Oratio 42
Libanius
Libanius, Oratio 42, Libanii Opera Vol 3, Orationes XXVI-L, Teubner, Foerster, 1906
ἀλλ’, ὅπερ ἔφην, δῶρον ὤν μοι τῆς Τύχης Θαλάσσιος καὶ τὸν ἀπὸ τῆς Μαξίμου τελευτῆς λύσας φόβον τοὺς φθονοῦντας τοῖς τῶν πέλας ἀγαθοῖς ἐφ’ ἑαυτὸν ἐκίνει διὰ τὸ πειρᾶσθαι δυσκολιῶν ἀπαλλάττειν μοι τὸν βίον. καὶ παρα- καλοῦντες ἀλλήλους ἐφλυάρουν καὶ πρὸς τοὺς εὐχερε- στέρους τῶν ἀρχόντων ἔλεγον κακώς δῆλοί τε ἦσαν, εἰ δυνηθεῖεν, καὶ ποιήσοντες, ἑκάτερον ἀδίκως.