Oratio 42
Libanius
Libanius, Oratio 42, Libanii Opera Vol 3, Orationes XXVI-L, Teubner, Foerster, 1906
ὁ δ’ ὁρῶν ἀδελφὸν πρεσβύτερον ἀγαπώμενον διὰ τὴν περὶ πάντα τὰ προσ- ἥκοντα προθυμίαν καὶ θεραπευομένους εὐχαῖς ὑπὲρ αὐτοῦ τοὺς θεοὺς παῖς ἔτ’ ὢν ἐτόλμησε μάγοις δια- λεχθῆναι καὶ τἀδελφοῦ τὸν θάνατον αἰτῆσαι παρ’ | αὐτοῦ τοῦ θανάτου τὸν μισθὸν αὐτοῖς ἥξειν λέγων [*](R II 395) καὶ τὸ μὴ δύνασθαι δοῦναι τῷ φάσκειν δώσειν ἐπαν- ὀρθῶν. ἁλοὺς δὲ τοιαῦτα ἐπιβουλεύων τὸν ἐπιβου- λευθέντα βοηθὸν λαβὼν τῇ φύσει ταύτην ἐκείνου δόντος τὴν χάριν ἀφείθη. καὶ μικρὸν ὕστερον, οἷα τὰ τῆς τύχης, ἀπῆλθον ὅ τε σώσας τὸν ἀποκτεῖναι βουλη- θέντα καὶ οἱ γονεῖς.