Oratio 54
Libanius
Libanius, Oratio 54, Libanii Opera, Vol IV, Orationes LI-LXIV, Teubner, Foerster, 1908
ὁ δ’ ἀντὶ τούτων φιλῶν μοι τὰ γόνατα καὶ τὸν υἱὸν εὐχόμενος ἐπιδεῖν ἐν ἐμοῖς ὁμιληταῖς καὶ λέγων, ὡς, εἰ τῆσδε λάβοιτο τῆς ἀρχῆς ἢν ἔχει, καὶ γὰρ ὑπῆσαν ἐλπίδες ἐκ τῶν παρ’ αὐτοῦ δεδομένων τοῖς εἰδόσι λαμβάνειν, λέγων οὖν ὐπερ- βολὰς τιμῶν αἷς εἰς ἐμὲ χρήσεται καὶ μικρὰ πάντα ἀποφανεῖν τὰ πρόσθεν | καὶ τοὺς πρότερον ἄρξαν- [*](R III 127) τὰς τοῦ τιμᾶν σοφιστὴν ἂν ἐπιστήμονας, τί γενόμενος ἐπὶ τῆς ἀρχῆς ἐποίησεν;