Oratio 53
Libanius
Libanius, Oratio 53, Libanii Opera, Vol IV, Orationes LI-LXIV, Teubner, Foerster, 1908
καὶ νῦν ἡγήσεται μὲν ἀθυμία, ἴψεται δὲ ἡδονή. ὧν δὲ ἀφήσουσι πρὸ τῶν καρπῶν ῥημάτων ἐπί τε τὸν σύμβουλον καὶ τοὺς δεξα- μένους τὴν παραίνεσιν, ἢν ἄρα δέξωνται, βραχὺς ἡμῖν ἔστω λόγος. οὔπω γὰρ δόξαν οἱ τηλικοίδε ποιῆσαι δύναιντο ἄν. οὖς οὐ τῶνδε τῶν τραπεζῶν μόνον, ἀλλ’ ὅλως ἀπασῶν | τῶν τοιούτων, ποιοῦσι γὰρ [*](R III 123) δὴ καὶ ἕτεροι τοιαύτας, φημὶ δεῖν ἀφεστάναι.