Oratio 42

Libanius

Libanius, Oratio 42, Libanii Opera Vol 3, Orationes XXVI-L, Teubner, Foerster, 1906

αἱ δύο θρήνων ἀφορμαὶ κόραι καὶ κόροι, δι’ οὓς οὐκ Ι ἐγένετο πλειόνων παίδων πατήρ. ὁρῶν δὲ αὐτὴν [*](R II 418) χαμαί τε κειμένην καὶ ἐν λύπῃ μείζονι τῆς ἐπὶ παισὶν οἰχομένοις πῶς αὐτὴν ἔπαυσέ τε καὶ ἀνέστησεν; οὐ παραμυθητικούς, μὰ Δί’, ἐπᾴσας λόγους οὐδ’ εἰπὼν σωφρονήσειν οὐδ’ εἰ μὴ λήξειεν ἐκείνη δακρύων, ἀπο- κτενεῖν ἑαυτόν, ἀλλ’ ἀκονήσας ξίφος ἐχώρησεν ἐπ’ τήν, τὴν δὲ ὁ φόβος ὤρθωσε. τὸν οὖν τοιαύτην αὑτῷ ποιοῦντα τὴν οἰκίαν οἴει τῇ βουλῇ τινος αἴτιον ἀγαθοῦ γενήσεσθαι; ἐγὼ μὲν γὰρ καὶ σκυτοτόμον, ὡς Ὅμηρος παραινεῖ, συνοικοῦντα τῇ γυναικὶ μᾶλλον ἀρετῆς μετέ- [*](8 cf. t. II 164,7 22 Od. ζ 182 sq.) [*](1 πολλὴ σπουδὴ Va Ι ἰδεῖν inserui e V om reliqui libri Bong ὁρᾶν διώκοντα Re ἰδεῖν διώκοντα Sintenis 3 ὀπτάτος in marg Ρ3 4 τὸν ἐραστήν] „velim σὸν “ Re 8 μῖσος Μ sed σος add m3 9 δ’ Re 10 μισεῖ Μ Bong) [*](13 κοῦροι Β Ι οὐκ om V 14 ἐλέγετο V 15 τῆς Re τῇ libri Bong 17 δία ΙΒΜ edd Ι οὐδὲ Re 18 οὐδὲ ΙΒΜ edd) [*](19 ἀλλακονήσας V | ante ξίφος ras 3 litt Α 20 αυτῷ V αὐτῶ Β 23 τῇ inserui e V om reliqui libri edd)

332
χεῖν φαίην ἂν καὶ εἶναι δίκαιον τῆς βουλῆς μετέχειν ἢ τοιοῦτον ὄλεθρον.

51. Πῶς οὖν, ἐρεῖ τις, τριῶν ὄντων τῶν φθεγξαμένων ὅλην καταμέμφῃ τὴν βουλήν; ὅτι οἱ μὲν ἐφθέγξαντο, οἱ δὲ ἐσιώπησαν, καὶ οἱ μὲν εἶπον κακῶς, οἱ δ’ οὐκ ἀντεῖπον, καὶ οἱ μὲν ἐβλασφήμησαν, οἱ δ’ οὐκ ἠγανάκτησαν, καὶ οἱ μὲν ἐπέθεντο, οἱ δ’ ἡσύχασαν, καὶ οἱ μὲν ἐξέωσαν, οἱ δ’ οὐκ ἀντελάβοντο, καὶ οἱ μὲν τὰ τῶν πολεμούντων ἔδρασαν, οἱ δὲ τὰ τῶν βοηθούντων οὐκ ἐποίησαν. γίγνετ’ οὖν τὸ τῶν τριῶν κοινὸν ἁπάντων τῇ σιωπῇ.