Oratio 42
Libanius
Libanius, Oratio 42, Libanii Opera Vol 3, Orationes XXVI-L, Teubner, Foerster, 1906
αἰδοῦς δὲ ὅτι πλείστης ἠξίωται μὲν ὑπὸ τῶν παι- δευομένων νέων, ἠξίωται δὲ ὑπὸ τῶν ἐν τοῖς δικαστη- ρίοις τῷ ῥητορεύειν χρωμένων. ἔστι δὲ αἰδέσιμος μὲν τῇ ἡμετέρᾳ βουλῇ, τοιοῦτος δὲ <καὶ> τοῖς δι’ ἃς ἦρξαν [*](1 Luc. Peregr. 4 3 et 23 cf. ep. 842) [*](3 ὦ om B 5 δὴ om V 6 τόποις I | οὔτ᾿ (3) Re 10 τοὺς ante θεοὺς Va | καὶ τἀν] κἀν C | τὲ post εἰκὸς ΙΒ et inser A P εἰκός τε Μ Bong 13 δὲ ΙΒΜ Bong 16 τὸν Ι) [*](17 αὐτῷ IBMV Bong 20 τοῖς C | οὐδὲν V 22 ὑπὸ τῶν] τῶν ὑπὸ I | τοῖς om C 23 μὲν] καὶ Bong 24 καὶ inserui auctore Re)
10. Τοῦτον οὖν οὐκ εισιόντα ἑκόντα χρῆν ἀπε- λαύνειν, ἀλλὰ καὶ μὴ βουλόμενον εἰσάγειν οἴεσθαί τε [*](R II 304) διδόναι τι μᾶλλον αὐτὸν ἢ | λαμβάνειν καὶ κοσμεῖν μᾶλλον ἢ κοσμεῖσθαι καὶ μείζους ποιεῖν ἢ γίγνεσθαι. ἐνθυμοῦ γάρ, οἷον ἂν ἦν, ὦ βασιλεῦ, τὸ συνέδριον, οὐκ εἰς χρημάτων λέγω λόγον, ἀλλ’ εἰς τρόπων, εἰ τούτῳ πάντες ἐῴκεσαν. ἴσμεν δὲ καὶ τὴν Σπάρτην θαυμαζομένην ὑπὸ τῶν ἐν πλούτῳ πόλεων αὐτὴν δη- μοσίᾳ πενομένην πειθομένην τῷ θεῷ. εἶναι μὲν οὖν τοὺς ἐν τῇ βουλῇ Θαλασσίου πάντας εὐπορωτέρους ὁμολογῶ, εἶναι δέ τινα τοῦδε δικαιότερον οὔ φημι.
11. Τὸν δὴ τοιοῦτον Ὀπτάτος ἀπεώθει, τίς ὢν αὐτός; τίνος ἀμείνων; τίνος οὐ χείρων; τί καλὸν ἔχων εἰπεῖν ὑπὲρ αὑτοῦ; ὅς ἡνίκα μὲν ἐμάνθανε γράμματα, μίσει τῷ τούτων ἀποδρὰς εἴς τινα καταφυγὼν αἱμασιὰν ἔκειτο καὶ οὐκ ἐζητεῖτο τοῖς θεοῖς τῶν γονέων εἰδότων χάριν τοῖς αὐτὸν ἐκβαλοῦσιν. ἡ τροφὸς δὲ ἐθρήνει μέν, ἐθρήνει δὲ τὸ μὴ θρηνεῖσθαι παρὰ τοῖν τοκέοιν [*](4 cf. p. 289,11; 315,5 15 cf. t. IV 981,6 R. Tyrt. fr. 3 apud Diod. Sic. VII 3. Plut. Lyc. 30) [*](2 αὑτοῦ Re αὐτοῦ libri Bong 3 τοῦδε Va 4 καθη- γητάς Μ Bong qui μαθητάς ex Ι reponendum coni | μὲν om Bong 5 ὦ inserui 10 num μείζονα? 11 τὸ συνέδριον ὦ βασιλεῦ ΙΒΜ Bong 17 εἰδέναι C | τούτου CB 20 εἰπεῖν ἔχων V | αὐτοῦ Β 23 ἐκβάλλουσιν V)