσεσθαι κάλλιον.