Oratio 47

Libanius

Libanius, Oratio 47, Libanii Opera Vol 3, Orationes XXVI-L, Teubner, Foerster, 1906

τίνος δὴ <παῦσαι> ταυτασὶ τὰς τίνος τηρῆσαι τοῖς ἐκδεξαμένοις τοὺς ἀγρούς; σόν, βασιλεῦ, τὸ ἔργον. | παρὰ σοῦ προσήκει τὸ δῶρον [*](R II 513) ἐλθεῖν. σὸν καὶ παθεῖν τι καὶ ἰάσασθαι καὶ μὴ τὸν ζῆλον ἕρποντα περιιδεῖν. μᾶλλον δὲ πολὺν μὲν ἤδη τοῦτο περιῶπται χρόνον, δεῖ δὲ αὐτό που καὶ στῆναι.

19. Ἐρήσεται τοίνυν μέ τις ὑπὲρ τῶν γεωργῶν, εἰ μὴ ἐξέσται βοηθείας ἑαυτοῖς πορίζειν. τὰς μὲν οὐκ ἀδίκους φαίην ἄν, τὰς δὲ κακὰς οὐδαμῶς. πρώτην μὲν τὴν παρὰ τῶν θεῶν, ἣ γένοιτ’ ἂν εὐχαῖς τε καὶ θεραπείαις· ἔπειτα τὴν δι’ ὑδάτων βλαπτόντων μὲν ἀπωθουμένων, μελλόντων δὲ ὠφελεῖν ἐπαγομένων. ἔστι καὶ τοὺς κυρίους τῶν κτημάτων πρὸς αὑτοὺς ποιῆσαι φιλανθρωποτέρους, ὡς τὰ μὲν ὀφείλουσιν ἀφεῖναι, τὰ δὲ καὶ δοῦναι, ἤντ’ αὖ δίκης που πρὸς ἀλλήλους δέωνται, τοῦτον εἰσιέναι, πλὴν εἴ τι δέοιτο μείζονος.

| πάσαις δὲ ἐπικουρίαις οὐ χρη- [*](R II 514) στέον, κἂν ὦσιν οὐ κατὰ νόμον κἂν ποιῶσί με τῶν ἐμῶν ἄκυρον. εἰσὶν ἡμῖν, ὦ βασιλεῦ, πόλεις ἐπὶ τῶν ὁρίων τῶν πρὸς τοὺς βαρβάρους. ἢν οὖν ἔριδι καὶ φιλονεικίᾳ τινὶ πόλις ἐλαττουμένη πόλεως καλέσῃ συμ- μάχους τοὺς γείτονας βαρβάρους, ἀνεκτὸν <ἢ> καλόν [*](2 ἀπῆλθεν Ρ sed ν eras, edd | δὴ Ρ sed ἡ in ras m2 δὲ Μ | παῦσαι inserui, ἀποφράττειν coni Re | διαδύσεις scripsi auctore Re coll. p. 389,22; t. II 250,8 διαλύσεις libri edd 3 ἐκδεξαμένοις scripsi coll. t. Ι 374, 16 auctore Re qui aut τοῖς ἐκδεξαμένοις aut τοὺς ἐκλεξαμένους scribendum coni ἐκλεξαμέ- νοις libri edd 9 μὴ om Got 11 τῶν om Β 14 αὑτούς Re αὐτοὺς libri Got 15 et 16 τὰ Ρ | ἤν Ρ sed ῞ in ras m2 16 δίκης που] „malim δικαστοῦ“ Re | που om Got 17 εἰσιέναι scripsi coll. p. a 439,2 εἰδέναι libri edd 18 δ’ Re 19 (2) scripsi καὶ libri edd 23 ἢ inserui auctore Re | καλόν om Ι sed ἀνεκτόν τι καὶ καλὸν ποιήσει in marg, ΒΜ)

414
τι ποιήσει καὶ ἐπαίνων, ἀλλ’ οὐ τιμωρίας ἄξιον; ἐμοὶ μὲν κἂν κατασκαφῆναι δοκεῖ καὶ τοῖς πολίταις γενέ- σθαι τάφος, ἵνα μὴ τοιαῦτα νικῴη. εἰ γὰρ καὶ κρα- τεῖν ἔδει προσθήκῃ τινί, ταύτην ἔνδοθεν ἔδει καὶ παρὰ τῶν οἰκείων εἶναι.