Oratio 42
Libanius
Libanius, Oratio 42, Libanii Opera Vol 3, Orationes XXVI-L, Teubner, Foerster, 1906
καὶ γὰρ ἐν τοῖς ἐμπρησμοῖς ὁ παρὸν σβεννύειν οὐκ ἐθέλων ἔκαυσε καὶ ὁ παρὸν κυνὸς ἐξαρπάσαι παιδίον οὐκ ἐξαρπάσας ἔδωκε, καὶ πόλις πόλει πολεμουμένῃ δυναμένη πέμψαι τὸ σῶσον οὐ πέμψασα συγκατεδουλώσατο. ἰατρὸς δὲ ἐπι- τρέψας νοσήματι κρατῆσαι τοῦ νοσοῦντος δύναιτ’ ἄν, πρὸς Δῖός, διαφυγεῖν αἰτίαν; ὅλως ὅσοις εἰσὶ δυνάμεις εἰς τὸ κωλύσαι τι δυσχερὲς ἠρεμοῦσαι καὶ περιορῶσαι τὸ βλάψον, οὐκ ἀνείργουσαι, μετὰ τῶν εἰργασμένων εἰσίν. ἔγωγέ τοι τοὺς καθημένους Ἀργείους, ἡνίκα ὁ [*](R II 419) Πέρσης ᾕρει | τε τὰς Ἀθήνας καὶ κατέσκαπτεν, [*](20 Her. VII 148 sq.; VIII 73) [*](3 ὄντων Ρ sed ν (1) in ras m2 6 οἳ (1) A οἵ V δὲ ΙΒΜ edd 7 οἳ (1) Α οἴ IBMV a | δὲ edd | ἳ (3) Α Ι δὲ CIBM edd) [*](8 οἵ (2) Α οἵ V | δὲ CIBM edd 9 πολεμούντων Μ sed γρ πολεμίων in marg πολεμίων Β Bong 10 γίγνετ’ Ρ sed ’ in αι corr m3 γίνετ’ V γίνεται ΙΒΜ edd 11 ἐν — 20 εἰσίν citat Macar fol. 90v 14 πέμψαι om Va 15 ἰατρὸς δὲ] καὶ ἰατρὸς Macar 16 δύναιτ’ — 17 αἰτίαν] διαφυγεῖν αἰτίαν οὐ δύναται Μacar 17 καὶ ὅλως Macar 18 καταλύσαι Ι num κωλῦσαί ut Μ? cf. ad p. a 211,8 Ι τί CABMV Macar Ι προορῶσαι ὁ Πέρσης οm I)
53. Εἰκότως ἄρα, ὦ βασιλεῦ, παρὰ πάντων ὑβρι- σθῆναι νομίζομεν, κἄν τις ὀρθῶς ἐξετάζῃ, τιμὴν εὑρή- σει καὶ τὴν κατηγορίαν. ἐν γὰρ αὐτῷ τῷ λυπεῖσθαι δείκνυμεν, ὁπόσον τι τὸ συνέδριον νομίζομεν. κατα- φρονούντων δὲ ἦν, οἶμαι, τὸν Ἱπποκλείδην εἰπόντας μηδὲν εἰπεῖν ὧν νῦν ἀκήκοας.
54. Παραμύθησαι τοίνυν τὸν ὑβρισμένον, ὦ βασι- λεῦ, πρᾶγμα ὂν ἐν μελέτῃ σοι καὶ συνηθείᾳ, δι’ ἣν οὐκ ὀλίγοις μεταβέβληκας ὀδυρμοὺς εἰς ἑορτάς, καὶ πρὸς τὸ συνέδριον εἰπεῖν, ὡς ἀμείνους ἂν ἦσαν μὴ τοῦτον τῷ πράγματι τούτῳ κεχρημένοι τὸν τρόπον, ἀλλ’ ὀρθότερον καὶ δικαιότερον καὶ σωφρονέστερον καὶ ᾧ ἔμελλον οὐ περιβαλεῖν ἀτιμίᾳ τὸν τῆς βουλῆς ἐραστήν. ἐκεῖνοι μὲν οὖν ἴσως τὰ αὑτῶν ἰάσονται, σὺ δ’, ὦ βασιλεῦ, χρῶ θαρρῶν εἰς ἀρχὰς τῇ τοῦδε φύσει, ἐάν τε τὴν ἔθνους ἐάν τε τὴν πλειόνων ἐθέλῃς παραδοῦναι. εὑρήσεις γὰρ αὐτὸν ἔν τε τοῖς ἐλάττοσιν ἔν τε τοῖς μείζοσι τοιοῦτον, ὡς τὸν παρελθόντα χρόνον ἐζημιῶσθαί σοι τὰ πράγματα νομίζειν.
[*](2 Ηer. VI 120 7 ep. 945. 1224. Her. VI 129)[*](12 εἰπεῖν ἀντὶ τοῦ εἰπέ V2 cf. ad t II 553,1)[*](1 διατί AIBV et e διὰ τὶ corr Μ, Bong 5 τὸ Ι 6 νομίζομεν μὲν Va 7 τὸ Ι | εἰπόντας „si bene habet, deest aliquid post Ἱπποκλείδην, e. c. σωφρονεῖν aut eius Ιοcο legendum ἐπαινοῦντάς“ Re 10 πρᾶγμα — 17 βασιλεῦ om Ι 15 ᾠ Re ὡς libri Bong 16 αὐτῶν CBMV Bong Ι δὲ ΒΜ edd)