Oratio 53

Libanius

Libanius, Oratio 53, Libanii Opera, Vol IV, Orationes LI-LXIV, Teubner, Foerster, 1908

δοκεῖ δέ μοι καὶ τοῦδε γεγενῆσθαι πατήρ, ὅσπερ αὖ καὶ ἄλλων οὐκ ὀλίγων γέγονεν, ὧν ἕκαστον τῇ πόλει λελύμανται. καὶ τοῦτο εἰσῆλθεν ἀποδημοῦντος ἐμοῦ, τοὺς δὲ παρόντας καὶ ὁρῶντας ἐν σπουδῇ τὸ χρῆμα τῆς ἑορτῆς πεποιημένους ἣν δήπου προσῆκον ἀντειπεῖν, κωλύσαι, μάχεσθαι, μὴ τὴν ἡσυ- Χίαν ἄγειν ἐν καιρῷ βοῆς δεομένῳ καὶ ἀγανακτήσεως. ὥσπερ γὰρ εἴ τις τῶν ὄντων ἀφαιρεῖν ἠξίου, δεινὸν ἔδει νομίζειν, οὕτω προσθήκας χαλεπῶς φέρειν. ἐν ἑκατέρῳ γὰρ οἶμαι τὸ μὴ τὸν νόμον ἰσχύειν. καὶ ῥᾷο·ν δ’ ἂν περιῆσαν οἱ πρὸς τὴν ἀρχὴν μαχόμενοι καὶ τὸ πρᾶγμα ἀποκλείοντες ἢ οἱ πρὸς ἐρριζωμένον ἤδη τοῦτο ποιοῦντες. τὸ γοῦν πρὸς ἐμὲ νυνὶ λέγειν τὸ πεπρᾶχθαι πολλάκις οὐκ ἣν τότε.