Oratio 53

Libanius

Libanius, Oratio 53, Libanii Opera, Vol IV, Orationes LI-LXIV, Teubner, Foerster, 1908

ᾐσχυνόμην μὲν οὖν ἐξ ὅτουπερ ἐπανήκων εὗρον πολλὰ μεθεστηκότα, ὧν ἔν τι καὶ τὸ τῶν νέων τοῦτο, ἡγούμενος δὲ τῷ γήρᾳ μᾶλλον ἢ λογισμοῖς τὸ πείθειν ἕξειν ἀνέμεινα τόνδε τὸν χρόνον ὧς ταύτῃ τι δυνησό- μένος. ἐλπίζω δὲ τῶν θεῶν ἐθελόντων καὶ περὶ έτέ- ρων ἑτέρας ποιήσεσθαι συμβουλάς. ἐν γὰρ δὴ πολλοῖς τραύμασι πολλῶν ἂν δέοι φαρμάκων.