Oratio 42
Libanius
Libanius, Oratio 42, Libanii Opera Vol 3, Orationes XXVI-L, Teubner, Foerster, 1906
μισθὸς δὲ αὐτῷ τούτων τὸ ζῆν ἐν τούτοις καὶ πᾶσαν ἡμῖν ἐπίστασθαι τὴν πόλιν, ὡς ἐπὶ τούτων διατρίβοι· τοῦ [*](R II 391) δέ γε διὰ χρημάτων | οὔτε δεῖται οὔτ’ ἐπιθυμεῖ γῆς τινος ἀποχρώσης αὐτῷ. πολλοὺς δέ γε πλούτου μέγεθος οὐδὲν ἵστησι, τῷ δὲ καὶ ἀνάλωμα γίνεται πολὺ περὶ τούσδε τοὺς λόγους πολλάκις ταὐτὰ κτωμένῳ. τὰ δὲ τοῦτο ποιοῦντα πολλά.